Fragmenta duo in Numeros

Fragmenta duo in Numeros

Ἀφελεῖτε ὑμεῖς ἀπ' αὐτοῦ ἀφαίρεμα. Οἱ μὲν κατὰ νόμον τοῦ Μωσέως ἱερᾶσθαι κεκλημένοι, δεκάτας ἐδέχοντο παρὰ τῶν υἱῶν Ἰσραὴλ, ὡς μερίδα καὶ κλῆρον Θεοῦ. Προσεκομίζοντο δὲ αὐτοὶ τὸ ἐπιδέκατον τῷ κατάρχοντι καὶ ἡγουμένῳ τῆς ἱερωσύνης, τουτέστι τῷ Ἀαρών· ὃς καὶ εἰς τύπον τέθειται τοῦ Χριστοῦ, οὐκ ἐν τῇ πρώτῃ σκηνῇ τῇ τὴν στάσιν ἐχούσῃ λειτουργῶν, ἀλλ' ἐν τῇ ἐσωτέρᾳ καὶ κεκρυμμένῃ. Λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγήν. Ἐπιτήρησον ὅτι βεβαιῶν εἰς πίστιν, πρὸς ἀνάμνησιν τῆς ἐν Αἰγύπτῳ τερατουργίας ἀποφέρει λέγων· Λαβὲ τὴν ῥάβδον ἐν τῇ χειρί σου ἐν ᾗ ἐπάταξας τὸν ποταμόν. Ei mox· Πέτρᾳ παρεικάζεται Χριστὸς διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον.