Syntagma ad monachos

 παρασκευάσεις τὸν ἐν χρείᾳ πολλοῦ ὠνήσασθαι τὸ σόν, οὐχὶ φιλοκερδέστερον οὕτω καὶ μισανθρωπότερον ἢ κατὰ τὸν τόκον εὑρίσκῃ πρὸς τὸν ἀδελφὸν διακείμενο

Syntagma ad monachos

̓Εκ τοῦ συντάγματος τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, ὃ πρὸς μονάζοντας καὶ χριστιανοὺς πάντας κληρικούς τε καὶ λαϊκοὺς

συνετέθη.

Φυλακτέον μὴ δίλογον εἶναι, μὴ διχογνώμονα, μὴ ψεύστην, μὴ διάβολον, μὴ ἀναίσχυν 122 τον, μὴ αὐθάδη, μὴ ῥεμβόμενον, μὴ ἀκαίροις χρώμενον περιπάτοις, σαπρὸν λόγον μὴ προφέροντα τῶν χειλέων, μήτε μὴν τὸ παράπαν ὅρκον, ἀλλ' ἀρκούμενον τῷ ναὶ καὶ τῷ οὔ· κἄν που ἀνάγκη γένηται, προστιθέντα τὸ γίνωσκε, τὸ ἀλήθειαν λέγων, τὸ οὐ ψεύδομαι· τὸ δὲ σεβάσμιον ὄνομα ἐπὶ ὅρκῳ μὴ προσληπτέον, ἀλλ' οὐδ' ἕτερόν τινα τῶν ὅρκων, κατὰ τὸ θεῖον φαμὲν εὐαγγέλιον· οὐδὲν γὰρ τούτων προσήκει χριστιανοῖς, ἀλλὰ καὶ τῆς ἐκκλησίας ἐκβάλλει τὸν μὴ πεφυλαγμένως πρὸς αὐτὰ ἔχοντα. Μὴ γυμνοῦν ἑαυτὸν ἐνώπιόν τινος, ὅτι μὴ κατὰ ἀνάγκην ἢ ἀσθένειαν ἐν λουτρῷ γενόμενον. Τὸν ἀδελφὸν μὴ ῥακά, μὴ μωρὸν λέγειν. Ἑορταῖς ἐθνῶν μὴ συγκοινωνεῖν. Γοητείας [γοητείας μς.] ἢ τὰ καλούμενα περίαπτά τε καὶ φυλακτήρια μήτε δρᾶν, μήτε ἑτέρων ποιεῖν βουλομένων εἰς αὑτὸν ἀνέχεσθαι. Τὸ σῶμα πάσης αἰσχρότητος φυλάττειν 123 καὶ ἀσελγείας, καὶ μηδὲ γυναῖκα συνείσακτον, ὥς τινες ἀγαπητὰς ἐκάλεσαν, ἔχειν. Μὴ ἔχειν κατὰ τινὸς εἰς ψυχήν, τούτου γὰρ ἡ εὐχὴ τῷ θεῷ ἀπρόσδεκτος. Αἱρετικοῖς ἢ ἐθνικοῖς μὴ συνεύχεσθαι, μηδὲ παραβαίνειν νηστείαν τετράδος ἢ παρασκευῆς, ἐκτὸς τῆς πεντηκοστῆς τε καὶ τῶν ἐπιφανίων, εἰ μὴ βαρεῖά τις νόσος καταναγκάζει· λύειν δὲ τὴν νηστείαν ἐπιδημίᾳ τινὸς ἀδελφοῦ, οὐ τὴν τεταγμένην ταύτην, τουτέστι τετράδα καὶ παρασκευῆς καὶ τὴν τοῦ σωτηρίου πάθους τεσσαρακοστήν, ἀλλὰ τὴν ἐξ οἰκείου θελήματος αἱρεθεῖσαν, τὴν ἐν δευτέρᾳ δηλονότι καὶ τρίτῃ καὶ πέμπτῃ· σαββάτου καὶ κυριακῆς μηδαμῶς νηστευτέον, ὅτι μὴ τοῦ μεγάλου μόνου καλουμένου σαββάτου· ἡ δὲ τῆς τετράδος καὶ παρασκευῆς ὥρα μέχρις ἐνάτης [ἐννάτης Cor. 2a manu] παρατείνεσθαι τέτακται· ὃ δὲ πλέον αὐτὸς ποιήσεις καὶ ὑπερθέσεσιν ἡμερῶν δυνηθῇς χρήσασθαι, παρὰ τῇ σῇ τοῦτο προαιρέσει κείσθω. Ἐν κυριακῇ μέντοι ἣ κατὰ τὸν καιρὸν τῆς πεντηκοστῆς μήτε νηστευτέον, μήτε μὴν τὸ γόνυ κλιτέον, οὐ γὰρ ἐπιτρέπει τοῦτο θεσμὸς ἐκκλησίας, ἀλλὰ μηδὲ ἀνάσχῃς μηδὲ πεισθῇς ὅλως Μαρκιωνισταῖς ἢ ἑτέροις τισὶ τῶν αἱρετικῶν σαββάτου ἢ κυριακῆς νηστεῦσαι. Τῶν συνάξεων μὴ ἀμέλει καὶ τῶν ἁγίων μυστηρίων ἄξιον σεαυτὸν παρασκεύαζε, ἵνα μὴ εἰς κρῖμά σοι τὸ ληφθὲν ἀντὶ ἁγιασμοῦ γένηται. Πόδας ἀδελφῶν τῶν παραβεβληκότων σοι 124 πλῦναι μὴ ὑπερόψει, ζητηθήσηται γὰρ ἡ ἐντολὴ αὕτη ἐκ τῶν ὑπερηφάνως πρὸς αὐτὴν ἐσχηκότων κἂν ἐπίσκοποι εἶεν, ἐπείπερ ὁ κύριος ἡμῶν αὐτὸς πρῶτος χρησάμενος καὶ τὸν τύπον δοὺς μιμεῖσθαι παρήγγειλεν. Μὴ ἔσο φιλάργυρος, μὴ αἰσχροκερδής, μὴ φιλοκτήμων, μὴ φιλόπλουτος, ἀρέσαι γὰρ τοὺς τοιούτους θεῷ ἀδύνατον. Ἀλλὰ μηδὲ πραγματείαις ὅλως προσκείμενος, καίτοι γε χώρας οἶδά τινας, αἳ διὰ τὸ μήτε σπείρειν, μήτε τινὰς τῶν τεχνῶν μετιέναι, πραγματείαις ἀναγκάζονται χρῆσθαι, μηδ' εἰ μοναχοὶ εἶεν αὐτῆς ἀπεχόμενοι, ποιοῦσι δὲ τοῦτο κακῶς μὲν πλὴν ἐξ ἀνάγκης. Πρὸς τούτοις μηδὲ τόκον ληπτέον, μήτε μὲν προωνητέον πλείονος ὡς ἥττονος πωλήσοντα. Ἐπὶ χρήσει διδοὺς λάμβανε τὸ κεφάλαιον μόνον, τόκου χωρίς. Μὴ δολιεύσῃ ἐνώπιον τῶν ἀλαθήτων ὀφθαλμῶν τοῦ θεοῦ, εἰ γὰρ τῷ τόκον δῆθεν εὐλαβεῖσθαι παραιτούμενος τὸ δανεῖσαι

1