Oratio de translatione Chrysostomi Κωνσταντίνου ἐν αὐτῷ τῷ Χριστῷ, τῷ αἰωνίῳ βασιλεῖ, βασιλέως, υἱοῦ Λέοντος τοῦ σοφωτάτου καὶ ἀειμνήστου βασιλέως, λό

 ἀλλ' οὖν καὶ ἡ τοῦ μέρους ἀφήγησις εἰς τὴν τοῦ λόγου χειραγωγήσει ἀνάμνησιν καὶ ἀπὸ τῶν τελευταίων τὰ τῆς ἀρχῆς τῷ νῷ θεωρήσομεν, ὥσπερ ἐκ τῶν ὀνύχων

 μετ' ἐκείνην ἄλλο βάρβαρον χωρίον ἄνικμόν τε καὶ ἄχαρι καθ' ἑκάστην ὑπὸ τῶν γειτνιώντων πολιορκούμενον Ἰσαύ 309 ρων τοὔνομα Πιτυοῦς. Ταῦτα τῆς ἡμῶν ἐσ

 Ἀδέλφιος ὄνομα τῷ ἀνδρί, ὃς καὶ ὑπερόριον ἀπενηνεγμένον τρόπῳ συμπαθείας ἐδέξατο καὶ τῶν ἐπισκοπῇ τιμωμένων περιφανείᾳ ἐπίσημος ὁ ἀνήρ. Καὶ ἔτρυχε τοῦ

 γνώμην μαλάξαι τοῦτον καὶ τεθνηκότι τὴν ἐξορίαν τῷ κοινῷ πάντων πατρί τε καὶ διδασκάλῳ 312 κἂν ὀψέ ποτε διαλύσασθαι ἀπαλλάξαι τε τῆς ὀρφανίας αὐτοὺς τ

 πλῆθος ἰδὼν ὡς ἀστέρες ἐν ἀνεφέλῳ τῷ καταστήματι τὴν ὑπερκειμένην θέσιν ἀμείψαντες καὶ πρόσγειοι χρηματίζοντες σελήνην ὄντως ἐγκλείουσι καὶ σχῆμα σώζο

 καὶ πολυειδεῖς δεήσεις προσάγοντα λυθῆναι αὐτῇ τῶν 315 εἰς αὐτὸν ἐπταισμένων τὴν εἴσπραξιν καὶ στῆσαι τὸν τῆς λάρνακος αὐτῆς κλόνον ἐπὶ τριάκοντα καὶ

 παρασχόντι τῷ σεβασμίῳ τούτῳ καὶ ἁγίῳ Χρυσοστόμῳ πατρί. Χερσὶ δὲ ταῖς ἰδίαις ὁ πατριάρχης τὸν ἑαυτοῦ ἐν πνεύματι πατέρα τε καὶ διδάσκαλον ἐν τῷ τῆς ἀν

 καὶ θρέμματα τῆς τιμώσης τὰ τίμια λόγοις καὶ πανδήμοις ἑορταῖς τε καὶ πανηγύρεσι, φιλόχριστοι, 318 φιλαπόστολοι, φιλομάρτυρες, φιλοχρυσόστομοι, τὸ πάν

 εὐθύδρομος πρὸς τὸ ἐναντίον ἡ ἀνθρωπίνη πέφυκε φύσις. Μὴ ἐπιλάθῃ τῶν σῶν τέκνων, οὓς τῷ γάλακτι τῶν σῶν διδαχῶν φιλοστόργως ἐξέθρεψας. Ἡμεῖς γὰρ εἰ κα

Oratio de translatione Chrysostomi Κωνσταντίνου ἐν αὐτῷ τῷ Χριστῷ, τῷ αἰωνίῳ βασιλεῖ, βασιλέως, υἱοῦ Λέοντος τοῦ σοφωτάτου καὶ ἀειμνήστου βασιλέως, λόγος, ἡνίκα τὸ τοῦ σοφοῦ Χρυσοστόμου ἱερὸν καὶ ἅγιον σκῆνος ἐκ τῆς ὑπερορίας ἀνακομισθὲν ὥσπερ τις πολύολβος καὶ πολυέραστος ἐναπετέθη θησαυρὸς τῇ βασιλίδι ταύτῃ καὶ ὑπερλάμπρῳ τῶν πόλεων. Εὐλόγησον πάτερ. Τὶ τερπνότερον τοῦ νῦν ὁρωμένου θεάματος ἢ τί λαμπρότερον τῆς παρούσης ἡμέρας; Ἰδοὺ λαὸς ἔκκριτος, θεῷ μόνῳ καὶ ἀρετῇ ἀνακείμενος καὶ τοσαύτην τῆς οἰκείας εὐταξίας καὶ κοσμιότητος τὴν περιουσίαν ἐπιδεικνύμενος, ὡς μή τινα χωρὶς ἀποδοχῆς καὶ θαύματος καὶ ἐπαίνου τοῦτον παραδραμεῖν. Ποῖος γὰρ λειμὼν εὐανθὴς παντοίοις κομῶν φυτοῖς καὶ ἄνθεσί τε ποικίλοις πάντοθεν καταγλαϊζόμενος οὕτω δύναται τὸν ὀφθαλμὸν ἑστιᾶσαι καὶ μὴ ἀλλαχοῦ πλανᾶσθαι παραχωρῆσαι, ἀλλ' ἐφ' ἑαυτὸν ὅλην τὴν ὅρασιν οἱονεὶ δέσμιον κρατῆσαι διὰ τὸ ἐν αὐτῷ κάλλος, ὡς τοῦτο τὸ ἱερὸν σύνταγμα, τὸ ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα; Καὶ τίς ὁ τρόπος τῆς συνελεύσεως καὶ τίς ἡμᾶς ἐπὶ τὸ αὐτὸ οὕτως συνήγαγεν ἢ πρόδηλον, ὡς ἐπανιόντι τῷ Χρυσοστόμῳ πατρὶ ὁ λαὸς Κυρίου θρίαμβον συγκροτεῖ καὶ προευτρεπίζεται τὴν πομπὴν καὶ διὰ τοῦτο πολὺ τὸ χαῖρον ἐν τῇ ἑκάστου ψυχῇ καὶ διαπρύσιαι τῶν λόγων αἱ σάλπιγγες ὡς ἄξιον τῆς παρούσης ἡμέρας τὸ σύνταγμα, ὡς πρέπον τῇ λαμπρᾷ ταύτῃ καὶ ἐρασμίῳ πανηγύρει τὸ τοιοῦτον συνάθροισμα; ∆ιὸ δεῦτε χαρμονικῶς μεγάλῳ καὶ ὑψηλῷ τῷ κηρύγματι κράζωμεν· εὐλογητὸς ὁ θεός, ὁ καταξιώσας ἡμᾶς εἰς τήνδε τὴν ἱερὰν καὶ σεβάσμιον καταντῆσαι πανήγυριν, ἐν ᾗ ὁ λαὸς θεοῦ ἱερός τε καὶ ἅγιος, ὃν ἑαυτῷ Κύριος ἐξελέξατο, ὁ ἐπὶ τῶν ἀΰλων Κυρίου χειρῶν καλῶς ἐζωγραφημένος. Ἄξιον γὰρ ἀπὸ τῶν προφητικῶν προρρήσεων πρὸς τοὺς παρόντας οὑτωσί πως καὶ προσφυῶς ἐλλαμπρύνεσθαι. Τίς ὑμᾶς ὡς ἐξ ἱερᾶς προθεσμίας καὶ ὡς ἄν τις εἴποι ἐξ ἐπιτάγματος ἤθροισε; Πόθεν λαβόντες τὰς ἀφορμὰς τῆς συνελεύσεως τῆς ἐνθάδε σπουδαίαν οὕτω καὶ πρόθυμον τὴν ἄφιξιν ἀπειργάσασθε; Τίς ὁ τὴν πάνδημον ταύτην συναθροίσας πανήγυριν καὶ ὥσπερ ἔκ τινος σίμβλου τοῦ ἱεροῦ τούτου οἴκου ἐκχυθῆναι τὸν τοσοῦτον ἐσμὸν τῶν ἱερῶν μελισσῶν κατηνάγκασε καὶ ταῦτα ἐν οὕτω σφοδρᾷ τοῦ χειμῶνος δριμύτητι; Τίς ὥσπερ ἐν στρατοπέδου κινήματι στενοχωρουμένας ἔδειξεν ἐκ τῆς τῶν συρρεόντων πληθύος τὰς ἐνταῦθα φερούσας ὁδοὺς καὶ ταῦτα ἐν κατηφείᾳ χειμερινῇ, ἡνίκα καὶ Σκύθης καὶ βάρβαρος καὶ ὅσα ἄλλα πολεμικώτατα καὶ μάχιμα τῶν ἐθνῶν ἠρεμεῖν οἶδε διὰ τὴν ἀπὸ τοῦ χειμῶνος δριμύτητα τῆς ἀκαίρου πορείας ἀνακοπτό 307 μενα, ὅτε καὶ θάλασσα πλωτήρων ἔρημος καὶ ναυτιλίας καθίσταται καὶ γεωργὸς ἄροτρον καὶ τὰ πρὸς γεωργίαν ἀφεὶς ἐπιτήδεια τοὺς ἀροτῆρας βοῦς δαψιλῶς ἐπὶ φάτνης ἐκτρέφει καὶ θεραπεύει, ἢ πρόδηλον ὅτι λαμπρῷ καὶ περιχαρεῖ τῷ κηρύγματι πάντας τοὺς φιλοθέους καὶ φιλοχρυσοστόμους ὡς φιλοπάτορας ἡ θεία αὕτη καὶ σεβάσμιος συγκαλεῖται πανήγυρις καὶ δαψιλεῖ τῷ φωτὶ τὸ τῆς νυκτὸς ζοφῶδες πρὸς τὴν ἡμερινὴν λαμπρότητα προσφόρως πάνυ μεταλλαττόμενον καὶ ἐν τούτῳ ποιητικῶς εἰπεῖν τῷ ἀστερόεντι οὐρανῷ ἐξομοιοῦται καὶ ἀπεικάζεται; ∆ιὸ δεῦτε λαὸς ἱερός, μερὶς ἐκλεκτή, τίμιον ἔθνος καὶ ἅγιον, σχοίνισμα Κυρίου τὸ κράτιστον, τὰ καλὰ καὶ τριπόθητα πρόβατα, ἃ τῆς τοῦ διδασκάλου φωνῆς καλῶς καὶ σωτηρίως ἀκούοντα ἐπὶ νομὰς ζωηφόρους καὶ σωτηριώδεις συνήθως ἐκτρέφεσθε, τὴν εὐφημίαν μοι ἐνυφαίνοντες τῶν ἀγοραίων ταραχῶν καὶ ἀκοὴν ἀνακαθάρατε καὶ διάνοιαν, ἵνα τῇ τῶν ἐκείνου καλῶν διδαχῶν ἀναμνήσει κατατρυφήσωμεν καὶ τὴν ὥσπερ ἐκ μαστῶν διαύλων πρὸς τὴν τῆς νίκης νύσσαν ἐπάνοδον τοῦ ἀθλητοῦ κατοπτεύσωμεν· εἰ γὰρ καὶ μὴ πρὸς τὸ πᾶν τῆς ὑποθέσεως ἀποδύσασθαι διὰ τὸ ἀνέφικτον τεθαρρήκαμεν,