Vitae monasticae institutio

 ἡσυχίαν ὠφελείας μόνον ἀπολαύειν ποιεῖ. Τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶ ἐν ἐρήμῳ καρτέρησον, εἰ δυνατὸν τὸ καθόλου. Εἰς πόλιν μὴ ἀπαντήσῃς· οὐδὲν γὰ

Vitae monasticae institutio

28.845 ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ∆ΙΑΤΥΠΩΣΙΣ ΤΩΝ ΘΕΛΟΝΤΩΝ ΕΝ ΗΣΥΧΙΑ

∆ΙΑΓΕΙΝ. Τοιοῦτος ὁ μοναχὸς, καὶ οὕτω χρὴ εἶναι τὸν μοναχὸν, ἀπεχόμενον ἀπὸ γηΐνων πραγμάτων· οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστοῦ στρατιώτην, ἄϋλον, ἀμέριμνον, πάσης πραγματευτικῆς ἐννοίας καὶ πράξεως ἐκτός. Ἐν τούτοις ἤτω ὁ μοναχὸς, μάλιστα ὁ πᾶσαν ὕλην τοῦ κόσμου τούτου καταλιπών· καὶ ἐπὶ τὰ ὡραῖα κάλλη τῆς ἡσυχίας ἡ ἄσκησις, ἡδὺς ὁ βίος, ἡ πρᾶξις τερπνή. Βούλει τοιγαροῦν, ἀγαπητὲ, τὸν μονήρη βίον ἀναλαβεῖν, καὶ ἐπὶ τὰ τῆς ἡσυχίας ἀποτρέχειν τρό παια· ἄφες ἐκεῖ τὸν κόσμον καὶ τὰς τοῦ κόσμου φροντίδας, τάς τε ἐπὶ τούτων ἀρχάς τε καὶ ἐξουσίας, τουτέστι μόνος ἄϋλος ἔσο, ἀπαθὴς, πάσης ἐπιθυμίας ἐκτὸς, ἵνα, τῆς ἐκ τούτων περιστάσεως ἀλλότριος γενόμενος, δυνηθῇς ἡσυχάζειν καλῶς. Εἰ μὴ γάρ τις τούτων ἑαυτὸν ὑπεξάρῃ, οὐκ ἂν δυνηθῇ ταύτην κατ ορθῶσαι τὴν πολιτείαν. Τροφῶν βραχέων ἀντέχου καὶ εὐκαταφρονήτων, μὴ πολλῶν καὶ εὐπεριστάτων, ἢ μᾶλλον ἀπεριστάτων. Ἐὰν δὲ καὶ ὡς φιλοξενίας χάριν περὶ τὰ πολυτελῆ λογισμὸς γένηται, ἄφες τοῦτον ἐκεῖ, μὴ ὅλως πεισθῇς αὐτῷ· ἐνεδρεύει γάρ σε διὰ τούτου ὁ ὑπεναντίος, τοῦ ἀποστῆσαι τῆς ἡσυχίας. 28.848 Ὅρα μὴ ἐπιθυμήσῃς πλοῦτον ἔχειν πρὸς διά δοσιν τῶν πενήτων· κρεῖσσον γὰρ λόγος ἀγαθὸς ὑπὲρ δόμα· ἔστι γὰρ καὶ αὕτη ἀπάτη τοῦ πονηροῦ πρὸς κενοδοξίαν πολλάκις καὶ εἰς πολυπραγμοσύνης αἰτίαν ἐμβάλλουσα τὸν νοῦν. Περὶ δὲ ἱματίων, μὴ ἐπιθυμή σῃς πολλὰ ἔχειν ἱμάτια· ἀλλὰ τὰ ἀρκοῦντα τῇ ἀνάγκῃ τοῦ σώματος μόνα προνοοῦ. Ἐὰν δέῃ τροφῶν ἢ ἱματίων, μὴ αἰσχυνθῇς τὰ παρ' ἑτέρων σοι προσφε ρόμενα λαβεῖν· τοῦτο γάρ ἐστιν ὑπερηφανίας εἶδος. Ἐὰν δὲ καὶ αὐτὸς ἐν τούτοις περισσεύῃς, δίδου τῷ ὑστερουμένῳ· οὕτως ὁ Θεὸς τοὺς ἑαυτοῦ παῖδας οἰ κονομεῖσθαι βούλεται. Ἔχων τοῦ ἐνεστῶτος καιροῦ τὰ δέοντα, εἰς τὸν μέλλοντα μὴ μεριμνήσῃς καιρὸν, οἷον ἡμέρας μιᾶς, ἢ ἑβδομάδος, ἢ μὴν ἐνεστῶτος καιροῦ· αὐτὸς ὁ καιρὸς ἐπιχορηγήσει τὰ δέοντα. Ἀλλὰ μᾶλλον ζήτει μάλιστα τὴν βασιλείαν τῶν οὐ ρανῶν. Τῆς ἑαυτοῦ ὠφελείας πάντοτε φρόντιζε, καὶ τὸν τῆς ἡσυχίας περιποιοῦ τρόπον. Μὴ ἀγαπήσῃς οἰκῆσαι μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπερισπάστων· ἢ μόνος οἴκει, ἢ μετὰ ἀνθρώπων ἀΰλων καὶ ὁμοφρό νων· ὁ γὰρ μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπερισπά στων οἰκῶν, πάντως κοινωνήσει καὶ αὐτὸς τῇ τούτων περιστάσει, καὶ δουλεύσει ἀνθρωπίναις ἐπιταγαῖς, λαλιαῖς τε ματαίαις, καὶ τοῖς ἄλλοις ἅπασι δεινοῖς, ὀργῇ, λύπῃ, μανίᾳ τῶν ὑλῶν, φόβῳ τῶν σκανδάλων, γονικαῖς μερίμναις, συγγενικαῖς φιλίαις. Ἀλλὰ γὰρ τῆς πρὸς τούτους συντυχίας παραιτοῦ, μήποτέ σε ἀπολέσωσι τῆς ἐν τῷ κελλίῳ ἡσυχίας, καὶ περὶ τὰς ἑαυτῶν περιστάσεις ἀγάγωσιν. Ἐὰν δὲ καὶ τὸ κελλίον ἐν ᾧ καθέζῃ εὐπερίστα τον ᾖ, φεῦγε, καὶ αὐτοῦ μὴ φείσῃ, μὴ ἑλκυσθῇς εἰς ἀγάπην αὐτοῦ. Πάντα ποίει, πάντα πράττε, ὅπως δυνηθῇς ἡσυχάσαι, καὶ σχολάσαι, καὶ σπουδάσαι γενέσθαι ἐν τοῖς τοῦ Θεοῦ θελήμασι, καὶ ἐν τῇ πάλῃ τῶν ἀοράτων. Εἰ μὴ δύνασαι ῥᾳδίως ἡσυχάσαι ἐν τοῖς σοῖς μέρεσι, δός σου ἐπὶ ξενιτείαν τὴν πρόθεσιν, καὶ ἐπὶ ταύτην κατάσπευδέ σου τὸν λογισμόν· γενοῦ καθά περ τις πραγματευτὴς ἄριστος, τὰ πάντα πρὸς ἡσυχίαν δοκιμάζων, καὶ τὰ πρὸς ταύτην ἥσυχα καὶ χρήσιμα. Πλὴν λέγω σοι, ξενιτείαν ἀγάπα· ἀπαλλάττει γάρ σε τῶν κατὰ τὴν ἰδίαν χώραν περιστά σεων, καὶ τῆς κατὰ τὴν

1