Homilia de jejunio et de passione Christi

 βασιλέως Χριστοῦ ἀποσπασθείς, ὁ νόσῳ καταρρυπωθεὶς καὶ λόγῳ ἀνανεωθείς. ἴστε γὰρ πάντες σαφῶς οἱ τοῦ Λαζάρου φίλοι, μᾶλλον δὲ οἱ τοῦ κυρίου μαθηταί, ὅ

Homilia de jejunio et de passione Christi

... τὴν παρακοὴν ... ἀπιόντα. οὐδὲ δι' ἑα̣υ̣τὸν ἐβαπτίσθη, ἀλλὰ δ̣ι̣ὰ τὸν ῥυπωθέντα τῇ α῾̣μαρτίᾳ. Ἐνήστευσεν οὖν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς μετὰ τὸ βάπτισμα. ἀλλ' ὅμως καὶ τοῦτο ἐν παρεκβάσει ζητήσωμεν. διὰ τί μὲν ἡμεῖς πρὸ τοῦ βαπτίσματος νηστεύομεν; ὁ δὲ δεσπότης Χριστὸς μετὰ τὸ βάπτισμα ἐνήστευσε. διὰ τί; ὅτι ἡμεῖς μὲν ὀγκώμενοι ταῖς ἁμαρτίαις καὶ πεφορτισμένοι τὴν ψυχικὴν γαστέρα ἀναγκαίως πρὸ τοῦ βαπτίσματος τὴν νηστείαν ὡς θεοδώρητον ἀντίδοτον δεχώμεθα, ἵνα «καθαρίσαντες ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος» εἰς ὄρεξιν ἔλθωμεν ἐπουρανίου ἄρτου. ὁ δὲ δεσπότης Χριστὸς ὡς ἁμαρτίας ἐλεύθερος μετὰ τὸ βάπτισμα νηστεύει τύπον δωρούμενος οὐχ ἁμαρτίας ὀδυρώμενος. εἰ γὰρ ἄρα καὶ ἁμαρτίᾳ ἐκλήθη ὁ δεσπότης ἡμῶν Χριστός, ἀλλ' ὅμως οὐκ αὐτὸς ῥερύπωται, ἀλλὰ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀνεδέξατο, ὁ δὲ ἀνάδοχος πᾶν ὁτιοῦν οὐχ ὡς αὐθέντης, ἀλλ' ὡς μεσίτης εὐθύνεται. Ὅθεν ὡς τοῦ Ἀδὰμ τὸ χρέως ἀναδεξάμενος καὶ τοῦτο ἀποτίσας καὶ τὸ χειρόγραφον ἡμῶν τῶν ἁμαρτημάτων ἐν τῷ σταυρῷ, τῷ σπόγγῳ τῆς φιλανθρωπίας, ἀπήλειψε καὶ οὐκ ἐχάραξε. διὰ τί δὲ ἀπήλειψε καὶ οὐκ ἐχάραξε; διὰ τί, ἄκουε· εἰ ἐχάραξε καὶ οὐκ ἀπήλειψεν, ἤμελλεν φέρειν κἂν μικρὸν λείψανον τοῦ προτέρου χρέους. ὅθεν τοῦτο θεωρήσας καὶ ὁ μακάριος 47 Παῦλος ἐβόα λέγων· «τὸ χειρόγραφον ἡμῶν τῶν ἁμαρτημάτων ἦρεν ἐκ μέσου Χριστὸς τῷ σταυρῷ αὐτὸ προσηλώσας.» διὰ τί δὲ "τῷ σταυρῷ αὐτὸ προσήλωσεν," ἵνα πᾶς πορευόμενος μάθῃ τὴν τούτου ἀκυρωσίαν. Ἐνήστευσε τοίνυν ὁ δεσπότης ἡμῶν Χριστὸς μετὰ τὸ βάπτισμα. ἔπαθε δὲ τοῦτο τὸ ἑκούσιον πάθος, -οὐκ εὐθὺς μετὰ τὸ βάπτισμα ἀλλὰ μετὰ τριέτη χρόνον-τὸ πρὸ ἓξ ἡμερῶν ὡς σημαινόμενον, τὸ παντὸς πάθους ἀναιρετικόν, τὸ τῆς ἐκκλησίας νυμφοστολικόν. ἔπαθεν οὖν τοῦτο τὸ πάθος μετὰ τὸ πολλὰ καὶ θαυμαστὰ σημεῖα ἐργάσασθαι· μετὰ τὸ νεκροὺς ἀναστῆσαι, μετὰ τὸ παραλύτους σφίγξαι, μετὰ τὸ τυφλοὺς ὀμματῶσαι καὶ λεπροὺς καθαρίσαι. ἀλλ' ὅμως οἱ ἀπόστολοι πνεύματος ἁγίου πλησθέντες ταύτας τὰς δύο πανηγύρεις, τὴν νηστείαν καὶ τὸ πάθος, συνάψαντες μίαν ἑορτὴν πάνδημον τῷ γένει τῶν Χριστιανῶν παρέδωκαν. Ἀγαλλιαθῶμεν οὖν καὶ εὐφρανθῶμεν, ὅτι «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα Ἰουδαίους δριμύξῃ καὶ τὰ ἔθνη διασώσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα πληρώσῃ τὸ μυστήριον καὶ ἀνοίξῃ τὸ ἱλαστήριον· ἵνα τῷ Λαζάρῳ συνδειπνήσῃ καὶ τὴν ταφὴν προθυμιάσῃ· ἵνα ὡς δοῦλος πειρασθῇ καὶ ὡς υἱὸς ἐλευθερώσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα ὑπὲρ τῶν καταδίκων φραγελλώθῃ καὶ ὡς φιλάνθρωπος τούτους μαστίγων ἀπαλλάξῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα τὴν πλευρὰν λόγχῃ νυχθείς, τὴν πλευρὰν τοῦ Ἀδὰμ ἰάσηται. ἵνα Ἰούδας ὁ Ἰσκαριώτης τὸν ἐνυλικὸν μύρον τριακοσίων δηναρίων διατιμήσηται, τὸν δὲ δεσπότην Χριστὸν τριάκοντα ἀργυρίων συμφωνήσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἵνα τὸν σταυρὸν ῥιζώσῃ καὶ τὴν σφραγίδα ἀνθήσῃ. ἵνα τὸν ᾅδην ἐμφράξῃ καὶ τὸν παράδεισον ἀνοίξῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.» διὰ τί; ἀκάνθινον στέφανον φορέσαι καὶ τὰς ἁμαρτίας ἡμῶν ἐκριζῶσαι. ἵνα τοῖς πιστοῖς συντάξηται καὶ πρὸς τὸν πατέρα ὁδεύσῃ. «πρὸ ἓξ ἡμερῶν τοῦ 48 πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκῶς,» ὁ λήθῃ παραπεμφθῆναι μὴ δυνάμενος, ὁ πόλεως ἀρχιπολίτης, ὁ ἅπαξ τεθνηκῶς καὶ δεύτερον τῷ βίῳ παραπεμφθείς, ὁ φυσικῷ θανάτῳ κλαπεὶς καὶ δεσποτικῇ χάριτι ἐγερθείς, ὑπὸ τοῦ τυράννου ταρτάρου ἁρπαγεὶς καὶ ὑπὸ τοῦ

1