De thematibus Φιλοπόνημα Κωνσταντίνου βασιλέως υἱοῦ Λέοντος περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων Πόθεν ἔσχον τὰς ὀνομασίας καὶ τί ση

 θάλασσαν νεύοντα καὶ διορίζοντα τὴν Καρίαν καλεῖται Λυκία. Ὅσα μὲν οὖν εἰσι μεσόγαια καὶ πρόσοικα τῷ Ταύρῳ καὶ διήκοντα μέχρι τῶν ὁρίων Καππαδοκίας κα

 στρατιωτικῶν. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶ

 ὁμοροῦν τοῖς Λυκάοσι καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπ

 μεγάλως ἐθαύμασε καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι τὸ γένος ἐκ ***· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼ

 κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον, ἀλλ' ἢ τὸν τού

 ποταμὸν κλυτὰ δώματ' ἔναιον Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. ∆ιὸ καὶ τὸ τῶν ἡμιόνων γένος ἐκεῖθεν πρῶτον ἐκφῦναι λέγει, τεκμήριον τοῦτο τ

 τῶν χρόνων τοῦ μακαρίτου καὶ ἁγίου μου πατρός. Ἔρημος γὰρ ἦν τὸ πρότερον καὶ ἀοίκητος κἀκείνη καὶ ἡ Τζαμανδὸς καὶ τὰ συμπαρακείμενα μέρη τῶν Ἀρμενίων·

 περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς ∆αρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς ἡ Παύλου πατρὶς καθίδρυται.

 τὴν προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας, εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ τὸ πολλ

 δὲ νῦν χρεία τῆς Ἑλληνικῆς ἱστορίας, διὰ τὸ εἶναι αὐτὴν ψεύδους μεμεστωμένην. Στράβων δὲ ὁ γεωγράφος ἄλλως αὐτοῦ τὴν ὀνομασίαν τέθεικεν· ἀπὸ γὰρ τῆς

 νγʹ. ∆ιασαπείσης δὲ τῆς σαγήνης, ὡς εἴπομεν, καὶ τῶν βαρβάρων ἐκπορθησάντων τὰς πόλεις, εἰς μικρὰ τμήματα διῃρέθη ἡ τῆς Θρᾴκης ἀρχή· ἥ τε γὰρ Βουλγαρί

 τὸ μέγεθος καὶ ὅλον αὐτοῦ τὸν χαρακτῆρα ἐν τῷ Ἱπποδρόμῳ ὁ χαλκοῦς ἀνδριὰς ἀπεμάξατο· ὃς ἦν Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὡς Ἕλληνες ψευδολογοῦσι τοῖς

 λοιπάς. Συναριθμεῖ δὲ ταύταις καὶ νῆσον τὴν Εὔβοιαν, ἥν τινες Χάλκιν ἢ Χαλκίδα ἐπονομάζουσιν· ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὰς καλουμένας νήσους Κυκλάδας κ

 Καίσαρος γαμβρός, ἀπέστη δὲ τῆς Ῥωμαίων ἀρχῆς δι' ἔρωτα τῆς Κλεοπάτρας αὐτῆς καὶ τῆς Αἰγυπτίων γῆς πάσης ἐκράτησεν. Ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ χιλίαι

 μεγίστη καὶ ἐπιφανεστάτη ἡ Σικελία. Οὐκ ἦν δὲ τὸ πρότερον ὑπὸ τὴν ἀρχὴν τοῦ βασιλέως Κωνσταντινουπόλεως, ὅτε ἡ Ῥώμη ἐβασιλεύετο· νυνὶ δὲ ἐγένετο ἡ και

 αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. Ὑπετάγησαν οὖν οἱ Φράγγοι τῷ τότε χρόνῳ ἔχοντες καὶ Λαγοβάρδους συμμίκτους· καὶ ἔκτοτε μέχρι τῆς σήμερον χρηματίζε

 ἐπιτιθέασι μυθικὴν ἱστορίαν· ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος ***

De thematibus Φιλοπόνημα Κωνσταντίνου βασιλέως υἱοῦ Λέοντος περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ῥωμαίων Πόθεν ἔσχον τὰς ὀνομασίας καὶ τί σημαίνουσιν αἱ τούτων προσηγορίαι καὶ ὅτι τὰ μὲν αὐτῶν ἀρχαΐζουσι τὰ δὲ νέαν ἐκτήσαντο τὴν προσηγορίαν [Πρῶτον μὲν οὖν τοῦ καλουμένου Ἀνατολικοῦ, εἰ δοκεῖ, μνημονεύσωμεν· ἐνταῦθα τῆς Ἀνατολῆς θέματα ἤγουν τῆς μικρᾶς Ἀσίας. προλογ.1 Πρῶτον θέμα τὸ καλούμενον Ἀνατολικόν Οὐ κατὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ὡς ἐμοὶ καταφαίνεται, ἡ τῶν θεμάτων ἐγένετο προσηγορία. Οὐδὲ γὰρ παλαιά τίς ἐστιν, οὐδέ τις τῶν ἱστορίας γραψάντων ἐμνήσθη τῆς τοιαύτης ὀνομασίας, ὡς λέγονται νῦν· ἀλλὰ πρῴην καὶ κατ' ἀρχὰς τάγματά τινα καὶ λεγεῶνες ὑπῆρχον ἀναγεγραμμέναι κατ' ἔθνος, ὡς ἡ λεγεὼν ἡ τῶν τεσσαράκοντα μαρτύρων [ἐλέγετο Κεραυνοβόλος] καὶ ἄλλη Μαρμαριτῶν καὶ ἄλλη Πισιδικὴ καὶ ἑτέρα Θετταλικὴ καὶ ἄλλη ἄλλως ὠνομασμένη, ὑπὸ δοῦκα καὶ ἡγεμόνα τυγχάνουσαι πολλάκις δὲ καὶ πραιπόσιτον. Καὶ ταῦτα πότε; Ὅτε οἱ βασιλεῖς μετὰ τοῦ λαοῦ ἐπεστράτευον καὶ τοῖς ἀνταίρουσι τὸν τῆς Ῥωμαϊκῆς δουλείας ζυγὸν ἐπετίθεσαν καὶ μικροῦ δεῖν πᾶσαν τὴν οἰκουμένην ἐπολιόρκουν ἀτακτοῦσαν καὶ ἀντιλέγουσαν, ὡς ὁ Καῖσαρ Ἰούλιος, ὡς ὁ θαυμαστὸς Αὔγουστος, ὡς ὁ Τραϊανὸς ἐκεῖνος ὁ περιβόητος, ὡς ὁ μέγας ἐν βασιλεῦσι Κων σταντῖνος καὶ Θεοδόσιος καὶ οἱ μετ' ἐκείνους τὸν χριστιανισμὸν καὶ τὴν θεοσέβειαν ἀσπασάμενοι. Οὐκ ἦν γὰρ εἰκός, βασιλέως ἐπὶ στρατοπέδου παρόντος, στρατηγὸν διατάττεσθαι· ὑφ' ἡγεμόνας γὰρ καὶ ταξιάρχας ἐτέλουν καὶ ὅλα τὰ τῶν πολέμων πράγματα ἐπὶ τῇ τοῦ βασιλέως βουλῇ ἀπεκρέμαντο· καὶ πᾶς ὁ λαὸς ἕνα καὶ μόνον τὸν βασιλέα ἑώρα. Ὅτε δὲ τοῦ στρατεύειν οἱ βασιλεῖς ἀπεπαύσαντο, τότε καὶ στρατηγοὺς καὶ θέματα διωρίσαντο. Καὶ εἰς τοῦτο κατέληξεν ἡ τῶν Ῥωμαίων ἀρχὴ μέχρι τῆς σήμερον. Νυνὶ δὲ στενωθείσης κατά τε ἀνατολὰς καὶ δυσμὰς τῆς Ῥωμαϊκῆς βασιλείας καὶ ἀκρωτηριασθείσης ἀπὸ τῆς ἀρχῆς Ἡρακλείου τοῦ Λίβυος, οἱ ἀπ' ἐκείνου κρατήσαντες οὐκ ἔχοντες ὅποι καὶ ὅπως καταχρήσονται τῇ αὑτῶν ἐξουσίᾳ, εἰς μικρά τινα μέρη κατέτεμον τὴν ἑαυτῶν ἀρχὴν καὶ τὰ τῶν στρατιωτῶν τάγματα, μάλιστα ἑλληνίζοντες καὶ τὴν πάτριον καὶ ῥωμαϊκὴν γλῶτταν ἀποβαλόντες. Λογγίνους γὰρ ἔλεγον τοὺς χιλιάρχους καὶ κεντουρίωνας τοὺς ἑκατοντάρχους καὶ κόμητας τοὺς νυνὶ στρατηγούς. Αὐτὸ γὰρ τὸ ὄνομα τοῦ θέματος ἑλληνικόν ἐστι καὶ οὐ ῥωμαϊκόν, ἀπὸ τῆς θέσεως ὀνομαζόμενον. Πρῶτον μὲν οὖν τοῦ καλουμένου Ἀνατολικοῦ, εἰ δοκεῖ, μνημονεύσωμεν· ἐνταῦθα τῆς Ἀνατολῆς θέματα ἤγουν τῆς μικρᾶς Ἀσίας. ˉˉΑ. Πρῶτον θέμα τὸ καλούμενον Ἀνατολικόν Ἀνατολικὸν τοίνυν τὸ θέμα καλεῖται, οὐχ ὅτι τῆς ἄνω καὶ πρώτης ἀνατολῆς ἐστιν, ὅθεν ἀνίσχει ὁ ἥλιος, ἀλλ' ὅτι πρὸς ἡμᾶς τοὺς κατοικοῦντας τὸ Βυζάντιον καὶ τὴν τῆς Εὐρώπης γῆν λέγεται ἀνατολικόν. Πρὸς δὲ τοὺς κατοικοῦντας τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν μεγάλην Ἀσίαν, ἐν ᾗ κατοικοῦσιν Ἰνδοὶ καὶ Αἰθίοπες καὶ Αἰγύπτιοι, λέγεται δυτικὸν μέσον καὶ Ἀσία μικρά· ἡ γὰρ Ἀνατολή, καθώσπερ ἔφημεν, Ἰνδῶν ἐστι καὶ Αἰθιόπων καὶ Αἰγυπτίων καὶ τῶν λοιπῶν τῶν Ἀνατολὴν κατοικούντων. Ὅμως ἵνα μὴ μακρολογῶμεν καὶ δοκῶμέν τισι τερατεύεσθαι περὶ τῆς τῶν θεμάτων ὀνομασίας, συντομώτερον ἐροῦμεν ὡς ἔχει αὐτὴ ἡ ἀλήθεια. Τὸ τοίνυν Ἀνατολικὸν θέμα, ὡς νῦν ὀνομάζεται, ἐκ πέντε ἐθνῶν τὴν ὅλην κατοικίαν ἔσχηκεν. Ἀρχὴν γὰρ αὐτοῦ ἀπὸ τῆς κωμοπόλεως τῆς ὀνομαζομένης Μηροῦ πεποίηται, καὶ λέγεται Φρυγία Σαλουταρία ἕως τοῦ Ἰκονίου. Τὰ δὲ πρόσοικα τῶν Ἰσαύρων τὰ πρὸς τὸν Ταῦρον καλεῖται Λυκαονία. Τὰ δὲ πρὸς θάλασσαν καὶ τὸν νότον καὶ τὰ τοῦ καλουμένου Ψυχροῦ ὄρη καὶ ἕως αὐτῆς Ἀτταλείας καλεῖται Παμφυλία. Τὰ δὲ ἄνω καὶ μεσόγαια καλεῖται Πισιδία. Τὰ δὲ ἀπὸ τοῦ Ἀκροϊνοῦ καὶ μέχρι τοῦ Ἀμωρίου καλεῖται Φρυγία Καπατιανή. Τὰ δὲ πρὸς