Homilia in sanctos patres et prophetas

 Θεὸς λέγει πρὸς αὐτόν· Θέλεις, ὁ ∆αβὶδ, καταπολεμηθῆναι τοὺς ἐχθραίνοντάς σοι; Ὁ δὲ ∆αβίδ· Ναὶ, Κύριε, καὶ πάνυ αὐτοὺς θέλω καταπολεμηθῆναι. Ὁ δὲ Μονο

 συνηγορῶν σοι τὴν ἀλή θειαν. Ὁ δὲ Ναβουθέ· Ναὶ, ∆έσποτα, ἔχω συνήγορον δικαιότατον, ἁρματηλάτην Ἡλίαν· ἡ δὲ δίκη μου συγκροτεῖται μετὰ τῶν ψευδομαρτύρ

 εὐκταιοτάτης φωνῆς· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Εἶτα, πληρωθείσης

Homilia in sanctos patres et prophetas

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Εἰς τοὺς ἁγίους Πατέρας καὶ προφήτας, καὶ εἰς τὴν πάνσεπτον Ἐκκλησίαν, καὶ εἰς τὸν λδʹ ψαλμὸν

ὁμιλία. Ἡ ποδηγοῦσα πίστις εἰς τὴν ὁδὸν τῆς θεογνωσίας, καὶ τὴν ἐνάρετον καὶ ἀκατάληπτον πολιτείαν, οὐ νεωτέραν ἔχει τὴν ἀρχὴν, καθώς φασιν ἀνόμιμοι καὶ ἀλιτήριοι Ἰουδαῖοι· ἀλλ' ἄνωθεν ἐκ τῶν ὁσίων καὶ εὐσεβῶν Πατέρων, λέγω δὲ τοῦ Ἄβελ, καὶ τοῦ Ἐνὼχ, καὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, καὶ τῶν ἄλλων δὲ 28.1064 πάντων δικαίων. Καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ μυροφόρον ἀγγεῖον, τὸν στύλον τῆς ἀληθείας Παῦλον, γράφοντα ταῦτα ἐπὶ λέξεως καὶ λέγοντα· Πίστει Ἄβελ πλείονα θυσίαν παρὰ Κάϊν προσεδέξατο ὁ Θεός· ὅθεν καὶ ζῇ εἰς τὸν αἰῶνα. Πίστει Ἐνὼχ εὐαρεστήσας τῷ Θεῷ, μετετέθη εἰς τὸν παράδεισον, μὴ θεασάμενος μηδὲ τὸν κοινὸν θάνατον τῆς φύσεως. Πίστει Νῶε κατεσκεύασε τὴν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, χαρακτηρίζων τὴν ἀνεκλάλητον Ἐκκλησίαν, ἔχουσαν διόροφα καὶ τριό ροφα, ἐπίκλησιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύ ματος. Πίστει Ἀβραὰμ, ἐξελθὼν ἐκ τῆς Χαλδαϊκῆς χώρας, παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἀπεκδεχόμενος τὴν ἐπουράνιον πόλιν, τὴν ἄνω Ἱερου σαλὴμ, τὴν μητέρα τῶν πρωτοτόκων, ἧς τεχνίτης καὶ δημιουργὸς μόνος ὁ Θεός. Πίστει Ἰσαὰκ ἀναφερό μενος ἐπὶ τὸ θυσιαστήριον, οὐκ ἀπεδάκρυσεν, εἰδὼς, ὅτι εἰκονίζει τὸν ἀμνὸν τὸν μέλλοντα αἴρειν τὴν ἁμαρτίαν τοῦ κόσμου. Πίστει Ἰακὼβ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ, ἐκμηνύων ἀντικρὺ τὸν νικοποιὸν καὶ τρισμακάριον σταυρόν. Πίστει, Ἰωσὴφ τελευτῶν ἐνετείλατο τοῖς υἱοῖς Ἰσραὴλ περὶ τῶν ὀστέων αὐτοῦ, ἐξαγαγεῖν αὐτὰ ἐκ τῆς Αἰγύπτου, ἵνα μὴ μέλλουν (sic) οἱ Αἰγύπτιοι ὡς Θεὸν αὐτὰ σέβεσθαι. Πίστει Ῥαὰβ οὐ συναπώλετο τῇ πόλει Ἱεριχὼ, δεξαμένη μετ' εἰρήνης τοὺς κατασκόπους. Πίστει Μω σῆς ἐποίησε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵμα τος, πρὸς τὸ καὶ ἡμᾶς πίστει ἐπιτελεῖν τὸ σωτήριον Πάσχα, καὶ μὴ ἐν ὑποκρίσει («Πᾶν γὰρ τὸ μὴ ἐκ πίστεως γενόμενον ἁμαρτία ἐστί»)· χρίοντας τῷ αἵματι οὐκ ἐπὶ τῶν δύο σταθμῶν τῶν θυρῶν, ἀλλὰ σφραγίζοντας ψυχὴν καὶ σῶμα· ἵνα ὁ Φαραὼ σὺν τῷ διαβόλῳ καταποντισθῇ εἰς τὸ πέλαγος τῆς Ἐρυθρᾶς θαλάσσης. Ἡμεῖς δὲ ὁ νέος Ἰσραὴλ μετὰ Μωσέως ᾄδωμεν τὴν ἐπινίκιον ᾠδήν. Πίστει οἱ προφῆται κατ ηγωνίσαντο βασιλείας, ἐπέτυχον ἐπαγγελιῶν, ἔφρα ξαν στόματα λεόντων, δηλονότι ὁ σοφὸς ∆ανιήλ· ἔσβεσαν δύναμιν πυρὸς, οἱ τρεῖς παῖδες δηλαδὴ, πατή σαντες τὴν φλόγα τοῦ πυρὸς δρόσου μαλακωτέραν. Ἕτεροι δὲ ἐτυμπανίσθησαν περὶ τοὺς ἄξονας τῶν τροχῶν μεληδὸν κλονούμενοι, μὴ παραδεξάμενοι τοῦ τυράννου Ἀντιόχου τὴν παράκλησιν, ὅτι «θύσατε καὶ γίνεσθέ μου φίλοι,» ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἐλιθάσθη ὁ φερώνυμος Στέφανος, περιθέ μενος τοῖς κροτάφοις τὸ στέφος τῆς δικαιοσύνης. Ἐπρίσθη Ἡσαΐας, ἀλλ' ἐγκωμιάζεται εἰς τὸν αἰῶνα. Ἀπέθανον ἐν μαχαίραις Ἰωάννης καὶ Ἰάκωβος· ἐφονεύθη Ζαχαρίας· περιῆλθον ἐν μηλωταῖς Ἡλίας καὶ Ἐλισσαῖος, καὶ ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι ὑπὸ ἀσυνέτων, μένοντες ἐν σπηλαίοις, καὶ ἐν ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ὅλος ὁ κόσμος ἄξιος. Αὐτοὶ γὰρ ἄξιοι ἦσαν, ὡς θεοφιλεῖς καὶ φιλάρετοι ἄνδρες. Λέγει δὲ καὶ ∆αβὶδ ἡ πνευματικὴ λύρα, καθὼς ἀρτίως ἠκούσαμεν διὰ τοῦ ὑποφωνηθέντος ἡμῖν ᾄσμα τος· «∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με· πολέ μησον τοὺς πολεμοῦντάς με.» Οὐκ ἐκφαίνων ταῦτα ὁ 28.1065

1