Quaestio 136 e quaestionibus ad Antiochum ducem

Quaestio 136 e quaestionibus ad Antiochum ducem

52 Τὸν τὰς θείας γραφὰς μὴ δεχόμενον ἐξ αὐτῆς λοιπὸν τῆς τῶν πραγμάτων φύσεως περὶ θεογνωσίας πεῖσαι ὀφείλομεν. ὁρῶμεν γάρ τινας οὐσίας ἐν τῇ κτίσει οὐ κατὰ φύσιν, ἀλλ' ὑπὲρ φύσιν μετ' ἀλλήλων ὑπαρχούσας. οἷόν τι λέγω. φύσις ἡ τῶν ὑδάτων οὐσία ῥευστική ἐστιν καὶ κατωφερής. πῶς οὖν ὁρῶμεν τοὺς λεγομένους σίφωνας ἐκ τῆς θαλάσσης ὕδωρ πρὸς τὰς νεφέλας ἕλκοντας; τὸ δὲ θαυμαστότερον, ὅτι ἁλμυρὸν ἀνερχόμενον, γλυκεῖα ταῦτα ἐπὶ τῆς γῆς διὰ τῶν ὄμβρων καταφέρονται. πῶς δὲ πάλιν ἡ τῶν λίθων καὶ σωμάτων φύσις βουλληστικὴ κατὰ φύσιν ὑπάρχουσα ὁρᾶται ἄδυτος καὶ ἀβούλληστος ἐν τοῖς ὕδασιν τῆς Μαρμαρικῆς Πενταπόλεως; οὐ μόνον δὲ, ἀλλὰ γὰρ καὶ ὕδατος καὶ πυρὸς ἐναντία ἡ φύσις ὑπάρχουσα ἐν τῷ ἅμα ἦν ὅτε ἐν Λυκίᾳ ἐν τῷ ὄρει τῷ λεγομένῳ Ὀλύμπῳ, καθὼς μυριάδες ἀνδρῶν ἑωράκασιν. καὶ ἄλλα δὲ μυρία τούτοις ὅμοια καὶ παράδοξα ἐν τῇ κτίσει ἔστιν τε καὶ ὀνομάζεται καὶ θαυμάζεται· ἅπερ ἅπαντα οὐκ ἂν οὕτως ὑπὲρ φύσιν γενέσθαι ἔμελλον, εἰ μὴ οὐσία θεοῦ τις ἐν αὐτοῖς ἦν δεσπόζουσα καὶ τούτοις ἐπιτρέπουσα ἀλλήλοις μὴ ἀντιτάττεσθαι. πῶς δὲ πάλιν, λεγέτωσαν ἡμῖν Ἑλλήνων παῖδες, βροντῆς στερρᾶς γινομένης πᾶσα ἡ τῶν ἀνθρώπων φύσις τρέμει, φρίττει τε καὶ ἐξίσταται, μηνύουσα διὰ τοῦ σχήματος ὡς ὑπὸ δεσπότην ἐστὶν τὸν τὰς βροντὰς ἐργαζόμενον; ταῦτα μὲν πρὸς τοὺς ἀφελεστέρους τῶν Ἑλλήνων εἰς θεογνωσίαν φέρουσιν τὰ ὑποδείγματα. πρὸς γὰρ τοὺς παρ' αὐτῶν σοφοὺς ἐκ φιλοσόφων ἀρχαίων δυνατῶν μαρτυρίαις πολλαῖς περὶ θεοσεβείας χρήσασθαι. οὐ μόνον θεοσέβειαν τινῶν Ἑλλήνων σοφοὶ ἔφρασαν, ἀλλὰ καὶ τὴν Χριστοῦ οἰκονομίαν ἀμυδρῶς προεμήνυσαν. καὶ γοῦν τις τῶν παρ' αὐτοῖς σοφῶν πρὸ πολλῶν τῆς Χριστοῦ ἐπιδημίας χρόνων φησὶν ὅτι ἥξει ἡ νεᾶνις ἔχουσα ἡμῖν οὐράνιον γόνον. καὶ ἄλλος πάλιν ἔφρασεν οὕτως. ὀψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην κατέρχεται ὁ θεὸς γῆν, καὶ δίχα πταίσματος σὰρξ γενήσεται, ὡς κατάκριτος ἐν ξύλῳ κρεμασθήσεται, καὶ ἀνίατα πάθη θεραπεύσει.

1