Narratio de cruce seu imagine Berytensi

 εἰκὼν τοῦ Κυρίου. Παραγενόμενοι δὲ ἐν τῇ οἰ κίᾳ, εἰσπηδήσαντες ἔσωθεν τῆς οἰκίας οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ ὄχλος, ὁρῶσι τὴν εἰ κόνα το

 ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς

 ψυχῶν ἐπιστρεψάντων εἰς ζωὴν αἰώνιον. Ταῦτα ἐσπούδασα δηλῶσαι τῇ ὑμετέρᾳ θεοφιλίᾳ, ὦ προσφιλέστατοι ἀδελφοὶ ἠγαπημένοι, εἰς ὠφέλειαν καὶ ἀκοὴν τῶν ἐντ

 οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφόρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰ

 ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶτον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν, καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπήδη

Narratio de cruce seu imagine Berytensi

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Λόγος εἰς τὸ θαῦμα τὸ γεγονὸς ἐν Βηρυτῷ, περὶ τῆς τιμίας καὶ σεβασμίας εἰκόνος τοῦ Κυρίου

καὶ Θεοῦ ἡμῶν. Ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν καὶ παράδοξον θαῦμα, ὅπερ γέγονε νῦν ἐν ταῖς ἡμέραις ἡμῶν. Ἐμβλέψατε εἰς τὴν ἄπει ρον ἀγαθότητα τοῦ Θεοῦ, δότε αὐτῷ δόξαν, κατανοήσατε τὴν ἄφατον φιλανθρωπίαν καὶ τὸ μέγεθος τῆς αὐτοῦ οἰκονομίας, καὶ θρῆνον μετ' εὐφροσύνης ἀναλάβετε. Ἐπὶ μὲν Θεοῦ οὐδὲν ξένον. Ἐν γὰρ τῷ παραδόξῳ τούτῳ θαύματι, ὃ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξέστησαν πᾶσαι αἱ καρδίαι τῶν ἀνθρώ πων. Ὄντως ἐξέστη ὁ οὐρανὸς ἐπὶ τὸ τετολμημένον, ἐταράχθησαν πᾶσαι αἱ καρδίαι τῶν ἀνθρώπων. Ὄν τως ἐξέστησαν πᾶσαι ἄβυσσοι, ὁ ἥλιος ἐσκοτίσθη, καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες ἐταράχθησαν, ὑπὸ τῷ οἰκονομηθέντι ὑπὸ τοῦ Κυρίου. Πᾶσαι αἱ τῶν οὐρανῶν δυνάμεις, ἀκούσατε, καὶ ἔκστητε, γενεαὶ τῶν γενεῶν, ᾧ γέγονεν παράδοξον θαῦμα ἐν ταῖς ἡμέραις ταύ ταις. Πόλις ἐστὶ Βηρυτὸς καλουμένη, τελοῦσα δὲ ὑπὸ Ἀντιόχειαν. Ἐν αὐτῇ τῇ πόλει πλήθη πολλὰ ἦν τῶν Ἰουδαίων. Πλησίον δὲ τῆς συναγωγῆς αὐτῶν Χρι στιανός τις λαβὼν κελλίον κατέμενεν. Ἐποίησε δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁλόστατον, ἐζωγραφημένην ἐν ὡραιότητι πολλῇ. Χρόνου δὲ διελ θόντος, ἠθέλησεν ἀναχωρῆσαι ὁ Χριστιανὸς ἐκ τοῦ αὐτοῦ κελλίου. Ἐπεζήτησεν οὖν ἕτερον κελλίον μεῖ ζον, ὡς χρείαν ἔχων αὐτοῦ, ἅμα δὲ καὶ πλησιάζειν αὐτὸν τοῖς Ἰουδαίοις. Εὑρὼν δὲ οἴκημα ἕτερον, μετ ῆρεν ἐκεῖθεν, λαβὼν πάντα τὰ ὑπάρχοντα αὐτοῦ. Κατ' οἰκονομίαν δὲ τοῦ Θεοῦ, τοῦ θέλοντος πάντα ἄνθρωπον σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ θεῖν, δεικνύων τὰ θαυμάσια αὐτοῦ πᾶσι τοῖς πιστεύ ουσιν αὐτῷ ἐν ἀληθείᾳ. Λαβὼν δὲ ὁ Χριστιανὸς ἅπα σαν τὴν οὐσίαν αὐτοῦ, ὡς προλέλεκται, κατελείφθη ἡ εἰκὼν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μόνη, λησμονήσας αὐτὴν ἐν τῷ κελλίῳ. Ἰουδαῖος δέ τις λαβὼν τὸ κελλίον αὐτοῦ τοῦ οἰκεῖν ἐν αὐτῷ, ἔνθα ἦν ἡ εἰκὼν τοῦ παμβασιλέως Χριστοῦ, εἰσαγαγὼν δὲ πάντα τὰ ὑπάρχοντα αὐτοῦ εἰς τὸ κελλίον κατέμενε, μὴ θεωρήσας τὴν εἰκόνα τοῦ Κυρίου, ὅτι ἵσταται ἐκεῖ, οὐδὲ κατενόησε τὸν τό πον ἐκεῖνον. Μιᾷ δὲ τῶν ἡμερῶν ἐκάλεσεν Ἑβραῖον, 28.800 ἵνα φάγῃ μετ' αὐτοῦ· ἐν δὲ τῷ ἀριστᾷν αὐτοὺς, ἐπ άρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ Ἰουδαῖος ὁ κεκλημένος, εἶδε τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λέγει τῷ καλέσαντι αὐτὸν Ἰουδαίῳ· Σὺ, Ἰουδαῖος ὢν, πῶς τὴν εἰκόνα τούτου ἔχεις; ὕβρεις τε παμπόλ λας καὶ ἀθεμίτους ἐκ τοῦ μιαροῦ αὐτοῦ στόματος εἰ πόντος κατὰ τῆς τιμίας εἰκόνος τοῦ ∆εσπότου, ἃς οὐκ ἔξεστιν οὐδὲ εἰς διάνοιαν ἀνθρώπων ἐλθεῖν· μὴ γένοιτο! ὑποδεικνύων δὲ τὴν εἰκόνα τὸν καλέσαντα Ἑβραῖον ὁ κληθεὶς, ἤρξατο ὁ Ἑβραῖος ὀμνύειν κατὰ τῆς Ἰουδαϊκῆς πίστεως, ὅτι Μέχρι τῆς ὥρας ταύτης οὐκ ἐθεασάμην τὴν εἰκόνα ταύτην. Ὁ δὲ Ἑβραῖος ὁ κληθεὶς ἐσιώπησεν. Ἀναστὰς δὲ ἀπῆλθεν πρὸς τοὺς Ἰουδαίους, τοὺς πρώτους αὐτῶν ἱερεῖς καὶ νομοδιδα σκάλους, καὶ λέγει αὐτοῖς, ὅτι Ὁ δεῖνα ὁ Ἑβραῖος εἰκόνα ἔχει τοῦ Ναζωραίου ἐν τῷ οἴκῳ αὐτοῦ, κἀγὼ οἰκείοις ὀφθαλμοῖς ἐθεασάμην αὐτήν. Οἱ δὲ ἀκούσαν τες εἶπον· Πῶς δύνασαι τοῦτο ἀποδεῖξαι; Λέγει πρὸς αὐτούς· Ἀκολουθήσατέ μοι, κἀγὼ ὑμῖν ὑποδείξω αὐτήν. Συνεβουλεύσαντο δὲ, ἵνα πάντες πρωῒ παρα γενόμενοι καταλάβωσιν τὸ κελλίον, ἐν ᾧ ἦν ἡ εἰκὼν τοῦ Κυρίου. Πρωΐας δὲ γενομένης, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι αὐτῶν, καὶ παραλαβόντες τὸν Ἰουδαῖον, ἀπέρχονται ἐν τῷ οἴκῳ τοῦ Ἑβραίου, ἔνθα ἦν ἡ

1