Eclogae propheticae

 7.1 Αὐτίκα δι' ὕδατος καὶ πνεύματος ἡ ἀναγέννησις, καθάπερ καὶ 7.2 ἡ

 ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρ 12.9 τον πνεῦμα, συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα. διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθ

 αἰδούμενος ἤδη δι' ἀγάπην ὃν ἐφο 19.2 βεῖτο πρότερον· οὐ γὰρ ἔτι διὰ φόβον ἀπέχεται τῶν ἀφεκτέων, ἀλλὰ δι' ἀγάπην ἔχεται τῶν ἐντολῶν. αὐτό, φησί, τ

 διαχωριστικὴν ἔχει δύναμιν 25.3 ἐνεργειῶν ὑλικῶν. ἐπεὶ δὲ τὰ μὲν ἐξ ἀγεννήτου καὶ ἀφθάρτου γέγονεν, τὰ σπερματικὰ ζωῆς, <συνάγεται ὡς> ὁ πυρὸς καὶ ἀπο

 ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ' ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκο δομεῖ, οὕτως καὶ τῆς γραφ

 34.1 * * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων <ἔχοντες>, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλί

 ἐδούλευσέν μοι· κατὰ διαθήκην οὐκ ἔγνων. 43.2 Υἱοὶ ἀλλότριοι· τὰ τοῦ ἄλλου ἐζηλωκότες.

 πρωτόκτιστοι, μεθ' οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι, ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι.

 ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον <ἐλεύσεται>, ἐφ' ὃ μετῆλθεν <ὁ> πρὸ α<ὐ>το<ῦ> ἐν τῷ αὐτῷ. καὶ πάλιν ἐπαναβησόμενοι 56.7 κ<ατὰ> προκοπὴν ἀφίξοντα

Eclogae propheticae

ΕΚ ΤΩΝ ΠΡΟΦΗΤΙΚΩΝ ΕΚΛΟΓΑΙ

1.1 Οἱ ἀμφὶ τὸν Σεδράχ, Μισάκ, Ἀβδεναγὼ ἐν τῇ καμίνῳ τοῦ πυρὸς ὑμνοῦντες τὸν θεὸν λέγουσιν· "εὐλογεῖτε, οἱ οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας." εἶτα· "εὐλογεῖτε, ἄγγελοι, τὸν κύριον." εἶτα· "εὐλογεῖτε, ὕδατα καὶ πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον." οὕτως ἐπὶ δυνάμεων τάσσουσιν αἱ γραφαὶ καθαρῶν τοὺς οὐρανοὺς καὶ τὰ ὕδατα, ὡς καὶ ἐπὶ τῇ γενέσει δηλοῦ 1.3 ται. εἰκότως οὖν ποικίλως τῆς δυνάμεως ὀνομαζομένης ἐπάγει ∆ανιήλ· "εὐλογείτω πᾶσα δύναμις τὸν κύριον." εἶτα ἐφεξῆς· "εὐλογεῖτε, ἥλιος 1.4 καὶ σελήνη, τὸν κύριον." καί· "εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· εὐλογεῖτε, πάντες οἱ σεβόμενοι κύριον, τὸν θεὸν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθε, ὅτι εἰς πάντας τοὺς αἰῶνας τὸ ἔλεος αὐ 1.5 τοῦ." [ἐν τῷ ∆ανιὴλ γέγραπται τῶν τριῶν παίδων ἐν τῇ καμίνῳ ὑμνούντων.]

2.1 "Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ", ὁ ∆ανιὴλ

λέγει, ὁμοδοξῶν τῷ Ἐνὼχ τῷ εἰρηκότι· "καὶ εἶδον τὰς 2.2 ὕλας πάσας." ἄβυσσος γὰρ τὸ ἀπεράτωτον κατὰ τὴν ἰδίαν ὑπόστασιν, 2.3 περαιούμενον δὲ τῇ δυνάμει τοῦ θεοῦ. αἱ τοίνυν οὐσίαι ὑλικαί, ἀφ' ὧν τὰ ἐπὶ μέρους γένη καὶ τὰ τούτων εἴδη γίνεται, ἄβυσσοι εἴρην ται· ἐπεὶ μόνον τὸ ὕδωρ οὐκ ἂν εἶπεν ἄβυσσον. καίτοι καὶ ὕδωρ ἄβυσσος ἢ ὕλη ἀλληγορεῖται.

3.1 "Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν", τὰ γήινα 3.2 καὶ τὰ

οὐράνια. ὅτι δὲ τοῦτο ἀληθές, εἶπεν ὁ κύριος πρὸς Ὠσηέ· "βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι 3.3 ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου." οὐ γὰρ τὸ στοιχεῖον λέγει, ἀλλὰ τοὺς ἐπὶ τῷ στοιχείῳ, τοὺς γηγενὲς φρόνημα ἔχοντας.

4.1 Ὅτι δὲ ἀρχὴ ὁ υἱός, Ὠσηὲ διδάσκει σαφῶς· "καὶ ἔσται ἐν τῷ τόπῳ, οὗ

ἐρρέθη αὐτοῖς "7οὐ λαός μου ὑμεῖς"7, κληθήσονται καὶ αὐτοὶ υἱοὶ θεοῦ ζῶντος. καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸ αὐτό, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται 4.2 ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡμέρα τοῦ Ἰσραήλ." ᾧ γάρ τις πιστεύει, τοῦτον αἱρεῖται. πιστεύει δέ τις τῷ υἱῷ, ὅς ἐστιν ἀρχή. διὸ καὶ προ[σ]εῖπεν· "τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω καὶ σώσω ἐν κυρίῳ θεῷ αὐτῶν", σωτὴρ δὲ ὁ σῴζων υἱὸς τοῦ θεοῦ. οὗτος ἄρα ἡ ἀρχή.

5.1 ∆ι' Ὠσηὲ τὸ πνεῦμα "ἐγὼ δὲ παιδευτὴς ὑμῶν" φησί· "σαλπίσατε 5.2

σάλπιγγι ἐπὶ τοὺς βουνοὺς κυρίου, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν." καὶ μή τι αὐτὸ τὸ βάπτισμα ἀναγεννήσεως ὑπάρχον σημεῖον τῆς ὕλης ἐστὶν ἔκβασις διὰ τῆς τοῦ σωτῆρος διδασκαλίας, μεγάλου καὶ σφοδροῦ 5.3 ῥεύματος ἀεὶ φερομένου καὶ παραφέροντος ἡμᾶς. ἐξάγων οὖν τῆς ἀταξίας ἡμᾶς ὁ κύριος φωτίζει, εἰς τὸ φῶς ἄγων τὸ ἄσκιον καὶ οὐκέτι ὑλικόν.

6.1 Τοῦτον τὸν ποταμὸν τῆς ὕλης καὶ τὴν θάλασσαν διέκοψαν καὶ διέστησαν

δυνάμει κυρίου προφῆται δύο, περατουμένης τῆς ὕλης καθ' 6.2 ἑκάτερον διάστημα ὕδατος βουλήσει τοῦ θεοῦ· διυπηρέτουν καθαροὶ στρατηγοὶ ἄμφω, δι' ὧν ἐπιστεύθη τὰ σημεῖα, ἵνα δὴ ὁ δίκαιος ἐκ 6.3 τῆς ὕλης γένηται, δι' αὐτῆς ὁδεύσας τὰ πρῶτα. θατέρῳ μέν γε τῶν στρατηγῶν καὶ τοὔνομα τοῦ σωτῆρος ἡμῶν ἐπεβέβλητο.