Scholia in Acta Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ πρὸς Νουατιανοὺς βʹ λόγου.

 εἰπεῖν· Ἐγὼ μὲν οὐκ εἰμὶ ἱκανὸς ὑπὲρ ἐμαυτοῦ δεηθῆναι· ὑμεῖς δὲ δεήθητε ὑπὲρ ἐμοῦ πρὸς Κύριον. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς τοὺς Νουατιανοὺς τοὺς ἑαυτοὺς ὀνο

Scholia in Acta Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ πρὸς Νουατιανοὺς βʹ λόγου.

Εἰ ἔμενε, φησὶν, ὑμῖν ἔμενε, καὶ πραθὲν ἐν τῇ ὑμετέρᾳ ἐξουσίᾳ ἦν. Ἐπειδὴ δὲ, φησὶν, ἐπεχειρήσατε πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ εἰς τοῦτο συνεφωνήσατε, λήψεσθε πεῖραν οὗ ἠθελήσατε. Σωφρονισθήσονται δὴ, καὶ φοβηθήσονται καὶ ἄλλοι πειράσαι, δι' ὑμῶν τὴν πεῖραν λαβόντες.

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Νουατιανοὺς πραγματείας. Κατανοῆσαι δεῖ καὶ ἐνταῦθα, ὅτι ἀρχὴ ἦν τοῦ κηρύγματος, καὶ μέγα μὲν ἐτόλμησαν οὗτοι, πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον ἐπιχειρήσαντες· μεγάλη δὲ τοῖς ἄλλοις ἀδελφοῖς ὠφέλεια γέγονεν ἡ τούτων τιμωρία· ἐπαιδεύθησαν γὰρ, καὶ ἐδιδάχθησαν, ὅτι οὐ δεῖ κατὰ τοῦ Πνεύματος τολμᾷν, οὐδὲ πειράσαι τοῦτο ἐπιχειρεῖν. Ὥσπερ ἄνθρωπος ὑπὸ ἀνθρώπου ἱερέως βαπτιζομένου φωτίζεται τῇ τοῦ ἁγίου Πνεύματος χάριτι, οὕτως καὶ ὁ ἐξομολογούμενος ἐν μετανοίᾳ διὰ τοῦ ἱερέως λαμβάνει τὴν ἄφεσιν χάριτι Χριστοῦ. ΚΕΦ. Ηʹ, ς. κδʹ. ∆εήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον. ἈΘΑΝΑΣΙΟΥ Ἐκ τοῦ πρὸς λεγομένους Καθαροὺς λογ. γʹ. Πρὸς οὖν τὴν ὑποκειμένην αὐτοῦ πικρίαν, καὶ ταύτην αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ ἐπιχείρησιν Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς εἶπε πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλμαν σου ταύτην, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι, οὐκ ἔστι σοι μερὶς, οὐδὲ 26.1317 κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. Καὶ τοσαῦτα κατ' αὐτοῦ εἰπὼν ὀρθῶς καὶ δικαίως, οὐδὲν τούτων ἀνίατον ἡγησάμενος τῷ τῆς μετανοίας φαρμάκῳ, θεραπευτικὰ δὲ ταῦτα κρίνας εἶναι, ἐπήγαγε· Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου, καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἦ ἐπίνοια τῆς καρδίας σου. Μέγα γάρ σοι καὶ τοῦτο. Καὶ μὴ ἤδη τὴν δωρεὰν οὕτως ἀκαθάρτως καὶ ῥυπαρῶς διὰ χρημάτων σπεῦδε. Ἀλλὰ τέως τῆς πικρίας σου καὶ τῆς κακῆς ταύτης ἐπινοίας παυσάμενος, μετανόησον, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου, οὐχ ὡς ἀμφιβάλλων, ἀλλ' ὅτι δυσίατα πάθη, οὐκ ἀνίατα μέντοι, ἀλλὰ δυσίατα. Εἰ γὰρ ἦν ἀνίατον, περισσὸν ἦν τό· Μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου. Ἀλλ' ὅτι ἡ μετάνοια μὲν ἰσχύει διὰ τούτων, ὅτι δὲ μετὰ πολλῆς μετανοίας καὶ ἐπιμελείας χρεία τοῖς βαρυνθεῖσιν εἰς κακίαν, παριστὰς ἐπήγαγεν· Εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. Καὶ τοσοῦτον ἴσχυεν ἡ εἰς μετάνοιαν προτροπὴ τοῦ μεγάλου τούτου ἀποστόλου καὶ πρὸς τὸν τοσοῦτον μάγον, καὶ πρὸς τὸν οὕτω χολῆς καὶ πικρίας μεστὸν, καὶ τοσούτων κακῶν πεπληρωμένον, ὡς ἤδη ἐπιμελείας ἑαυτὸν δοῦναι, καὶ ταῦτα αὐτῷ εἰπόντι τὴν Γραφὴν ἐπιμαρτυρεῖν· ∆εήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον· οὐ γὰρ ἐμοὶ παῤῥησία μέτεστιν, ὅπως μηδὲν ἐπέλθῃ ἐπ' ἐμὲ, ὧν εἰρήκατε. Οὔτε δὴ ἀπηγόρευσε ταῦτα αὐτῷ ὁ θεῖος Ἀπόστολος, οὔτ' ἀπηρνήσατο. Πῶς γὰρ ὁ καὶ ὑποθέμενος καὶ εἰπών; Τοσοῦτον δὲ ὠφελήθη οὗτος αὐτὸς ὁ τηλικοῦτος μάγος ἀπὸ τῆς ἐλπίδος, τῆς εἰς μετάνοιαν, ὡς ἤδη τοσοῦτον τῆς πονηρίας καὶ πικρίας αὐτὸν μεταβληθέντα

1