Expositiones in Psalmos

 ∆ιὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει. ∆ιὰ τοῦτο μὲν, διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἀλλ' ὁμοίους εἶ 27.64 ναι χοῒ γῆς ὑπὸ ἀνέμου ῥιπιζομένῳ· ἄνεμον δὲ

 ἐπιβουλὴν ἀποφανεῖ, ὡς ἀνοήτοις ἐπιχειρούντων. Καὶ γὰρ μυ κτηρισμός ἐστι πνεῦμα διὰ ῥινῶν ἀφιέμενον εἰς ἐξου δένωσιν τῶν μεγάλα φρυαττομένων. Καὶ τὸ μ

 φανερώτερον δείκνυσιν ἐπὶ τοῦ ∆αυῒδ λέγεσθαι τὸν ψαλμόν. Τὸ γὰρ ἐπανίστασθαι κυρίως λέγεται ἐπὶ τῶν πρότερον μὲν ἐν ὑπηκόων τάξει καθεστηκότων, μετὰ δ

 Εἰς τὸ τέλος ΨΑΛΜΟΣ ᾠδῆς τῷ ∆αυΐδ. ∆ʹ. Ὑπόθεσις. Τοῦτον τὸν ψαλμὸν μετὰ τὸ νικῆσαι τὸν πόλεμον ἀνατίθησι τῷ νικοποιῷ [Ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ Ἀκύλας

 δαίμονας, τοὺς ἐν τοῖς εἰδώ λοις λέγοντας λόγους ψευδεῖς καὶ λοξοὺς καὶ χρη σμούς.] Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύ ριος. Μισεῖ γὰρ τὸν τοιοῦτ

 νύκτα τὴν κλίνην μου. Ἀντὶ μιᾶς, φησὶ, νυκτὸς, καθ' ἣν τὴν ἁμαρτίαν ἐποίησα, πολλὰς διετέλεσα νύκτας δάκρυσι βρέχων τὴν στρωμνήν μου. Ἐταράχθη ἀπὸ θυμ

 ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. Ηʹ. Ὑπόθεσις. Πάλαι μὲν ἐν τῇ νομικῇ λατρείᾳ ἦν ἓν προλήνιον, τὸ θυσιαστήριον δηλονότι τὸ ἐν τῷ ναῷ· μετὰ δὲ τὴν τῶν ἐθνῶν κλῆσιν πολ

 ἀναδιπλασιάζει τὸ θαῦμα ἐκπληττόμενος, ὡς ἔφην, ἐπὶ τῇ γενομένῃ τῶν ἀνθρώπων θεογνωσίᾳ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. Θʹ.

 σημαίνει. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. Τὰ αἵματα, φησὶ, τὰ ὑπὲρ αὐτοῦ ἐκκεχυμένα ἐκζητήσει ἐπὶ τὸ ἐκδικίας ἀξιῶσαι. [Οὐκ ἐπελάθετο τῆς δεήσε

 ἀκάθαρτοι λέγονται, ἁμαρτίας γεννῶντες καὶ δόγματα ψευδῆ· οἱ δὲ τῷ σώματι προσφερόμε νοι πληγῶν καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυ λακῶν καὶ θανάτων α

 ἵνα μὴ προσθῇ ἔτι. Ὅτε, φησὶ, τὴν ἐκδίκησιν τῶν πτωχῶν ποιήσει, τότε οὐκ ἔτι προσθήσει τοῦ μεγαλαυχεῖν ἄν θρωπος. Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. Ιʹ. Ὑ

 πονηραὶ δυνάμεις. Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὕψος μὲν τὴν δύναμιν λέγει· πολυωρίαν δὲ τὴν πολυχρονιότητα. Ἵνα ᾖ τὸ λεγό μεν

 αὐτοῦ. Βουλὴ πτωχοῦ καταισχύνεται. Ταῦτα ὡς πρὸς τοὺς ἀπομείναντας τῇ ἀπιστίᾳ καὶ διώξαντας τοὺς πιστεύσαντας εἰς Χριστόν. Τίς δώσει ἐκ Σιὼν τὸ σωτήρι

 τῆς μεγάλης βουλῆς ἄγγελος. [Τοῖς ἀγαθοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Θεός. Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέ λημα τοῦ Πατρὸς, ἐν αὐτοῖς, τ

 Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαν τὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶ, ἵνα μὴ σαλευθῶ. Καθὸ μὲν νοεῖται Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρί ζων καὶ ἀνέχων·

 τὰ σαρκὸς πεῖσαι φρονεῖν. Ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῶν χειρῶν σου. Ἑκάστη τῶν δικαίων ψυχὴ καὶ μάλιστα τῶν ἑλκόν των τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θε

 Οἱ κατὰ μετουσίαν τοῦ θείου πυρὸς φωτισθέντες. 27.112 Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη. Λευκότατα προφητεύει τὴν κατάβασιν τοῦ Κυρίου. Εἴη δ' ἂν ση μα

 ἀντιστήριγμα, μέλ λοντός μου περιτρέπεσθαι καὶ μέγα πτῶμα ὑπομέ νειν, εἰ μετὰ τὴν ἁμαρτίαν εἰς παντελῆ ἐξέπιπτον ἀποστασίαν. Πλὴν ἀλλὰ καὶ παντελῶς ῥύ

 διδάσκει φρονεῖν. [Καταρτιζόμενος τοὺς πόδας μου. Ἀναλωτι κοὶ γὰρ οἱ ἅγιοι τῶν ἰοβόλων παθῶν· ἔλαβον γὰρ δύναμιν κατὰ τῶν νοητῶν ὄφεων, καὶ διὰ τοῦτο

 τὸν ∆αυῒδ τῶν ἐθνῶν βασιλεύσαντα· οὐ κοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέντος ἡ προφη τεία πληροῦται. Ὁ γὰρ ἐκ ∆αυῒδ κατὰ σάρκα τεχθεὶς, ∆αυῒδ καὶ α

 ἤτοι οἶκον. Ποῦ δὲ ἔθετο ἢ ἐν τῷ προειρημένῳ οὐρανῷ καὶ στερεώματι; Τοῦτον δὲ τὸν οἶκον καὶ παστὸν ὠνόμασεν. Ὥσπερ δὲ ἡμέρα καὶ νὺξ τῇ εὐτάκτῳ συμφωνί

 ἐργασάμε νος. Τὰς πράξεις γὰρ ἐνταῦθα σημαίνει διὰ τὰς δε ξιὰς δυνάμεις τοῖς προσιοῦσιν ὀρέγειν. [Ἐκεῖνοι μὲν, φησὶ, πεποιθότες ἐπὶ τούτοις, ἔπεσον· ἡ

 γὰρ μὴ οἵους τε ὁρᾷν τὸ πρόσωπον, τῷ μὴ ἔχειν καρδίαν καθαρὰν, τίθεται κατανοεῖν τὰ ὀπίσθια αὐτοῦ, τὰ μετ' αὐτὸν ὄντα δημιουργήματα· ἵνα τὴν κτίσιν θε

 γὰρ ὁ τῶν μαθητῶν αὐτὸν καταλέλοιπε χορός. Εἶτα προλέγει τὰ τῆς θλίψεως εἴδη. Περιεκύκλωσάν με μόσχοι πολλοί. Τῶν Ἰουδαίων τοὺς ἄρχοντάς φησιν. Ὡσεὶ ὕ

 Ἐπειδὴ γὰρ ἡ Ἐκκλησία καὶ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων συνέστηκε, καὶ τούτους καὶ ἐκείνους εἰς τὸν ὕμνον ἐγείρει· τοὺς μὲν ἀπὸ τοῦ προπάτορος ὀνομάζων Ἰα

 διαβόλου ἐπιστρέψας πρὸς ἑαυτὸν τὴν ψυχήν μου, ὡδήγησεν ἐπὶ τὰς ἐντολὰς αὐτοῦ ἐκ θανάτου εἰς ζωήν. [Ὡς παρεκλείπων πάλαι τὴν ἰδίαν ψυχὴν, διὰ τῆς εἰρη

 λεκτέον τούτους τοὺς λόγους. Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὡς ἀπο στραφέντες ἤδη τῆς εἰδωλολατρείας φασίν. Μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί. Οἱ

 ἐκολλῶντό μοι. Καὶ τοῦτο ἴδιον ἀρετῆς, τὸ μισεῖν μὲν τῶν φαύλων τὰς συν ουσίας, τοὺς δὲ τὴν ἰσότητα τιμῶντας καὶ εὐθύτητι χρωμένους συνήθεις ἔχειν καὶ

 ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΚΖʹ. Ὑπόθεσις. Ἄδει τὸν παρόντα ψαλμὸν ἐκ προσώπου τῶν πιστευ σάντων εἰς Χριστὸν, διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Θεόν· ἅμα δὲ κ

 ἅγιοι προφῆται καὶ πατρι άρχαι, ὧν υἱοὶ οἱ ἅγιοι ἀπόστολοι· διὰ τὸ ἐπὶ μόνῳ Θεῷ τὸ κέρας καὶ τὴν ἰσχὺν ἔχειν. Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Αὐ

 γενήσεται ὠφέλεια. Ἀπολαβὼν γὰρ τὴν προτέραν ἐμαυ τοῦ δόξαν, δι' αὐτῆς σοι λαλῶ, οὐ μετά τινος φαύλης συνειδήσεως· τοῦτο γὰρ δηλοῖ τό· Οὐ μὴ κατανυγῶ.

 καὶ ἐπιθυμίας τὸν νοῦν θανα τοῦσιν. Ἐν ταῖς χερσίν σου οἱ κλῆροί μου. Εἰ καὶ ἐπι βουλεύουσιν οἱ ἐχθροὶ, ἐπιβουλεύοντες τὴν ψυχήν μου λαβεῖν, ἀλλὰ οἱ κ

 ἀληθῶς μακάριος, ὁ ὅλῃ καρδίᾳ προσερχόμενος τῷ ἁγίῳ βαπτίσματι. [Ὁ γὰρ μετὰ δόλου βαπτιζόμενος, πρὸς τῷ μὴ τυχεῖν τῆς ἀφέσεως, καὶ κρῖμα ἕξει.] Τοῦ αὐ

 Ὅτι τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα. Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης. Προσ 27.165 καλούμενος, φησὶ, τὸ ὕδωρ τῆς θαλάσσης, καθάπερ ἐν ἀσκῷ τινι, ταῖς ν

 Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε. Ἀφ' ὧν ἐδέξατο πεποιθὼς, καὶ τοὺς ἄλλους εἰς τοῦτο ἀνάγει. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσ ήκουσεν αὐτ

 παραδίδονται. Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ. Οἱ μὲν οὖν τὴν πάγην ἐξηρτυκότες, καὶ τὸ τῆς δια φθορᾶς κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συ

 ΨΑΛΜΟΣ ΛΕʹ. Ὑπόθεσις. Κατηγορίαν περιέχει ὁ παρὼν ψαλμὸς τῆς ὑπερηφανίας τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ τῆς κακίας ἔλεγχον· καὶ μὴν καὶ ὑμνολογίαν τῶν δικ

 ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΛSʹ. Ὑπόθεσις. ∆ιδασκαλίαν περιέχει ὁ ψαλμὸς, εἰσηγούμενος τῷ νέῳ λαῷ ἀποχὴν μὲν τῶν πονηρῶν, ἐπιτήδευσιν δὲ τῶν ἀγαθῶν· ἐξ ἑκατέρων

 τὸν δίκαιον. Τοῦτο καὶ ἐπὶ τοῦ διαβόλου ληφθῆναι πρόσφορον, καὶ διὰ τού των παραψυχὴν τοῖς ἀδικουμένοις προσφέρει. ∆είκνυ σι γὰρ τὸν μὲν παράνομον λυπ

 τούτου ἐπέτυχον· εἶτα τοιαῦτα ἐννοῶν καὶ δεύτερα βουλευόμενος, θεωρῆσαι αὐτοὺς οὐκ ἴσχυσα· ἀλλ' οὐδὲ τὸν τόπον, ἐν ᾧ ἑστάναι ἐδόκουν, οὐκ ἠδυνάμην εὑρ

 αὐτῷ ἄγγελοι ἐγκατέλιπον αὐτὸν διὰ τὴν ἁμαρτίαν. Τάχα γὰρ καὶ αἱ δυνάμεις αἱ ἅγιαι ὑποχωροῦσιν ἐν και ρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρ

 ταραττόμεθα. Ὁ βίος, φησὶ, τῶν ἐπὶ γῆς, ἅτε περὶ φροντίδας στρε φόμενος κοσμικὰς, κριθείη ἂν ματαιότης. Ἢ οὕτως· 27.189 Σύμπαντα τὰ ἔτη τῆς ἡμετέρας ζ

 ψευδεῖς. Μόνον τὸν τὴν ἐλπίδα ἐπιγραψά μενον εἰς Θεὸν μακάριόν φησιν, οὐ τὸν περισπασθέντα βιωτικαῖς μερίμναις, αἵτινες καὶ μανία καὶ ψεῦδός εἰσιν. [Ἐ

 μου, καὶ ἡ καρδία μου ἐγκατ έλιπέ με. Ὅμοιον ὡσεὶ ἔλεγεν· Ἴσος γέγονα τοῖς οὐκ ἔχουσι νοῦν ἢ καρδίαν· γέγονε γὰρ λαὸς μωρὸς, καὶ οὐχὶ σοφός. Ἀποστραφε

 Ἰουδαίων αὐτῷ γεγενημένα. Μέχρι μὲν τοῦ παρόντος στίχου περὶ πάσης τῆς καθολικῆς Ἐκκλησίας εἰρηκέναι τὸν προφήτην ὑποληπτέον, ὡς ἑκάστῳ τῶν σπουδαίων

 εὐλογεῖν ἐκεῖ τὸν Θεὸν οὐκ ἐπιτρέπονται. Εἰδέναι δὲ δεῖ, ὅτι τὴν ψαλμικὴν ταύτην προφητείαν εἰς πέντε τινὲς δι ελόντες βίβλους, μέχρι τούτου τοῦ ψαλμο

 ἀλλ' ἐπηγγείλατο ὁ Θεὸς λέγων· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης. Εἶτα τὴν ἐπαγγελίαν πληρῶν ἐν μιᾷ νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε τῶν Ἀ

 τοῦ παντός. Ἢ καὶ οὕτως· ∆ιὰ τὴν εἰς σὲ γεγονυῖαν ἡμῖν ἀπιστίαν, φησὶν, εἰς τοσοῦτον ἥκομεν κακὸν, ὡς ἐοικέναι ἀν θρώποις τὴν ἐπὶ θάνατον φέρουσιν ψῆφ

 δεδικαιωμένους ὑπὸ σοῦ, ὧν βασιλεύεις, φησὶν, ἀπαλλάξας αὐτοὺς τοῦ τυράν νου. ∆είκνυσι νοερὰν οὖσαν τὴν νίκην· ὅπλων γὰρ μνημονεύσας, μέμνηται καὶ πρα

 ποιησάμενος κα κῶν. Λαὸς δὲ πάλαι τῆς Ἐκκλησίας οἱ εἰδωλολάτραι. Οἶκος δὲ τοῦ πατρὸς αὐτῆς, οἱ σοφοὶ τοῦ αἰῶνος, ἐν οἷς κατοικεῖ ὥσπερ ἐν οἴκοις ὁ Σατ

 δαίμονας τοὺς πάλαι ὑψηλοὺς καὶ περιφανεῖς, καὶ ὄρεσι διὰ τοῦτο ὡμοιομένους. Τοῦ ποταμοῦ ὁρμήματα εὐφραίνουσι τὴν πό λιν τοῦ Θεοῦ. Ποταμὸν τὸν εὐαγγελ

 διὰ τούτων τοῦ Κυρίου σημαίνεται. Κύριος ἐν φωνῇ σάλπιγγος. Τὰς αἰνέσεις τῶν συναναβαινόν των αὐτῷ σάλπιγγος ὠνόμασε φωνήν. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε

 ἐθεμελίω σεν αὐτὴν εἰς αἰῶνα. Ὅμοιον τῷ εἰρημένῳ παρὰ τοῦ Κυρίου Ἐγὼ ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν

 μου. Ἐγὼ μὲν, φησὶν, ἀκονήσας τὸν ἐμαυτοῦ νοῦν εἰς σύνεσιν τῶν σωτηρίων παραβολῶν, δεδύνημαι ἐπακολουθῆσαι τῇ φερομένῃ αὐτοῖς διανοίᾳ· τοῖς δὲ μὴ τοῦτ

 ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε. Τὸ αἴτιον τοῦ ἐκπεσεῖν αὐτοὺς εἰς τὸ μέγα φρονεῖν τὰ σαρκὸς ἐπιθυμήματα λέγει. Τοῦτο δέ ἐστι τὸ μὴ συνιέναι τὴν τιμὴν α

 Ἡσαΐου ἔλεγεν· Ὁ ἄνομος ὁ θύων μοι μόσχον, ὡς ὁ τύπτων ἄνδρα, καὶ τὰ ἑξῆς. Ἐν εἰκόνι οὖν σχηματίζει τὸν Λόγον, καὶ εἰσάγει τὸν Θεὸν ἐξ οὐρανοῦ παραγιν

 νετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Ὅτι δὲ τοῖς μυσταγωγοῦσι καὶ τοῖς αὐτῶν 27.233 μαθηταῖς συμπράττουσιν ἄγγελοι, δηλοῖ λέγων ὁ Παῦλο

 διηνεκῶς· ἀλλὰ μὴ ταύταις ὁρίσασθαι τὴν δικαιοσύνην παρεγγυῶ. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἁμαρτωλὸν ἐνταῦθα τὸν

 Καὶ τοῦτο ἐπὶ τῷ φόνῳ εἴρηκε. Καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι δια παντός. Ἄνω καὶ κάτω περιστρέφει τῆς ἁμαρτίας τὴν μνήμην τῆς ἐπὶ τῇ μοιχείᾳ γινομ

 μεῖζον, ὅτι Καθαρμούς τινας ἐν τῷ νόμῳ ἐχα ρίσω, καὶ δι' ὑσσώπου ῥαντίσματος· κατὰ τοῦτον οὖν τὸν σκοπὸν καὶ ἡμῖν νῦν παράσχου τὰ ὅμοια, ὁ αὐ τὸς ὢν Θ

 μόσχους. Καὶ αὐτοὺς δικαιοσύνης, ὥστε εἶναι πάντα δικαιοσύνης, θυσίας, ἀναφορὰς δικαιοσύνης, ὁλοκαυτώματα δικαιοσύνης, μόσχους δικαιοσύνης. εἰς τὸ τέλ

 ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, καὶ τὰ ἑξῆς. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ

 εὐμενείᾳ. Ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Ὅμοιον τῷ· Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Εἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ ∆αυΐδ. Ν∆ʹ. Ὑπό

 παύσομαι διηγούμενος, ὅτι δὴ εἰσακούσας λελύτρωσαι τὴν ψυχήν μου. Ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. Ὅτι οἱ πολλοὶ συνίεσαν κατ' ἐμοῦ βουλόμενοι τὴν ψυχήν

 ποιῶν καὶ ἀνατιθεὶς τῷ Θεῷ, καὶ τὴν ἐλπίδα ἐπ' αὐτῷ ποιούμενος· διὸ καὶ πάσης σαρκὸς ἔξω τὸν φόβον ἐποιούμην. Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσ

 δυνάμεις. [Παράσχου οὖν τὴν εὐερ γεσίαν, ἵνα ἐξῇ μοι λέγειν μετὰ παῤῥησίας, ὅτι ἐξ οὐρανοῦ ἐπεῖδες τὰ καθ' ἡμᾶς· καὶ τὰ μὲν ἡμέτερα διωρθώσω, τὰ δὲ τῶ

 ἐργάζεσθε ἐν τῇ γῇ. Εἰ καὶ οἱ λόγοι, φησὶ, χρηστοὶ, διεκδικεῖν προσποιούμε νοι τὸν νόμον· ἀλλ' ἡ καρδία πικρίας ἐστὶ πλήρης, καὶ αἱ πράξεις δὲ ὁμοίως

 γενέσθαι ἐπὶ τὴν εἰς Χριστὸν πίστιν τῶν εἰδωλολατρῶν, ἀποβολὴν δὲ τοῦ Ἰσραὴλ διὰ τὴν ἀνομίαν αὐτῶν. Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομία

 Ἐὰν δὲ καί ποτε, λέξεώς τινος μετειληφότες τῆς θείας Γραφῆς, δόξωσιν εἰς κόρον ἀπολαῦσαι, καὶ οὕτω γογγύσουσιν, ἅτε ἀεὶ γογγυσταὶ ὄντες καὶ τοῦ Θεοῦ κ

 Ὅμοιον τῷ· Ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Αὐτὸς γάρ ἐστιν ὁ ἅγιος τοῦ Θεοῦ καὶ Πατρός. Τί δὲ ἐλάλησε, καὶ πρὸς τίνα ἐλάλησεν; Ἐπε

 Ἐπειδὴ γὰρ πολλοῖς σταθμοῖς ἡ Βαβυλὼν τῆς Παλαιστίνης ἀφέστηκε, τὰς ἐσχατιὰς ὑπελάμβανον τῆς οἰκουμένης οἰκεῖν οἱ ἐξανδραποδισθέντες, κἀκείνην τεταγμέ

 ἡδέα ἡμῖν ὑποβάλλοντες, δι' αὐτῶν κατάρας ἡμᾶς ἀποφαίνουσι τέκνα. Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου. Πάλιν τῇ ψυχῇ διαλέγεται, τὴν ὑποταγὴν αὐτῆς τὴν

 φωνήν· ὑπὲρ πλήθους ζωῆς, τῆς παρούσης δηλονότι, λέγοντες εἶναι τὸ δεδομένον αὐτοῖς διὰ τοῦ Μονογενοῦς ἔλεος. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου. Τοῦτο δ

 φησι, διὰ τὸ βλασφημοῦντας αὐτοὺς τὸν Ἰησοῦν λέγειν τοῖς ἀποστόλοις· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ. -Ἐνέτειναν τόξο

 παράσχου. Εἰς σὲ, φησὶ, τὰ πέρατα τῆς οἰκουμένης ἐλπιοῦσι, καὶ οἱ μακρὰν τῆς θαλάσσης οἰκοῦντες. ∆ηλοῦται δὲ πάλιν διὰ τούτων τῆς οἰκουμένης τὰ πέρατα

 ΨΑΛΜΟΥ ἀναστάσεως. ΞΕʹ. Ὑπόθεσις. Τὴν κλῆσιν τῶν ἐθνῶν διὰ τοῦ παρόντος ψαλμοῦ κα τασημαίνει, καὶ τὴν ἀνάστασιν τὴν γενησομένην τῶν ψυχῶν αὐτῶν εὐαγγε

 προσφέρειν προσέταξας, ἱερεύσω προθύμως. Μεμυαλωμένα δὲ κέκληκε τὰ εὐτραφῆ καὶ πίονα· οὕτω γὰρ καὶ ὁ νόμος προσφέρειν ἐκέλευσεν ἄμωμά τε καὶ ἄρτια. Ἐπ

 ῥύεσθαι ἐπαγγελ λόμενος, τῆς γενομένης δηλονότι διὰ τὸ κήρυγμα. Ἀλλὰ μὴν καὶ ἐπιστρέφειν ἐκ τῶν παραπικραι νόντων ὑπισχνεῖται πολλοὺς, καὶ μὴν καὶ ἐκ

 τό· Μὴ μεριμνήσητε τί εἴπητε, ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί εἴπητε. Καὶ οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός

 ἐλάτρευον. Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν. Ἐπὶ μεγάλῳ κατορθώματι ὕμνον ἀναπέμπει τῷ Θεῷ, ὁ χορὸς δὲ δηλονότι τῶν ἀποστό

 οὐ δύνανται ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεὸν, οὐκ ἔχοντες τὰς τοῦ Ἰσραὴλ πηγὰς, οὐδὲ τὸν Κύριον αὐτῶν· ἅτε καὶ τὴν θεότητα διαιρεῖν τολμῶντες. Ἐκεῖ Βεν

 καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ κηρύττει ἀναφοίτησιν. Τὸ δὲ, κατ' ἀνατολὰς, παρα βολικόν ἐστιν. Ὥσπερ γὰρ ὁ ἥλιος ἀπὸ δυσμῶν ἐπ' ἀνατολὰς ἄνεισι, τὸν αὐτὸν

 πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. Ὅμοιον τῷ· Τὸν μὴ γνόντα ἁμαρτίαν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησε. Καὶ τοῦτό ἐστι τό· Ἀπὸ σοῦ οὐκ ἐκρύβησαν. Μὴ αἰ

 δακρύων, μετὰ ἱδρώτων καὶ θρόμβου αἵματος, μετὰ ἀγγέλου ἐνισχύοντος, καὶ οἱονεὶ παρακαλοῦντος καὶ παρηγοροῦντος αὐτὸν, καί περ Υἱὸς Θεοῦ ἀληθῶς ὑπάρχω

 καλῶς δὲ αὐ τοὺς πεπεδημένους εἶπε δι' ὧν ἔπασχον ταῦτα. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. Εἰ χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα νοοῦντ

 διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπό τε τῶν νοητῶν ἐπιβούλων τῆς αὐτῶν ψυχῆς δαιμόνων διέσωσεν· ἔτι τε ὑπισχνούμενοι μόνας τὰς δι' αἰνέσεως ἀναπέμπειν

 Εὔχεται οὖν μηδέποτε τῆς εἰς Χριστὸν ἐλπίδος ἐκπε σεῖν. Αὐτὸς γάρ ἐστιν ἡ ἰσχὺς ἡμῶν. Ἐν τῷ ἐκλεί 27.320 πειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. Εἰ καὶ

 ἐπ' ἐμὲ τὴν μεγαλοσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. Ὁ διπλασιασμὸς ἔοικε σημαίνειν τὴν ἐπὶ τοῖς με τὰ τὸ βάπτισμα πλημμελήμασι γινομένην μετάν

 ἀνταναιρεθῇ ἡ σελήνην. Τοσοῦτον ἔσται, φησὶ, τῆς εἰρήνης τὸ πλῆθος ὃ γενή σεται ἐν τῇ αὐτοῦ παρουσίᾳ, ὡς καὶ εἰς τοὺς μέλλον τας ἐκταθῆναι χρόνους, κα

 εὐθηνοῦντες, διδάσκει μετὰ τοῦτο καὶ ποῖον αὐτῶν τῶν ἀσεβῶν ἔσται τὸ τέλος· ὅπως ἂν, τὰ τοιαῦτα γνόντες σαφῶς, μὴ ἀπορῶμεν ἐν ταῖς ἀνωμαλίαις τῶν ἐν τ

 ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων ἑαυτὸν μαστίζειν τῇ ἐξομο λογήσει, καὶ εἰς τοῦτο ὥσπερ ἐκ κοίτης διανίστασθαι εἰς τὸ ὑπὲρ τῶν ἁμαρτημάτων κακοῦν ἑαυτόν.

 ∆ιὰ τῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.Ἐλυτρώσω ῥάβδῳ τὴν κληρονομίαν σου. Ἀπὸ κοινοῦ τό· Μνήσθητι ἧς ἐλυτρώσω ῥάβδῳ κληρονομίας σου· τουτέστι κληρονομίας

 λαβόντες τινὲς ἀπεφήναντο τὰ Ἱεροσόλυμα ὀφθαλμὸν εἶναι τῆς γῆς. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θά λασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρα κόντ

 ΨΑΛΜΟΣ. Ο∆ʹ. Ὑπόθεσις. Ἐν τούτῳ τὸ πρόσωπον τῶν ἀποστόλων εἰσφέρεται, 27.340 παραινοῦν τοὺς ἀνθρώπους τῆς ἀσεβείας παύεσθαι, ὑποτιθέμενον αὐτοῖς τὸ φο

 ΨΑΛΜΟΣ τῷ Ἀσὰφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον. ΟΕʹ. Ὑπόθεσις. Καὶ οὗτος ὁ ψαλμὸς τῆς αὐτῆς ἔχεται ὑποθέσεως τῷ ὀπίσω· καὶ αὐτὸς γὰρ τὰ περὶ τοῦ θείου δικαστη

 λογισμὸς καὶ ἐνθύμημα ἐξ ομολογήσεται τῷ Κυρίῳ ἐν τῷ τῆς κρίσεως καιρῷ, ὅτε καὶ τὰ κρυπτὰ θριαμβεύονται.] Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Ἐπὶ

 τὸν Πατέρα εἰ μὴ διὰ Χριστοῦ, ὅς ἐστι κατὰ ἀλήθειαν ἅγιος ὡς Θεός. Τίς Θεὸς μέ γας ὡς ὁ Θεὸς ἡμῶν; Πάντων ὑπερέχεις, ∆έσποτα μόνος γὰρ ἅπερ θέλεις θαυ

 ἔσονται αὐτῷ εἰς λαόν. Κλίνατε τὸ οὖς ὑμῶν πρὸς τὰ ῥήματα τοῦ στόματός μου. Προθύμως γὰρ, φησὶ, τῶν παρ' ἐμοῦ λεγομένων ἀκούσατε. Ἀνοίξω ἐν παραβολαῖς

 διελὼν ἅπαντας διεβίβασεν. Ἐντεῦθεν ἄρχεται τὰ ἐπὶ τῆς προτέρας λυτρώσεως διηγεῖσθαι θαυμάσια. Καταδιαιρεθείσης γὰρ εἰς διαιρέσεις πολλὰς τῆς Ἐρυθρᾶς

 ἀνθρώποις. Σκήνωμα τὴν κιβωτόν φησιν, ἥπερ ἀπὸ τῶν ἀνθρώπων ἐκείνων ἀφῄρηται τῶν πέντε σατρα πειῶν τῶν λαβουσῶν αὐτήν. Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τ

 ΨΑΛΜΟΣ ὑπὲρ τῶν Ἀσσυρίων. ΟΘʹ. Ὑπόθεσις. Κατὰ μὲν τὸ πρόχειρον τῆς λέξεως ἐλεηθῆναι ἀξιοῖ τοὺς ὑπὸ τοῦ Ἀσσυρίου καταδουλωθέντας· κατὰ δὲ τὴν ὑψηλοτέρα

 ΨΑΛΜΟΣ τῷ Ἀσὰφ, ἀλληλούϊα. Πʹ. Ὑπόθεσις. Ἤδη τὸν ὄγδοον ἑρμηνεύοντες ἀποδεδώκαμεν εἶναι ληνοὺς τὰς Ἐκκλησίας. Ἔστιν οὖν καὶ ἐκ τούτου τοῦ ψαλμοῦ ἰδεῖν

 ψαλμῷ, ἐν 27.365 ταῦθα καὶ τὰς αἰτίας σαφέστερον ἐκδίδωσι, δι' ἃς αὐτοὺς ὁ Θεὸς ἀπεβάλετο. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Θεοὺς τοὺς ἄρχοντας τῶν Ἰουδα

 σφοδρὸν καὶ ἐπιτεταμένον. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας. ∆ιαμαρ τόντες γὰρ ὧν βούλονται, καὶ αἰσχύνης ἐμπλησθέντες, ἐπιγνώσονταί σου τὴν δύναμιν.

 τοῦ παναγίου Πνεύματος κρουνῶν ἀρυόμεθα· καὶ μέντοι καὶ περίβλεπτοι ἐντεῦ θεν γινόμεθα, καὶ λίαν περιφανεῖς, καὶ συλλήβδην εἰπεῖν, πᾶσαν τῶν ἀγαθῶν δε

 Κύριος, τότε καὶ ἡμεῖς, νοητὴ ὑπάρ χοντες γῆ, τοὺς πνευματικοὺς καρποὺς ἀποδώσομεν τῆς δικαιοσύνης. ∆ικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται. Εἰπὼν, ὡς

 ἁμαρτίαν, καὶ δι' αὐτῆς εἰς τὸν προκείμενον κατώτατον ᾅδην· ἀλλὰ σὺ, Κύριε, αὐτὸς, τοὺς οἰκείους οἰκτιρμοὺς καὶ ἐπ' ἐμοὶ ἐφαπλώσας, ἐῤῥύσω τὴν ψυχήν μ

 τῆς κακίας μὴ μεταλαβόντες, καὶ αὐτοὶ τῆς δι' αὐ τοῦ σωτηρίας τύχοιεν. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου. Εἰ καὶ αὐ τὸς τὰς ἁμαρτίας ἡμῶν ἐβάστασε, καὶ περ

 τὸν Υἱὸν τοῦ ἀνθρώπου. Τὸ δὲ, ἐταπεινώθην, διὰ τὴν μέχρις ᾅδου κάθοδον λέγει. Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου. Πᾶσαν, φησὶν, ἐκίνησας κατ' ἐμοῦ τὴν ὀργήν

 μορφῇ, ἀκούοντες δὲ λέγοντος αὐτοῦ· Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὕτως οἱ ἅγιοι τοὔμπαλιν δοξάζουσιν αὐτὸν, καὶ μέγαν κα

 ἀπέσταλκε· καὶ πάλιν· Ἀπ' ἐμαυτοῦ λαλῶ οὐδέν. Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός. Καὶ τοῦτό ἐστιν ὃ λέγει νῦν ὁ Πατὴρ περὶ αὐτοῦ· Ἡ γὰρ χε

 γὰρ ῥητὸν τοῦτο οὕτω φησί· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατ ηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρα νῷ πιστός. Σὺ

 κρείττων γε νήσεται, οὔτε μὴν ἐκ χειρὸς ᾅδου τὴν ψυχὴν αὐτοῦ ῥύσεται, εἰ μὴ σὺ, φησὶν, ὦ ∆έσποτα, τὴν ἀνάστασιν ἐπιδῷς. Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα

 ξηρανθείη. Ἑσπέραν φησὶ τὸν ἐπ' ἐσχάτων τοῦ αἰῶ νος καιρὸν, καθ' ὃν καὶ ἐπέφανεν ὁ Μονογενής· ἐν ᾧ δὴ καὶ παρῆλθεν ἡ τῆς κατὰ νόμον λατρείας ἄνθη σις,

 ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, καὶ αὐτὸν τὸν ἀλιτήριον Σατανᾶν· οἳ καὶ πολυτρόπως διὰ τῶν προκει

 ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός. Ῥύ σομαι γὰρ αὐτὸν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβούλων, τῇ ἐμῇ ἐλπίδι φραξάμενο

 εἶναι τοῦ Κυ ρίου φησίν. Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐ παθοῦντες ἔσονται. Τὸ, εὐπαθοῦντες, ἀντὶ τοῦ, εὖ πάσχοντες. Ἀποδοθήσεται γὰρ αὐτοῖς

 27.409 νει, ἀλλὰ μεταβαλεῖται· τοῖς μὲν ἡ θλίψις εἰς αἰώ νιον ἀπόλαυσιν ἀγαθῶν, τοῖς δὲ μετὰ τὸ δοκοῦν τὰ χρηστὰ εἰς ἀτελευτήτους αἰῶνας ἡ κόλασις. Τε

 σοῦ. Αἳ καὶ εἰς εὐφροσύνην τὰς λύπας μετεβίβαζον. Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας ὁ πλάσ σων κόπον ἐπὶ προστάγματι; ∆ιὰ τοῦτο, φησὶ, παρεκάλεσάς μου

 ἀληθῶς κατάπαυσίς ἐστιν ἡ μετὰ τὴν τοῦδε τοῦ κόσμου ἀπαλλαγὴ, ἡ ἐν ταῖς ἄνω μοναῖς κατοίκησις. ΨΑΛΜΟΣ Εʹ. Ὠδὴ τῷ ∆αυῒδ, ὅτε ὁ οἶκος ᾠκοδομήθη μετὰ τὴν

 Ἔκαυσε γὰρ τῇ θείᾳ αὐτοῦ δυνάμει πᾶσαν πονηρὰν καὶ ἀντι κειμένην ἐνέργειαν. Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. Ἀστραπὰς αὐτοῦ τοὺς ἁγίους ἀποστόλο

 κηρύγματος διὰ τοῦ ἐπὶ τὸ αὐτὸ κρο τεῖν σημαίνει. Τὰ ὄρη ἀγαλλιάσονται, ὅτι ἤκει κρῖναι τὴν γῆν. Αἱ ἀγγελικαὶ δηλονότι δυνάμεις. Χαρὰ γὰρ γίνεται ἐπὶ

 ποιήματος δημιουργός. Οὐ γὰρ αὐτομάτως συν έστημεν, ἀλλὰ τῶν χειρῶν αὐτοῦ ἔργον ἐσμέν. ∆ιὸ καὶ λαὸς αὐτοῦ καὶ πρόβατα αὐτοῦ τυγχάνομεν· ὡς εἶναι μὲν ὁ

 αὐτοῦ, τοῦ λαοῦ δηλονότι, ἀναπέμπων δεήσεις μετὰ νηστείας καὶ δακρύων, ὅπως ἂν καὶ αὐτὸς οἰκτει ρηθῇ ὁ λαός. Κηρύττει δὲ καὶ τὴν τῶν ἐθνῶν κλῆ σιν, τὴ

 πεπεδημένων. Καὶ τίνες οἱ πεπεδημένοι, ἢ οὓς σειραῖς ἁμαρτίας ἔσφιγξεν ὁ μισόκαλος δαίμων; Τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Οἱ υἱοὶ τῶν τεθανατ

 τέταρτον οἰκείᾳ φιλανθρωπίᾳ καὶ ἐλέῳ καὶ οἰκτιρμοῖς χρώμενος ἐστεφάνωσεν ἡμᾶς τῷ τῆς υἱοθεσίας χαρίσματι· πέμπτον τῶν πνευμα τικῶν ἡμᾶς ἐνέπλησεν ἀγαθ

 μετὰ δοξολογίας αἶνον, ὥσπερ τι περιβόλαιον ἀμφιέννυσιν. Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἀπὸ τοῦ νοουμένου φωτὸς ἄρχεται τὸν ὕμνον ἀναπλέκειν αὐ τῷ. Ὥσπ

 τοῦ Θεοῦ· ποιήσας γὰρ αὐτὰ, καὶ τρέφει καὶ ποτίζει. ∆ιὸ τὰ ὄρη τεμὼν, πάροδον τοῖς ὕδασιν ἐτεκτήνατο. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ. Οὕτω καὶ τῶν

 εἰργάσατο ἀνακαινίσας τὴν ἡμετέραν φύσιν. Σημαίνει γὰρ διὰ τούτων τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν, ὅτε Θεὸς εὐφρανθήσεται, οὐ προσκυνούμενος, ἀλλ

 ὑπὲρ ψυχῆς ἀγῶνα κλαίων, ἕως ὁ τῶν ἐνυπνίων καιρὸς ἐπῆλθε τοῦ πληρῶσαι αὐτά. Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυ τόν. Ὅμοιον τό· Οὐχὶ διὰ τοῦ Θεο

 παρέδωκαν λήθῃ. Καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Ὅτε ἐξῆλθον αἱ χορεύουσαι μετὰ Μαριὰμ λέγουσαι· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ ἐπείρασαν τὸν

 ταύταις δὲ ἦμεν πρότερον, διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. ∆έον γὰρ ἐκ με γέθους καὶ καλλονῆς κτισμάτων τὸν γενε

 Ὠδὴ ΨΑΛΜΟΥ τῷ ∆αυΐδ. ΡΖʹ. Ὑπόθεσις. Καὶ ἐν τούτῳ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη γενομένη κηρύττεται. Ἤδη δὲ πάντων τῶν στίχων τῶν ἐν τῷ παρόντι ψ

 εἰσιν ἀγάπης, οἱ δὲ μίσους, οἱ δὲ οὐδ' ἑτέρως ἔχοντες. Ἐκολάκευε γὰρ ὡς διδάσκαλον, καὶ τῷ δόλῳ ὡς ἐδόκει ἠγωνίζετο εἰς προδοσίαν τοῦ διδασκάλου. Κατά

 προλελεγμένα γενήσε ται. Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐ τοῦ. Οὐ γὰρ ἔξωθεν μόνον, ἀλλὰ καὶ ἔνδοθεν περίκειν ται τὰ κακὰ περικλύζοντα. Καὶ ὡσε

 Ἢ τὸν καιρὸν τῆς κρίσεως διὰ τούτων σημαίνει, ἐν ᾧ δυνάμει θείᾳ πάντας κρινεῖ ἐλθὼν μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ· ἢ τὸν καιρὸν τῆς γεννήσεως αὐτοῦ, ἥτ

 ἡ κλῆσις, ἣν καὶ λόγῳ καὶ ἔργῳ ἐπετέλεσε. Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Τὸν νοη τὸν ἄρτον φησὶ, τὸν ἐξ οὐρανῶν καταβάντα. Μνησθήσεται εἰς τὸν α

 προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Τοῦτο ἕκαστον, φησὶ, διὰ τὸν ἐπιφανέντα γεγένηται Κύριον. Ταύτην αἰτίαν τῆς γῆς ὁ κλόνος καὶ ἡ τῆς θαλάσσης διαίρεσις.

 Θεὸν ὑψηλότερος τούτων γέγονε, φησί. ∆ιὸ καὶ ἐν προοιμίοις ἔλεγεν· Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς δεήσεώς μου. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μο

 πεινώθην, οὐ κατὰ ὕψους ἀφαίρεσιν εἶπεν, ἀλλ' ἐκ τῆς μείζονος ἢ καθ' ἑαυτὸν θεωρίας. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρω πος ψεύστης. Γενόμενος,

 μεγάλας ἀποληψόμεθα τὰς ἀμοιβάς. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με ... Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὁ μὲν γὰρ το

 γεγόνατε πνευματικός· ἐνοικεῖ γὰρ ἐν ὑμῖν ὁ Κύριος. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι. Συστήσασθε ἑορτήν. Συνιέναι κελεύει τοὺς προσελθόντας τῇ πίστ

 ἐξαγγέλλειν ἐξήγγελλον· ὅτι τῷ σῷ κριτηρίῳ τοὺς πάντας παραστῆναι δεῖ· ἵνα κομισώμεθα πρὸς ἃ ἐπράξαμεν. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ π

 ἀναγκαῖος ὁ φόβος τοῦ Θεοῦ ἐν πάσαις ἐντολαῖς· τούτου χάριν ἐφιστάναι αὐτῷ αὐτὸν εὔχεται τὸν Θεόν. Τὸ δὲ, Περίελε τὸν ὀνειδισμόν μου, μετὰ τὸ ἐπιστῆσα

 χαλεπὴ, ἢ ἀπώλεια τῶν ὑπαρχόντων, ἢ διωγμοῦ, ἢ εἴ τι δή ποτε τῶν νομιζομένων χαλεπῶν κατελάμβανέ με, ἡ ἐπὶ σὲ ἐλπὶς παράκλησίς μου ἦν. Ὅτι τὸ λόγιόν σ

 Θεοῦ εὐεργεσίας. Οὐ γὰρ ἄλλως ἀπήλλακτο μὲν τῆς ἁμαρτίας, κατηρίθμητο δὲ ἐν δούλοις Κυρίου, εἰ μὴ θεία τις χάρις τούτων αὐτῷ αἰτία γέγονεν. Πρὸ τοῦ με

 σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. ∆ιδάσκει ἡμᾶς ὁ Προφήτης ἐπιθυμεῖν τοῦ λόγου, καὶ ἐρωτικῶς ἔχειν πρὸς τὸ σωτήριον τοῦ Θεοῦ. Κ

 φησίν· ἕξω γὰρ ἐν αὐτοῖς τὴν ζωὴν, καθὰ δή μοι καὶ εἴρηκας, ὅτι ὁ ποιήσας αὐτὰ ἄν θρωπος ζήσεται ἐν αὐτοῖς. Ζῶν οὖν μόνος ὁ δί καιος, κἂν τεθνηκέναι δ

 ἁμαρτίᾳ λεγέτω· ∆οῦλός σου εἰμὶ ἐγώ. Μισθὸν δὲ δουλείας τὴν σύνεσιν ἀπαιτεῖ διδομένην παρὰ Θεοῦ, καὶ παρ' αὐτῷ κειμένην ὡς ἐν θησαυροφυλακίῳ. Πνεῦμα γ

 ἐγώ εἰμι καὶ ἐξουδενωμένος. Νεώτερος μὲν ὁ τοῖς θείοις λόγοις στοιχειούμενος, ἐξουδενωμέ νος δὲ διὰ τὸ ταπεινοῦν ἑαυτόν. Ἡ δικαιοσύνη σου δικαιοσύνη ε

 μηδαμῶς αὐτὸν ἕλκων ἐπὶ 27.508 τὰ γήϊνα. Ἡμεῖς γὰρ ὡς συνεγερθέντες Χριστῷ τὰ ἄνω ζητοῦμεν, οὐ τὰ ἐπὶ τῆς γῆς. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι. Παρ' ὅλον

 κληθείη δολία, ἅτε μηδὲν εὐθὲς λαλοῦσα περὶ Θεοῦ. Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα. Τί πλέον δο

 ὥσπερ τινὶ διπλῷ στεφάνῳ καὶ διαδήματι καλλω πιζομένης τῆς πόλεως. Νῦν δὲ πάντων ἔκπτωσις, καὶ τῆς παλαιᾶς εὐδαιμονίας ἐλάχιστα λείψανα. Θρόνοι ἐπὶ οἶ

 δουλείας ἀπήλλαξε· καὶ ἡμεῖς μέντοι βοῶμεν, οὐ γὰρ ἀναισθη τοῦμεν, εἰ καὶ μὴ τοὺς λοιποὺς ἀπειλήφαμεν· περὶ ὧν ἱκετεύομεν λέγοντες· Ἐπίστρεψον, Κύριε,

 ἀναβαθμῶν. ΡΚΘʹ. Ὑπόθεσις. Ἡ ἑνδεκάτη ᾠδὴ εὐχὴν περιέχει μαρτύρων, καὶ διδα σκαλίαν ἐξομολογήσεως τῷ νέῳ λαῷ. Σαφῶς δὲ ἀρετῆς ἱλασμὸν κηρύσσει, ὅς ἐστ

 ερχόμενος προσκυνεῖ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου. Τὴν εἰς οὐρανοὺς ἀνάληψιν ἐπισπεύδουσιν αὐτοῦ. Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Κιβωτ

 ὑπῆρχεν αὐτοῖς, ἔνθα πάσης ἁγιστείας ὑπόθεσις ἦν. Εἶτα διδάσκει πανταχόθεν καλεῖν λέγων· Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλληλούϊα. ΡΛ∆. Αἰνεῖτε τὸ

 πρόνοιαν ἀπὸ τῶν κατ' οὐρανὸν θαυμάτων μέχρι τῶν ἐπὶ γῆς σμικροτάτων· ἐντεῦθεν δὲ πάλιν διῆκεν εἰς οὐρανόν. ∆ιὸ μετὰ τὸ, πάσῃ σαρκὶ, ἐπενήνοχεν· Ἐξομο

 ἐξέτεινας τὰς χεῖράς σου. Ἐπενήνε κται γὰρ κατ' αὐτῶν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν ὁ Υἱὸς, ἥτις καὶ ἔσωσεν ἡμᾶς. Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Κρίνας

 κρίσιν. Ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. Εἰκότως, φησὶ, τὸν σὸν φόβον ἐκτησάμην, ἐπειδὴ κυόμενόν με ἡ σὴ πε ριφρουρεῖ πρόνοια. Ἐξομολογήσομαί σοι,

 μὴν ἀλλὰ καὶ ὁ κόπος αὐ τῶν, καὶ ὁ μόχθος ὁ κατ' ἐμοῦ, εἰς αὐτοὺς ἔλθοι. Οὓς καὶ δίκῃ παραδοθῆναι τῇ διὰ πυρός. Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες ἐν πυρί.

 ΡΜΑʹ. Ὑπόθεσις. Προσευχὴ μὲν ἔστι καὶ οὐδὲν ἕτερον τὰ προκείμενα. Πλὴν ἀλλὰ δεῖται συνέσεως· ὅπως ἂν ἡμεῖς μάθω μεν τίνι τρόπῳ ἐν περιστάσεσιν ὄντες δ

 πράγμασιν ἀναγκαίως κε χρῆσθαι. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου. Τὴν πρωϊνὴν ἀνάστασιν τοῦ Κυρίου λέγει· ἢ τάχα καὶ τὴν πρωϊνὴν ἀνάστασιν εὔ

 μίαν ἡμέραν παραπεμπτέον ὕμνων χωρίς. Ὅλῃ μὲν οὖν ψυχῇ καὶ διανοίᾳ ὑψοῦν δεῖ καὶ εὐλογεῖν τὸν Θεόν· τὸ ὄνομα δὲ αὐτοῦ δοξάζειν θνητοῖς ὀνόμασί τε καὶ

 μυκτηρίζει αὐτοὺς ὁ ∆αυῒδ, ὡς εἰς κενὸν πάντα τολμήσαντας· τάχα δὲ καὶ μέμφεται. Τί γὰρ δήποτε αἰτιώμενοι οἱ κατὰ Χριστοῦ συνδραμόντες σταυρῷ τοῦτον ἀ

 διαφθείρῃς, καὶ αὐτὸς ταῖς τοῦ πατρὸς λη φθείης χερσί. Τοῦ δὲ πατραλοίου εἰπόντος· Ἀγαθὴ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ, λυπηθεὶς Ἀχιτόφελ ἀπήγξ

 θεωρουμένων χρησάμενος, ἀπὸ τῶν προσεχε στέρων καὶ πρώτων τὴν ἀρχὴν πεποίηται. Ἀρχόμενος οὖν φησι· Κύριε, etc. Ἀθανάσιος. Ἁγίους εἶναί φησιν ἐνταῦθα τ

 Ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς, νῦν τὸ τῶν ἐσταυρωκό των ὑπόκειται πρόσωπον, οἳ πεπόνθασιν ἀνήκεστα, προδήλου ὄντος, ὡς ὕστερον προσληφθήσονται,

 διηρπάσαμεν. Ταῦτα δέ φησιν ὁ χορὸς ὁ προφητικὸς κατὰ τὸν μέγαν Ἀθανάσιον, οἰκοιούμενος τοῦ λαοῦ τὰς συμφοράς· κατὰ δὲ τοὺς ἄλλους, ὁ τῶν Μακκαβαίων σ

 κοινὸς Σωτὴρ συντόμως ἐδήλωσε τὸ θέλημα τοῦ Πατρός. Ἔστι γὰρ Μεγάλης βουλῆς ἄγγελος. Καὶ λόγον, φησὶ, συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ

 τυραννίδα τῶν δαι μόνων θεωρῶν, ἀκηδίας πεπλήρωτο, τούτου χάριν ἱκετεύει, ὅπως, ἐπιφανεὶς ὁ Κύριος, τῆς τῶν βιαζομένων ἡμᾶς ἐξέληται χειρός. Τὸ δὲ, ἀπ

 Πρὸς δὲ νοῦν σημαίνει ὁ λόγος, ὡς καὶ τοῦτο μέρος κληρονομίας ἐστὶν ἡ αἰώνιος ζωή. Τοῦτο γάρ ἐστι τὸ ἡμέρας ἡμερῶν τοῖς ἔτεσι τοῦ βασιλέως προσθῆναι.

 εἶπεν· Ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ὥστε τὰς λέξεις ταύτας, φημὶ δὴ τὸ, Μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου, εἰκό τως προφέρουσιν οἱ

 Ἡτοιμάσθαι δέ φησι τὴν πνευματικὴν τροφὴν, διότι πρὸ καταβολῆς κόσμου ὥρισται τὸ Χριστοῦ μυστή ριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν δ

 ἐνδιέβαλλον, καὶ πλάνον ἐκάλουν, ἐπιπλήττων ὁ ψάλλων φησί· Παύσα σθε, εἴπατε δὲ μᾶλλον αὐτῷ, ὅτι Φοβερὰ τὰ ἔργα σου. Εἶτα ἐπεὶ ἀπειθοῦντας ἑώρα, ἀφεὶς

 ἀνέθηκαν τῷ Θεῷ ἐν τάξει ὁλοκαυτω μάτων. 27.588 Ἀθανάσιος, Κύριλλος, Βασίλειος. Πρὸς δὲ διά νοιαν· Πνευματικὰ πάντα καὶ τὰ ὁλοκαυτώματα, καὶ οἱ βόες,

Expositiones in Psalmos

ΨΑΛΜΟΣ Αʹ. Ὑπόθεσις. Τὴν ἀρχὴν τῆς προφητείας τῷ ἐξ αὐτοῦ τεχθησομένῳ Χριστῷ ἀνατίθησιν ὁ ∆αυΐδ. ∆ιὸ ἐν πρώτοις μακαρίζει τοὺς εἰς αὐτὸν ἠλπικότας. [Μακαρίους δὲ καλεῖ τοὺς μὴ πορευθέντας ἐν βουλῇ ἀσεβῶν, μήτε μὴν στάντας ἐν ὁδῷ ἁμαρτωλῶν, μήτε ἐπὶ καθέδραν λοιμῶν καθεστηκότας. Τρία γὰρ ἦν τὰ τάγματα παρὰ Ἰουδαίοις κατὰ τοῦ Σωτῆρος ἐπαναστάντα, γραμματεῖς, Φαρισαῖοι, καὶ νομικοί· οἳ καὶ κληθεῖεν εἰκότως ἀσεβεῖς καὶ ἁμαρτωλοὶ καὶ λοιμοί. Ὁδὸς μὲν ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ τέλος τῶν γεννωμένων ἔπαξιν.] Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. ∆υνατὸν δὲ βουλὴν ἀσεβῶν εἰπεῖν τὴν σύνοδον καὶ τὴν συνέλευσιν τῶν πονηρῶν. Καὶ ἐπεὶ βλαβερὸν τὸ τοῖς ἀθροίσμασι τῶν ἀσεβῶν παραβάλλειν, μακαρίζει τὸν μηδὲ κατὰ ποσὸν εἰς τὸ αὐτὸν αὐτοῖς ἐρχόμενον. Τοιοῦτος ὑπῆρχεν ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας, ὁ τὸ σῶμα τοῦ Κυρίου καὶ Θεοῦ θάψας. Εἴρηται γὰρ περὶ αὐτοῦ, ὡς οὐκ ἦν συγκατατιθέμενος τῇ βουλῇ τῶν Ἰησοῦ προδοτῶν. Καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ 27.61 ἐκάθισε. ∆ιὰ τῆς καθέδρας τὴν διδασκαλίαν δηλοῖ, ὥς φησιν· Ἐπὶ τῆς καθέδρας Μωσέως. Καθέδρα τοί νυν λοιμῶν ἡ διδασκαλία τῶν πονηρῶν. Ἡμέρας καὶ νυκτός. Τὸ σύντονον δηλοῖ. Οὐ γὰρ ἠμελημένως δεῖ μελετᾷν τὸν νόμον τοῦ Κυρίου. [Ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Τῷ νόμῳ, τῷ ἀγγελικῷ δηλονότι. Τὸ σύντονον δηλοῖ· οὐ γὰρ ἠμελημένως δεῖ μελετᾷν τὸν νόμον τοῦ Κυρίου. Οὐ γὰρ ποτὲ δεῖ τοῖς μελετᾷν, ποτὲ δὲ οὒ, ἀλλ' ἀεὶ καὶ διαπαντὸς τοῖς θείοις λογίοις προσηλῶσθαι· τοῦτο γὰρ δηλοῖ τὸ, ἡμέρας καὶ νυκτός. Κα λὸς τοῦ κατορθώματος ὁ μισθός· ὁ γὰρ τῷ θείῳ σχολάζων νόμῳ καὶ τοῖς ἐκ τούτου νάμασιν ἀρδευόμενος. Καὶ ὕδωρ καὶ ὁ Χριστὸς τὴν ἑαυτοῦ διδασκαλίαν ἀν εκάλεσεν εἰπών· Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Τῷ παρ' ὕδασι δένδρῳ ἀπείκασται ἀεὶ τεθηλότι, ἀεὶ βρίθοντι τοῖς ὡραίοις. Οἱ γὰρ τῆς ἀρετῆς ἀθληταὶ τοὺς μὲν τῶν πόνων καρποὺς κατὰ τὸ μέλλον κομίσονται· οἷον δέ τισι φύλλοις κἀντεῦθεν τῇ ἀγαθῇ ἐλ πίδι κατασκιάζονται, καὶ κλέπτουσι τῇ ψυχαγωγίᾳ τὴν τῶν πόνων βαρύτητα. Τῷ τοιούτῳ πάντα εὐοδωθήσεται. Οὐδὲν γὰρ ἐναντίον τοῖς θείοις νόμοις διενεργήσει, τῷ τοῦ νόμου βουλήματι συναρμόττων τὸ θέλημα· πρότερον ἅπαντα τῆς κακίας ἀπαγορεύσας τὰ εἴδη, καὶ τῶν θείων νόμων ὑποδείξας τὴν τελειότητα, οὕτως ἐπήγαγε· Πάντα ὅσα ἂν ποιῇ.] Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Ἐξομολογήσεως, ἤτοι παραβολῆς ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεο πνεύστῳ Τραφῇ, κατὰ τὸ εἰρημένον· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Λέγει οὖν, ὅτι οἱ πιστεύσαντες τῷ Χριστῷ σῶμα αὐτοῦ ἔσονται· μετασχηματίσει γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν πρὸς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. ∆ιεξόδους δὲ τῶν ὑδάτων τὰς θείας φησὶ Γραφάς· ἐν αἷς ἁπανταχοῦ ἔστιν εὑρεῖν Χριστὸν κη ρυσσόμενον. [Ξύλον ζωῆς ὁ Χριστὸς, κλάδοι οἱ ἀπό στολοι, καρπὸς αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς· ὧν τὸ μὲν εἰς ὑποτύπωσιν μαρτυρίου, τὸ δὲ βαπτίσματος. Φύλλα οἱ λόγοι· καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρθὴν πίστιν· φύλλα δὲ αὐτοῦ τὴν πλήρωσιν τῶν ἐντολῶν. Καρπὸς καὶ οἱ σωζόμενοι, ῥίζα τὸ βάπτισμα· γεωργὸς ὁ Πατήρ.] Ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν και ρῷ αὐτοῦ. Καρπὸν τοῦ ξύλου νοήσεις τὴν πίστιν· φύλλα δὲ αὐτοῦ τὴν πλήρωσιν τῶν ἐντολῶν. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, οὐκ ἀποπεσεῖται. Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Οὐ γάρ ἐστι πρᾶξις τῶν κατὰ Θεὸν γινομένων ἀνωφελής. [Καιρὸς τοῦ διδόναι ἡ τοῦ λαμβάνοντος ἐπιτηδειότης ἐστίν.]

1