Homilia in illud: Nunc anima mea turbata est26.1240 Τῆς ὁμοιώσεως τοῦ Κυρίου τῆς πρὸς ἡμᾶς ἡ ὠφέλεια μεγάλη, ὅτι καὶ ἡμεῖς ὁμοιούμεθα πρὸς αὐτόν. Εἰ γ

 φανῆναι τῷ σαρκικῷ θελήματι συγχωροῦντος τοῦ θεϊκοῦ. Τὸ γὰρ, Τί εἴπω; ὥσπερ ἐγκόπτοντός ἐστι ῥῆμα, ὡς φανῆναι μὲν ἡμῖν, ὅτι καὶ σὰρξ ἀληθὴς, ὑποταττομ

Homilia in illud: Nunc anima mea turbata est26.1240 Τῆς ὁμοιώσεως τοῦ Κυρίου τῆς πρὸς ἡμᾶς ἡ ὠφέλεια μεγάλη, ὅτι καὶ ἡμεῖς ὁμοιούμεθα πρὸς αὐτόν. Εἰ γὰρ μὴ αὐτὸς ὡμοίωτο πρὸς ἀνθρώπους, οὐκ ἠδύναντο οἱ ἄνθρωποι ὁμοιοῦσθαι πρὸς Θεόν. Ἀλλὰ πρὸς Θεὸν ἄνθρωπον γενόμενον ὁμοιοῦνται ἄνθρωποι. Ἔδει δὲ τὸν εἰς ὁμοίωσιν ἡμῶν καταβαίνοντα, κατὰ τοῦτο μάλιστα ὁμοιωθῆναι, καθ' ὃ μεταβολῆς ἐδεό 26.1241 μεθα. Ἐδεόμεθα δὲ κατὰ τὰ πάθη, ἵνα ταῦτα εἰς ἀπάθειαν μεταστῇ. Μηδεὶς δὴ ἀπιστείτω περὶ τῶν παθῶν οἰόμενος τρέπεσθαι τὴν θεότητα, ἀλλὰ προσγενόμενον αὐτῇ τὸ πάθος ἀπὸ τοῦ σαρκικοῦ καὶ ψυχικοῦ κινήματος ἐνθυμείσθω, καὶ προσγινόμενον καὶ νικώμενον. ∆ιὰ γὰρ τοῦτο προσγέγονεν, ἵνα νικηθῇ· καὶ ἀπὸ τούτου νενίκηται, ἵνα ἡ πᾶσα ἀνθρώπων φύσις κατὰ τὸ συγγενὲς εὐεργετηθῇ. Ἐκεῖθεν γὰρ ἀρξάμενοι μετασχηματιζόμεθα πάντες ἐκ πασχόντων ἀπαθεῖς, καὶ ἀπὸ νεκρῶν ζῶντες καθιστάμενοι. Μὴ οὖν ταραττέσθω τις εἰς ἀπιστίαν, εἰ λέγει Θεὸς ὢν ὁ Κύριος ἅμα καὶ ἄνθρωπος· Νῦν ἡ ψυχή μου τετάρακται. Τοῦτο γὰρ ἐγένετο, τῆς μὲν θεότητος εἰκούσης, τῆς δὲ σαρκὸς ἐγειρομένης· δυνατὸν ὂν τῇ θεότητι κωλῦσαι τὴν ταραχὴν, ἀλλ' οὐ βουλομένης αὐτῆς, ἵνα μὴ τὴν ὁμοίωσιν τὴν πρὸς ἡμᾶς διαλύσῃ. Τοιοῦτο δή τι νοητέον ἐκ τῶν καθ' ἡμᾶς πραγμάτων· κεκραμένον μέλι πρὸς ὕδωρ, οὐ δὴ τὸ μέλι μεταβέβληται, ἀλλὰ τὸ ὕδωρ ἐπλεόνασεν. Ὅτε δὴ κίνημά τι τῆς σαρκός ἐστιν ἐν τῷ Κυρίῳ, τοιοῦτό τι λάβωμεν ὁμοίωμα, ὥσπερ ὕδατος ἐν μελικράτῳ πλεονασμόν. Ὅταν δὲ πάλιν τὸ θεϊκὸν ἐμφαίνηται, καὶ ἐνεργῇ δυνάμεις, καὶ δείκνυσι τὴν ἐξουσίαν, τοιαύτην ὁμοίωσιν λάβωμεν, ὥσπερ τοῦ μέλιτος ἐπικρατοῦντος τὸ ὕδωρ. ∆υνατὸν γὰρ τῇ θεότητι τοῦτο, ποτὲ μὲν τῇ σαρκὶ παραχωρεῖν εἰς τὸ πλεονάσαι, ποτὲ δὲ αὐτὴν ἐπικρατῆσαι ἀναιροῦσαν τὸ πάθος καὶ τὸ τῆς σαρκὸς ἀσθενές. Τεκμήριον δὲ τεσσαράκοντα ὅλας ἡμέρας ἀπέχεται τροφῆς σωματικῆς καὶ οὐ πεινᾷ τὸ σῶμα. Μετὰ γὰρ ταῦτα, καθὼς γέγραπται, πεπείνακεν. Ἐνταῦθα σαρκὸς πλεονασμός· εἶτα ἐπείνασε μετὰ τὸν τοσοῦτον χρόνον. Ἐπλεόνασε τὸ τῆς σαρκὸς διὰ τοῦτο, ἵνα καὶ πεῖρα προσενεχθῇ, καὶ ὁ πειράζων καταισχυνθῇ, καὶ ὁ ἐξ ἀρχῆς ἄνθρωπος διὰ βρῶμα πεσὼν δι' ἐγκράτειαν βρώματος ἀναστῇ. Φέρει δὲ καὶ τὴν ταραχὴν τῆς σαρκὸς ἐπὶ τῷ θανάτῳ προσιόντι. Καὶ πῶς γὰρ ἔμελλεν ὑπήκοος γενέσθαι τὴν ἡμετέραν ὑπακοὴν πληρῶν ἀνθ' ἡμῶν, εἰ μὴ καὶ προσεναντίωμα ἔσχε, καὶ τοῦ ἐναντιώματος ἐπεκράτησεν; Ἡμῖν γὰρ ἐπειδάν τι ἐκ σαρκὸς ἐναντίωμα γένηται, εἰ παρακούσαιμεν τοῦ προστάγματος, νικηθέντες σαρκὶ, τοῦτον τὸν τρόπον ἡ ἁμαρτία συμβαίνει. Οὐκοῦν ἐν τῷ Κυρίῳ τὸ μὲν ἐναντίωμα ἔδει γενέσθαι τὸ ἀπὸ τῆς σαρκὸς, νικῆσαι δὲ τὴν ὑπακοήν. Εἰ γὰρ καὶ Θεὸς, ἀλλ' ἐν σαρκὶ καὶ κατὰ σάρκα τὴν ὑπακοὴν πληροῖ, καὶ τοῦ θελήματος τῆς σαρκὸς τῷ θελήματι τῆς θεότητος κρατεῖ, καθάπερ εἴρηκεν· Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, ἴδιον λέγων θέλημα αὐτοῦ τὸ τῆς σαρκός. Ἐπεὶ καὶ ἡ σὰρξ ἰδία αὐτοῦ γέγονεν· οὐ γάρ ἐστι θέλημα Υἱοῦ θεϊκὸν θελήματος Θεοῦ κεχωρισμένον. Ἔδει δὲ τὸ τῆς σαρκὸς θέλημα κινηθῆναι, ὑποταγῆναι δὲ τῷ θελήματι τῷ θεϊκῷ. Καὶ οὕτως αἱ τῶν ἀνθρώπων παρακοαὶ λύονται διὰ τῆς παραδόξου ταύτης ὑπακοῆς, ἣν Χριστὸς ὑπήκουσεν 26.1244 ὑπὲρ ἡμῶν. Ὅρα δὴ, τοῦ κινήματος τοῦ σαρκικοῦ γενομένου, τί φησι· Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Τὸ, Τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης, ἐφθέγξατο κατὰ τὴν κίνησιν τῆς σαρκός· τὸ, διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, θεότητος ὑπερνικώσης φθέγγεται, σχεδόν τοι μηδὲ

1