Homilia in illud: Ite in castellum

 ἀγάγετέ μοι.» 2.7 Ματθαῖος μὲν διαγράφων τὴν ἐκκλησίαν καὶ τὰ ἐξ αὐτῆς γενόμενα ὄνον καὶ πῶλον ὠνόμασε. Λουκᾶς δὲ τὰ ἀμφότερα εἰς μίαν ἑνότητα ἀνακεφα

 διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν ἀνειμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» 4.4 πορεύονται

 σύμβολα νοητῶν ἐστιν, ἄκουε. ἐπεδήμησε γὰρ ὁ σωτήρ, ἵνα τὴν τοῦ ἀνθρώπου ψυχὴν προηγουμένως εὐεργετήσῃ. 6.3 ἀλλ' ἐπειδὴ τοῦτο τοῖς πολλοῖς ἄγνωστον ἦν

Homilia in illud: Ite in castellum

Τοῦ αὐτοῦ Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τό· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ'

αὐτῆς· λύσαντες ἀγάγετέ μοι.» 1.1 Πάλιν ἡμᾶς εὐεργετῶν ὁ κύριος καὶ τὴν οἰκείαν ἑαυτοῦ εἰς ἡμᾶς ἐκτείνων χάριν ὁμοῦ καὶ διὰ τῆς ἑαυτοῦ διδασκαλίας τὰς ἡμετέρας διεγείρει ψυχάς. 1.2 τοῖς γὰρ ἐν τῷ βίῳ τούτῳ μοχθήσασι καὶ περισπασθεῖσιν ἐν τοῖς αὐτοῦ πράγμασιν ὁ θεὸς τὸν αἰῶνα τοῦτον ἐν καρδίᾳ δέδωκεν, ὅπως γνόντες γνώσονται οἱ ἄνθρωποι, ὅτι οὐ τοὺς αἰῶνας διαμένουσιν, ἀλλὰ τὸν αἰῶνα τοῦτον φαντάζονται. 1.3 ἵνα οὖν καὶ τοῦ μέλλοντος αἰῶνος πρόνοιαν ποιή σωνται, ἔμφυτον ἡμῖν μάθησιν διὰ τοῦ αὐτεξουσίου ἐχαρίσατο. πάντες οὖν οἱ ἄνθρωποι σοφοί τε καὶ ἄφρονες, ἄρχοντες καὶ ἰδιῶται, πλούσιοι καὶ πένητες, ἴσασιν, ὅτι θάνατος πάντας διαδέξεται. 1.4 τοῦτο γάρ ἐστι τὸ τὸν αἰῶνα τοῦτον φαντάζεσθαι, τουτέστιν ἕκαστον τὸ ἑαυτοῦ τέλος πρὸ ὀφθαλμῶν ἔχειν. 1.5 πολλοὶ δὲ καὶ τοῦτο εἰδότες, ὅτι θάνατος αὐτοὺς διαδέξεται, οἴονται μετὰ τοῦτον τὸν αἰῶνα ἔσεσθαι ὡς οὐχ ὑπάρξαντες. 1.6 οἷοι ἦσαν οἱ εἰπόντες· «ὀλίγος ἐστὶ καὶ λυπηρὸς ὁ βίος ἡμῶν καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν. δεῦτε οὖν,» φησί, «καὶ ἀπολαύσω μεν τῶν ὄντων ἀγαθῶν· οἴνου πολυτελοῦς καὶ μύρων ἐμπλησθῶμεν.» 1.7 τούτους δὲ καὶ ὁ θεσπέσιος Παῦλος διατίθησι λέγοντας· «φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.» 1.8 εἰ τοσοῦτον οὖν ἴσχυσαν γνῶναι οἱ ἄθλιοι, ὅτι «ὀλίγος ἐστὶ καὶ λυπηρὸς ὁ βίος» αὐτῶν, πῶς τὸν τῶν ἀγαθῶν ποιητὴν τάχιον οὐχ εὗρον; 1.9 μόνον οὖν σοφοῦ ἐστι γνῶναι τὰς αἰτίας τῶν γενομένων. οἶδε γὰρ ὁ σοφὸς καὶ πῶς ἐγένοντο καὶ οὗ χάριν ἐγένοντο. οἶδεν ὅτι τῶν πάντων ὁ θεὸς ποιητής ἐστιν. 1.10 ἤκουσε γὰρ τοῦ ἀποστόλου λέγοντος· «εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.» 1.11 οἱ δὲ τῷ βίῳ τούτῳ χρησάμενοι ὡς ἐν ἡμέραις νεότητος σπουδαίως καὶ τῇ ἑαυτῶν κακίᾳ καταδαπανηθέντες, ἀπ' ἀρχῆς μέχρι τέλους οὐκ ἔγνωσαν τὰ ποιήματα τοῦ θεοῦ. εἰ γὰρ ἦσαν ἀκριβώσαντες περὶ τούτων τὸν νοῦν πάντως ἂν καὶ τὸν τούτων δημιουργὸν θεὸν τάχιον ἐπεγίνωσκον. 1.12 «ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.» ὁδῷ οὖν κέχρηται ἀγούσῃ τοὺς ἀνθρώπους ἐκ τῶν κτισμάτων ἐπὶ τὸν τῶν ἁπάντων κτίστην καὶ δημιουργόν. 2.1 Ταῦτα μὲν προσεθήκαμεν τῷ λόγῳ, ἐπειδήπερ πάντες ὡς πρόβατα ἐπλανήθησαν καὶ ὅτι «φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον» ὅτι «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος ἐσφίγγετο.» 2.2 «ἐβασίλευσε» γὰρ «ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρ τήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ.» 2.3 ἀλλ' ἐπεδή μησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς λυτρούμενος τοὺς αἰχμαλώτους καὶ ζῳοποιῶν τοὺς τεθανατωμένους. 2.4 ἀμέλει καὶ ὁ θεσπέσιος ἀπόστολος τοῦτο ἐπιστάμενος ἔγραφε λέγων· «εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον τῷ τοῦ ἑνὸς δικαιώματι εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» 2.5 ἐπεδήμησε τοιγαροῦν πρὸς ἡμᾶς ὁ ζῶν καὶ ἐνεργὴς τοῦ θεοῦ λόγος, ἡ εἰκὼν ἡ ἀπαράλλακτος, ὁ υἱὸς ὁ μονογενής, «δι' οὗ γεγόνασιν οἱ αἰῶνες, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος.» 2.6 διὸ ἀποστέλλει δύο μαθητὰς εἰς τὴν κατέναντι κώμην λέγων πρὸς αὐτούς· «πορεύθητε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ' αὐτῆς· λύσαντες

1