Commentarii in Matthaeum

 καλεῖ τοῦ ἀμυήτως ἔχοντος πρὸς αὐτήν, ἄρα οὐδὲ πρὸς ἄλλον τινὰ ἔχει ὑποψίας ἔννοιαν ἡ παρθένος. 8 Mt 1, 21 εἰ λαὸν ἔχει καὶ πρὸ τοῦ γεννηθῆναι ἐκ Μαρί

 ἄνθος, εὑρί σκεται τοῦτο παρὰ πολλοῖς τὸ ὄνομα· ἅγιον γὰρ ἁγίων ὁ ∆ανιὴλ αὐτὸν ὀνομάζει. καὶ ὁ Ἠσαΐας· ῥάβδον ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐ

 ᾐτεῖτο· ἀμετανόητος γάρ, ἀλλ' ἵνα εἰς κενοδοξίαν ἑλκύσῃ τὸν Χριστόν. ὅπερ εἰδὼς ὁ σωτὴρ οὐχ ὑπήκουσεν αὐτοῦ. 32 Mt 4, 3-4 Εἰς φιλοδοξίας πάθος θέλων ἑ

 φιλοποιοῦντες αὐτῷ. μακάριοι οἱ τοιοῦτοι ὡς μιμησάμενοι τὸν υἱὸν τοῦ θεοῦ· υἱοὶ γὰρ κληθήσονται ἀθανασίας μετασχόντες ἤτοι συμβασιλεύσουσι τῷ Χριστῷ ἐ

 ὅπερ ὁ Λουκᾶς σαφηνίσας λεπτὸν ὠνόμασεν. ἡμεῖς δὲ ἀπαλλαγῶμεν καὶ τοῦ ἐχθροῦ καὶ ἐκδικη τοῦ, ἤγουν τοῦ διαβόλου, ἕως ἐσμὲν ἐν τῇ ὁδῷ ταύτῃ, καὶ τῶν

 61 Mt 5, 31 Ὁ τὴν σώφρονα ἐκβάλλων δίδωσιν αὐτῇ ἄδειαν ἄλλῳ γαμηθῆναι, ὅπερ ἐστὶν εἶδος μοιχείας ὡσανεὶ μὴ λυθείσης συζυγίας· οὐ γὰρ τὰ ῥεπούδια παρὰ

 6, 14 ∆ύναται καὶ ὁ Ἰησοῦς ὡς θεὸς ἀφιέναι ἁμαρτίας, ἀλλ' ὡς ἔτι ἀτελέσι τοῖς μαθηταῖς οὔπω τὸν περὶ τῆς ἰδίας θεότητος παρέδωκε λόγον καθαρῶς. 74 Mt

 καταδικάζου σιν· λέγουσι γὰρ ἔσθ' ὅτε περί τινος· ὁ δεῖνα σκληρός, ἀπάνθρωπος, αἰσχροκερδής, φιλάργυρος, ὠμός, ἀνόητος, εἶτα ταῦτα περιτιθέντες ἑτέ ρο

 τὸ δὲ ὀρνίθιον τὸ ζῶν ἔξω τῆς πόλεως εἰς τὸ πεδίον ἐξαπέστειλεν. ἐπιτήρει οὖν, ὅπως διὰ τῶν εἰρημένων ὁλο κλήρως ἡμῖν ζωγραφεῖται Χριστός· διὰ μ

 διαβόλου καθελὼν τυραννίδα. ἦλθες, φασίν, πρὸ καιροῦ· ᾔδεσαν γὰρ ἐν τῷ λόγῳ, ὅτι καὶ ἔμελλεν ἥξειν ὁ Χριστὸς καὶ ὅτι αὐτὸς ἔχει αὐτοὺς κρῖναι. εἰ δὲ κ

 ἐὰν προσ τρέχῃ βέβηλος ἁγίῳ, δεῖ αὐτὸν ἀποστρέφεσθαι κατὰ τό· οὐ βδελύξῃ Ἰδουμαῖον οὐδὲ Αἰγύπτιον. ἀλλ' ἐπὶ Χριστοῦ οὐδὲν τοιοῦτον δεῖ ἐννο εῖν τοῦ

 τὰ οὐκ ὄντα αὐτοῦ, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς· ἅπαντας μὲν γὰρ τοὺς ἐ

 Πόλεις δὲ τοῦ Ἰσραήλ φησι καὶ τῶν πιστῶν τὰ συστήματα, ἅτινα ἕως τῆς συντελείας τοῦ αἰῶνός εἰσιν καὶ οὐ παύονται οἱ διδάσκον τες καὶ οἱ διδασκόμενοι ἕ

 μᾶλλον ἐκ θεοῦ. Ὁ μὲν Ἰωάννης γεννητὸς ἦν γυναικός, οἱ δέ γε τὴν πίστιν προσ ηκάμενοι γεννητοὶ μὲν οὐκέτι χρη ματίζουσι γυναικῶν, ἀλλ' ἐκ θεοῦ ἐγεννή

 ἐν ὅλῃ καρδίᾳ μου. ἀλλ' οἱ διεστραμμένοι τὸν νοῦν· ἰδού, φασίν, χάριν ὁμολογεῖ τῷ πατρί, εἶτα πῶς οὐκ ἐλάττων ἐστὶν αὐτοῦ; πρὸς τοῦτο φαίη τις ἂν τῶν

 παρὰ τὴν πρώτην διαθήκην ἐστὶν ἡ καινὴ ἡ διὰ Ἰερεμίου προκηρυχθεῖσα, δεῖ πάντως καὶ νόμοις οὐχὶ τοῖς ἀρχαίοις κεχρῆσθαι, ἀλλὰ τοῖς καινοῖς. ἀλλ' οἱ Φα

 ποιῆσαι. τοῦτο δὲ ἔλεγον ὡς μὴ δυναμένου αὐτοῦ ποιῆσαί τι τῶν θεοπρεπῶν τυφλώττοντες τῇ διανοίᾳ· τὸ γὰρ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ νε κροὺς ἐγεῖραι

 ἐσχηκόσι σπινθῆρα φωτὸς νοητοῦ, εἰς ἀσύνετον δὲ τρα πεῖσι γνῶσιν σβεσθήσεται καὶ αὐτὸ τὸ μικρὸν ὃ ἔχουσι σέλας, ὅπερ πεπόνθασιν Ἰουδαῖοι εἰς Χριστὸν μ

 θαλασσουργικὸν ἔχοντες ἐπιτήδευμα χαλῶσι τὸ λίνον οὐ δια κρίνοντες, ἀλλ' ὅπερ ἂν τοῖς βρόχοις ἐναποληφθῇ, τοῦτο πάντη καὶ πάν τως ἕλκουσιν εἰς γῆν, οὕ

 πνευματικὴν καὶ σπερματίζειν καὶ τοὺς λοιποὺς δι δάσκειν δυνάμενον καὶ ἀναμετρεῖν εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ ἰσχῦον. 180 Mt 14, 2

 αὐτοὺς ἀσυνέτους ὁ κύριός φησι περὶ τὸ σῶμα στρεφο μένους, ὥσπερ οἱ Φαρισαῖοι, καὶ μηδέπω διαβαίνοντας ἐπὶ τὸν ἔσω ἄνθρωπον. βρώματα οὖν, φησίν, σώματ

 περιπεσεῖν ἀσθενείαις καί τι τοιοῦ τον ἐννενοηκότας εἰπεῖν· πῶς ἀρνήσεταί τις ἑαυτόν; ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει αὐτήν; τί δὲ τοῖς τοῦτο

 καὶ ἔδει τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν οὐ τε τυχηκότα τῆς φιλοτιμίας, ἅτε οὐκ ἀμώμητον ποιησάμενον τὴν πρόσοδον, ἀλλὰ τοῦ χοροῦ τῶν ἀ

 τῶν λυπηρῶν καὶ πλείω τούτων αἰσθάνονται ἢ τῶν ἡδίστων. 211 Mt 17, 24 καὶ πανούργως ἐρωτῶσι τὸν Πέτρον. ἐπειδή, φησίν, ἔθος ἔχει τοῖς τοῦ Μωσέως ἀντιπ

 μεταφοιτώντων τῶν ἅπαξ ἐκκλινάντων πρὸς ἔφεσιν ἀρετῆς, χρὴ δεδιέναι τὰς τῶν ἁγίων φωνάς, κἂν μὴ πολλοί τινες εἶεν οἱ διορίζοντες· πεπληροφόρηκε γὰρ κα

 τοῦ καταγνωσθῆναι λόγον, τίς οὐκ ἂν εὐθύνοι τὸ λοιπὸν τὴν ἐφ' ἑνὶ παρά βασιν οὐδὲ φυγών; οὐδὲ γὰρ ἂν διαδρῴη τὸ κατὰ νοῦν ἁμαρτεῖν καὶ ὁ σφόδρα νηφάλι

 χρόνους, καὶ ὅτι τινὲς ἐνάρετοι ηὑρέθησαν, τινὲς δὲ κατεφρόνησαν διὰ μωρίαν τοῦ μέλλοντος αἰῶνος. ἐπὶ τέλει δὲ τοῦ βίου, ὅ ἐστιν ἑσπέρα (ὁ γὰρ ἀπὸ τῆς

 ὢν φύσει καὶ υἱὸς τοῦ πατρὸς γέγονεν ἄνθρωπος καὶ ἦλθεν ἐν ὀνόματι κυρίου ὁ κύριος καλούμενος. οὗτος οὖν ὡς φύσει θεὸς εὐλογημένος λέγεται, τοῦτ' ἔστι

 Ἰουδαίων ἐκβληθέντων ἐκ τοῦ ναοῦ σὺν ταῖς τυπικαῖς θυσίαις οἱ τυφλοὶ καὶ χωλοὶ θεραπεύονται οἱ τύπον ἔχοντες τῶν ἐθνῶν. μαθέτωσαν μέντοι καὶ οἱ πωλοῦν

 ὁδὸς καὶ ἡ πρὸς τὸ πνεῦμα κοινωνία, δι' ὧν τις κτᾶται τὴν τῶν οὐρανῶν βασιλείαν. 244 Mt 21, 42 Ταύτην τεθαύμακε τὴν γωνίαν ἤτοι τῶν δύο λαῶν τὴν εἰς τ

 ἦλθον εἰς μέσον καὶ νομομαθής τις ἄγαν παρ' αὐτοῖς νομιζόμενος ἐρωτᾷ ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ, οἰηθεὶς ὅτι μέλλει μὲν τὰ Μω σέως παραγράφεσθαι, π

 αὐτῶν γεγονότες ὁμολογοῦντες, ὅτι οἱ προφῆται γεγόνασι σεπτοὶ καὶ τίμιοι, περιήρμοσαν αὐτοῖς τοὺς στεφάνους ἤτοι τὰ μνημεῖα τιμὴν ἀπονείμαντες τὴν τοῖ

 νοητὴν ἔχει τὴν διὰ πίστεως θέαν· ὅταν γὰρ εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν καὶ πιστεύσωσι τῷ Χριστῷ, τότε οἱ μετὰ ταῦτα πιστεύσαντες Ἰουδαῖοι ὁρῶσι τὸ

 τὴν ἀφήγησιν καὶ ἐξακρι βοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς. εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς πε ριττῶς ἀναμαθεῖν, καταστέ

 γὰρ ὁ τοιοῦτος τῆς τοῦ δεσπότου βασιλείας ὁλοκλήρου μέτοχος· τοῦτο γὰρ δηλοῖ τὸ ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. οὐ λέγει τίς ἐστιν ο

 280 Mt 25, 1-13 Παρθένοις παρεικάζει τοὺς τῶν λαῶν ἡγουμένους· ἄσπιλον δεῖ εἶναι τὸν ἱερουργὸν ψυχῇ τε καὶ σώματι καθὼς καὶ ὁ Παῦλός φησιν, ἵνα ᾖ ἁγί

 ἐργασίας ὁ παρὼν καιρός, ὁ δὲ μέλλων ἀνταποδόσεως. 281 Mt 25, 6-9 Αἱ ψυχαὶ ἀμελοῦσαι τῆς ἀρετῆς μαραίνονταί τε καὶ οἱονεὶ κατα σβέννυνται καὶ εἰς παρα

 μακαρίου ∆αβὶδ ᾐτιᾶτο λέγων· σὺ δέ, ἄνθρωπε ἰσό ψυχε, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα. καὶ πάλιν· ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτε

 τῶν σεβομένων αὐτὸν ἐνιέντος ψυχαῖς καὶ ἀναλόγως τοῖς ἑκάστου μέτροις διανέμοντος· ὅτι δὲ ἐν εὐφροσύναις ἐσόμεθα νοηταῖς, ὁ θεῖος ἡμᾶς ∆αβὶδ πληροφορή

 ∆ώδεκα εἶπε λεγεῶνας· ἀντὶ ὑμῶν λέγων τῶν δώδεκα μαθητῶν, ὥστε οὐ τῆς ὑμῶν ἐπικουρίας δέομαι· οὐ γὰρ κέχρημαι τῇ ἐξουσίᾳ, ἀλλ' ἐκδίδωμι ἐμαυτὸν τοῖς Ἰ

 προαπηγγελμένα· ὁ μὲν γάρ φησιν· οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ συμβήσεται αὐτῷ. ὁ δέ· καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου

 ἀνανεώσασθαι, εἰ καὶ ὁ πρότερος ὡς ὁ εἷς τῶν λῃστῶν παρ ητήσατο, οὐκ ἔχομεν λέγων βασιλέα εἰ μὴ Καίσαρα καὶ τὸ αἷμα τὸ ἀθῷον ἐπὶ τὴν ἑαυτοῦ κεφαλὴ

 κατὰ τῶν πεπαρ ωνηκότων εἰς αὐτόν. τὸ δὲ ῥαγῆ ναι τὰς πέτρας τὰς τῶν ἐθνικῶν ψυχὰς ἀνεωχθῆναι δηλοῖ εἰς τὸ παραδέχεσθαι τὴν τοῦ Χριστοῦ πίστιν. οἱ δὲ

 κηρύγμασι καὶ περιέπουσι τὸν υἱὸν αἱ τῶν ἄνω πνευμάτων στρατιαὶ ὡς τῶν ὅλων δεσπότην καὶ κύριον καὶ ὅτε γέγονε σάρξ, τοῦτ' ἔστιν ἄνθρωπος. 318 Mt 28,

Commentarii in Matthaeum

1 Mt 1, 1 Ἰαὼ τὴν σωτηρίαν οἱ Ἑβραῖοι ἔλεγον, Χριστοῦ δὲ εἶπε διὰ τὸ τοὺς παλαιοὺς βασιλεῖς τε καὶ ἱερεῖς τῷ ἐλαίῳ χρίεσθαι διὰ τοῦ κέρατος. ὁ δὲ ἡμέτερος Ἰησοῦς Χριστὸς οὐ διὰ τὸ τῷ κέρατι χρισθῆναι προσ ηγορεύθη Χριστός, ἀλλὰ τὸ τῷ θείῳ πνεύματι· ἀληθῶς γὰρ καὶ κυρίως αὐτὸς εἶχε τὸ πνεῦμα τὸ ἅγιον. 2 Mt 1, 1 Μέμνηται τοῦ Ἀβραάμ, ἐπει δὴ ἐκεῖνος πρῶτος ἐγένετο τύπος τῶν δύο λαῶν τῶν μελλόντων πιστεύειν τῷ Χριστῷ· καὶ γὰρ ἐν ἀκροβυστίᾳ ὢν ἐπίστευσε καὶ μετὰ τὸ περιτμηθῆναι ἔμεινεν πάλιν πιστός. μέμνηται δὲ κατ' ἐξαίρετον καὶ τοῦ ∆αβίδ, ἐπειδὴ καὶ αὐτὸς τύπος γέγονεν τοῦ Χριστοῦ· ὥσπερ γὰρ τοῦ Σαοὺλ ἐκβληθέντος ὡς ἀδοκίμου ∆αβὶδ δεύτερος προ εχειρίσθη βασιλεὺς εὐάρεστος τῷ θεῷ, οὕτως καὶ τοῦ πρώτου ἀν θρώπου, τοῦ Ἀδάμ φημι, ἐκβλη θέντος διὰ τὴν παρακοὴν καὶ μηκέτι βασιλεύσαντος τῶν λοιπῶν ὅλως εἰσηνέχθη δεύτερος Ἀδάμ, ὁ Χρι στὸς βασιλεὺς τῶν πάντων, ἵνα τὸ ἐν Ἀδὰμ ἀπολωλὸς διὰ Χριστοῦ τοῖς ἀνθρώποις ἐπαναληφθῇ, βασι λεὺς οὐ μόνον γῆς, ἀλλὰ καὶ οὐρα νοῦ· υἱὸς δὲ ἀνθρώπου φύσει κα λεῖται ὡς πάντα ἔχων, ὅσα εἶχεν ὁ Ἀδάμ, νυνὶ θεὸς ὤν. Ἀβραὰμ ἐν ἀκροβυστίᾳ ὢν ἐπίστευσε τῷ θεῷ· εἶτα δεξάμενος τὰς ὑποσχέσεις καὶ περιτμηθεὶς ἀλώβητον τὴν πίστιν διετήρησεν. εἰκότως τοίνυν ἀναχθήσεται τὸ ῥητὸν εἰς ἕτερόν τι θεώρημα περὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας τῆς τε ἐκ περιτομῆς καὶ τῆς ἐξ ἐθνῶν· τύπος γὰρ ἦν, ὡς εἰκός, τῶν δύω λαῶν τῶν εἰς Χριστὸν πεπιστευκό των. ἀλλ' ἐκεῖ μὲν προτέρα ἡ ἀκρο βυστία τῆς περιτομῆς· φύσεως γὰρ ἔργον ἡ ἀκροβυστία, ἐντολῆς δὲ καὶ νόμου ἡ περιτομή. διὰ τοῦτο ἐκείνη ταύτης προηγήσατο καὶ μετὰ ταῦτα εἰς αὐτὴν ἡ περιτομὴ ἀνακάμπτει, ἐπεὶ καὶ βέλτιόν ἐστι φύσις ἅμα καὶ νόμος ἢ τὸ διεστηκέναι ἀπ' ἀλλήλων χωρίς. ἀλλὰ καὶ ∆αβὶδ τύπος ἦν τοῦ Χριστοῦ· τοῦ γὰρ Σαοὺλ ἐκ βληθέντος ἀντεισήχθη ∆αβίδ. οὕ τως καὶ τοῦ Ἀδὰμ διὰ τὴν παρα κοὴν τῆς Ἐδὲμ διωχθέντος ὁ δεύ τερος ἀντεισήχθη Ἀδὰμ ὡς ἂν πρὸς τὴν ἀρχαίαν τάξιν τὸν Ἀδὰμ τὸν πρῶτον ἀποκαταστήσῃ. 3 Mt 1, 2 ∆ιὰ τοῦτο ἐξ ἀνδρῶν ποιεῖται τῆς γενεαλογίας τὰ ὀνόματα, ἐπειδὴ "ἡ γυνὴ δόξα ἀνδρός ἐστι", παρακολούθημα οὖσα καὶ οὐκ ἀρχὴ τοῦ ἀνδρός. 4 Mt 1, 12 Ὠικοδόμησεν ὁ Ζοροβάβελ τὸν ἀπὸ Σολομῶνος μὲν πάλαι ᾠκοδομηθέντα ναὸν ὑπὸ δὲ Βαβυλωνίων ἐμπρησθέντα. καὶ ὁ κύριος ἀληθινὸς οἰκοδόμος ἐστὶ τοῦ διαρρυέντος τοῖς παραπτώμασι λογικοῦ ναοῦ καὶ ἐμπρησθέντος ἀλλοτρίῳ πυρί, ὅπερ ἡμεῖς ἐξεκαύσαμεν οὐ μόνον τῷ σαρκικῷ φρονήματι τὸ τῆς ψυχῆς νοερὸν ἕπεσθαι δουλικῶς παρασκευάσαντες, ἀλλὰ καὶ τὴν τῶν παθῶν ὕλην ἀναιδῆ δι' ἐνεργείας ἐξάψαντες. ἀλλὰ καὶ λίθον ἔχει ὁ Ζοροβάβελ ἐν τῇ χειρὶ ἑπτὰ ὀφθαλ μοῖς κοσμούμενον. ἔστι καὶ τῷ κυρίῳ λίθος ἡ εἰς αὐτὸν πίστις· ἐν τῇ χειρὶ δέ, ὅτι ἐν τῇ πράξει τῶν ἐντολῶν ἡ πίστις τοῦ Χριστοῦ διαφαίνεται. πράξεως δέ ἐστι σύμβολον προδήλως ἡ χείρ. φέρων οὖν ἐν τῇ χειρὶ τὸν λίθον ὁ κύριος ἔμπρακτον ἡμᾶς διδάσκει τὴν εἰς αὐτὸν πίστιν ἔχειν ταῖς ἑπτὰ κοσμουμένην ἐνεργείαις τοῦ πνεύματος. 5 Mt 1, 16 Τὸ δὲ μὴ εἰπεῖν δι' ἧς ἐγεννήθη ἴσως, ἀλλὰ ἐξ ἧς, ἀνατρέπει τὴν αἵρεσιν Ἀπολιναρίου λέγοντος ὡς διὰ σωλῆνος τῆς παρθένου τὸν Χριστὸν διελθεῖν καὶ μηδὲν ἐξ αὐτῆς προσλαβεῖν. ὁ γὰρ εὐαγγελιστὴς οὐ δι' αὐτῆς φησι γεννηθῆναι τὸν Ἰησοῦν, ἀλλ' ἐξ αὐτῆς, τοῦτ' ἔστιν ἐκ τῶν πανάγνων αὐτῆς αἱμάτων· τοιοῦτον καὶ τὸ τοῦ ἀποστόλου· "ἀπέστειλε" γάρ φησιν "ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός", ἀλλ' οὐ διὰ γυναικός. 6 Mt 1, 20 Γυναῖκα αὐτὴν ἐκάλεσεν ὁ ἄγγελος, ὅπως πάσης ὑποψίας τῆς πρὸς ἕτερον πρόσωπον ἐλευθερώσῃ τὴν παρθένον· εἰ γὰρ τοῦ Ἰωσὴφ γυναῖκα αὐτὴν