Commentarii in Lucam (homilia 51 In transfigurationem)

 πίνακι. καταγράφων αὐτὸ, οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας, καὶ

 Ἰησοῦς. Τί πρὸς ταῦτά φησι σκληροτράχηλος Ἰουδαῖος, ὁ δυσάγωγος, καὶ ἀπειθὴς, καὶ ἀνουθέτητον ἔχων τὴν καρδίαν; Ἰδοὺ παρόντος Μωσέως ὁ Πατὴρ ἐντέλλετα

Commentarii in Lucam (homilia 51 In transfigurationem)

ΟΜΙΛΙΑ Θʹ. Εἰς τὴν μεταμόρφωσιν τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν

Ἰησοῦ Χριστοῦ.

77.1009 Οἱ μὲν εὖ εἰδότες ἀθλεῖν, τῶν θεωμένων ἐφήδονται κρότοις, καὶ ταῖς τῶν βραβείων ἐλπίσιν ἀκονῶνται πρὸς τὴν αὐτοῖς πρέπουσαν νίκην. Οἱ δέ γε τῶν θείων χαρισμάτων ἐπιτυχεῖν γλιχόμενοι, καὶ τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης ἐλπίδος διψῶντες τὴν μέθεξιν, τοὺς ὑπὲρ τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας προσίενται μὲν ἀσμένως. Τὴν εὐδόκιμον δὲ κατορθοῦσι ζωὴν, οὐ τὸν ἄμισθον προτιμῶντες ὄκνον, οὔτε μὴν τὴν ἄνανδρον ἀγαπῶντες δειλίαν· κατανδριζόμενοι δὲ μᾶλλον παντὸς πειρασμοῦ, καὶ τὰς τῶν διωγμῶν ἐφόδους ὀλίγου παντὸς ἀξιοῦντες λόγου, καὶ πλοῦτον ἡγούμενοι τὸ παθεῖν ὑπὲρ αὐτοῦ. Ἀναμέμνηνται γὰρ τοῦ μακαρίου γράφοντος Παύλου, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἄθρει τοιγαροῦν οἰκονομίᾳ παγκάλῃ κεχρημένον καὶ νῦν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, εἰς ὄνησιν, καὶ οἰκοδομὴν τῶν ἁγίων ἀποστόλων. Ἔφη μὲν γὰρ πρὸς αὐτούς· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν ἑαυτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ θέλει τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δὲ ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Καὶ σωτήριον μὲν τὸ παράγγελμα, καὶ πρέπον ἁγίοις, καὶ τῆς ἀνωτάτω πρόξενον δόξης, καὶ τῆς εἰς λῆξιν θυμηδίας ἐμποιητικόν. Τὸ γὰρ παθεῖν ἑλέσθαι διὰ Χριστὸν, οὐκ ἄμισθον· μᾶλλον δὲ τῆς αἰωνίου ζωῆς, καὶ δόξης περιποιεῖ τὴν μέθεξιν. Πλὴν οὔπω τὴν ἐξ ὕψος δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενείαις, καὶ τοιοῦτόν τι καθ' ἑαυτοὺς ἐννενοηκότας εἰπεῖν· Πῶς ἀρνήσεταί τις ἑαυτόν; Ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν, εὑρήσει πάλιν αὐτήν;

Τί δὲ τοῖς τοῦτο 77.1012 παθοῦσι τὸ ἰσοστατοῦν ἔσται γέρας; ἢ καὶ ποίων ἔσται χαρισμάτων μέτοχος; Ἵνα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ καὶ λογισμῶν, καὶ ῥημάτων, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς δοθησομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκών· Λέγω ὑμῖν, φησὶ, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσονται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν του Θεοῦ. Ἆρά γε εἰς τοσοῦτον αὐτοῖς ἐκταθήσεται, φησὶ, τὸ τῆς ζωῆς μέτρον, ὥστε καὶ εἰς ἐκείνους φθάσαι τοὺς χρόνους, μεθ' οὒς ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐξ οὐρανῶν κατελθὼν ἀποκαταστήσει τοῖς ἁγίοις τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν; Ἀλλ' ἦν μὲν καὶ τοῦτο ἐφικτὸν αὐτῷ. Πάντα γὰρ δύναται, καὶ οὐδὲν ἀμήχανον, ἢ ἀνήνυτον τοῖς αὐτοῦ πανσθενεστάτοις νεύμασι. Βασιλείαν δέ φησιν αὐτὴν τὴν θέαν τῆς δόξης, ἐν ᾗ καὶ αὐτὸς ὀφθήσεται κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ἂν ἐπιλάμψει τοῖς ἐπὶ γῆς. Ἥξει γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ' ἡμᾶς. Πῶς οὖν ἅρα θεωροὺς ἐποίει τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; Ἄνεισιν εἰς τὸ ὄρος, τρεῖς ἀπ' αὐτῶν τοὺς ἐπιλέκτους ἔχων· εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβολῇ διαλάμψαι δοκεῖν.

Εἶτα Μωσῆς καὶ Ἡλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἢν ἔμελλε πληροῦν ἐν Ἱερουσαλὴμ, τοῦτ' ἔστι, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ τὸ σωτήριον πάθος, τὸ ἐπὶ τῷ τιμίῳ, φημὶ, σταυρῷ. Καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι ὁ διὰ Μωσέως νόμος, καὶ ὁ τῶν ἁγίων προφητῶν λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν· ὁ μὲν ἐν τύποις καὶ σκιαῖς μονονουχὶ, καθάπερ ἐν