Fragmenta in Ezechielem FRAGMENTA EX CATENISIN EZECHIELEM

Fragmenta in Ezechielem FRAGMENTA EX CATENISIN EZECHIELEM

Καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. Cat. Ezech. f. 12. b.Ἑστήκασι γὰρ ἀεί πως αἱ

νοεραὶ καὶ ἄνω δυνάμεις, οὐκ ὀκλάζουσαι πρὸς τὰ αἰσχίω, ἀλλὰ τὴν ὀρθὴν καὶ ἀμώμητον τῆς αὐταῖς πρεπούσης ζωῆς διᾴττουσιν τρίβον. Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραί. Cat. 18.b.Οἱ μακάριοι μαθηταί· περιῆλθον γὰρ πᾶσαν ὑπ' οὐρανὸν, τὸ Χριστοῦ λαλοῦντες μυστήριον, καὶ ᾠδὴν καὶ λύραν ἔχοντες αὐτό. Καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, καὶ ∆ανιὴλ, καὶ Ἰώβ. Cat. f. 203. b.Ἐπειδὴ οἶμαι δεῖν οὐκ ἀβασανίστους ἐᾷν τὰς τοῦ προφήτου φωνὰς, φέρε λέγωμεν τί δήποτε, Νῶε καὶ Ἰὼβ καὶ ∆ανιὴλ τεθνεώτων ἤδη, 70.1460 τάχα δέ που καὶ αὐτοῦ τοῦ ∆ανιὴλ, σωθήσεσθαί φησιν αὐτοὺς ἐν τῇ ἰδίᾳ δικαιοσύνῃ, καί τοι τῆς ἄλλης ἁπάσης γῆς, καθ' ἧς ἂν ἡ τοῦ θανάτου ψῆφος ἐκφέροιτο, καταφθειρομένης.

Ἔοικε τοίνυν τῷ μὲν Νῶε παρεικάζειν τοὺς διὰ πίστεως τῆς εἰς Θεὸν εὐεργετοῦντας αὐτῷ· τῷ γε μὴν ∆ανιὴλ τοὺς σοφούς τε καὶ διορατικούς· Ἰὼβ δὲ πάλιν τοὺς διά γε τῆς ὑπομονῆς, δῆλον δὲ ὅτι τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων, εὐαρεστοῦντας αὐτῷ. Καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου ἐκ κορυφῆς. Cat. f. 208. Κέδροις μὲν ἀπεικάζει ταῖς ὑψηλαῖς καὶ εὐκοσμοτάταις τοὺς ἐξ Ἰσραὴλ, ἐν οἷς τὸ ἐπίλεκτον, καὶ οἱονεί τις καρδία γέγονεν ὁ μακάριος ∆αβὶδ, ἐξ οὗ λαβὼν ὁ Θεὸς καὶ Πατὴρ κατεφύτευσε τὸν Ἐμμανουὴλ, ὃς καὶ εἰς κέδρον ἀνέστη μεγάλην, καὶ εἰσεδέξατο πάντας εἰς ἰδίαν σκιάν· ἔγνω τε λοιπὸν ἡ ὑφήλιος σύμπασα τὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ δύναμίν τε καὶ ἐξουσίαν.

Τεταπείνωκε γὰρ τὸ ξύλον τὸ ὑγρὸν, φῦναι δὲ καὶ ἀναβλαστῆναι παρεσκεύασε τὸ ξύλον τὸ ξηρὸν, τουτέστιν ἐξ ἐθνῶν Ἐκκλησίαν, ταῖς τοῦ διαβόλου πλεονεξίαις κατευανθέν ita cod. Καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά. Cat. 210. b. Ὅσον μὲν γὰρ ἧκεν εἰς θεωρίαν πνευματικὴν, ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Ὅσον γε μὲν εἰς τὴν τοῦ πράγματος εἰκαιότητα, καὶ μόνην τὴν ἐν σκιαῖς λατρείαν, οὐ καλὰ τὰ προστάγματα, ἀλλ' οὐδὲ ζωῆς τῆς αἰωνίου πρόξενα. ∆ικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ, κατὰ τὸ γεγραμμένον. Ἰδοὺ τὸ γάλα κατεσθίετε. Cat. f. 224.Ἐξαιτοῦντες γὰρ κατὰ τὸν νόμον δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια, καὶ ταῖς ἐκ λαῶν δωροφορίαις ἐντρυφῶντες ἀσώτως, οὐδένα τῆς σωτηρίας αὐτῶν ἐποιοῦντο λόγον. Καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε; Cat. f. 224. b.

Νομομαθεῖς γὰρ ὄντες οἱ ἐξ αἵματος Λευὶ, καὶ καλλίστην ὥσπερ νομὴν, λεπτὸν δὲ καὶ διειδὲς ἔχοντες ὕδωρ τὴν διὰ Μωϋσέως παίδευσιν οὐκ ἀνικάνως ἔχουσαν ποδηγεῖν εἰς ἀλήθειαν, κατεπάτουν τρόπον τινὰ τὴν νομήν· συνετάραττον δὲ καὶ τὸ ὕδωρ, παχεῖάν τινα καὶ ὑλώδη καὶ γαιώδους ἀκαθαρσίας ἀνάπλεων παρατιθέντες διδασκαλίαν τοῖς ἐν τάξει προβάτων ἀκολουθοῦσιν αὐτοῖς ὡς κριοῖς. Καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα ... τὸν δοῦλόν μου ∆αβίδ. Cat. f. 225.) Ὅτι δὲ περὶ Χριστοῦ τὰ τοιαῦτά φησιν, ἀταλαίπωρον ἰδεῖν· προτετελευτηκότος γὰρ ἤδη τοῦ μακαρίου ∆αβὶδ καὶ ἐν τάφοις ἤδη κειμένου, προεφήτευσε μὲν ὁ μακάριος Ἰεζεκιήλ. Ἐποιεῖτο δὲ τὴν ὑπόσχεσιν ὁ Θεὸς καὶ Πατὴρ ὡς ἐσομένην κατὰ καιροὺς, καὶ οὐχ ὡς ἤδη τετελεσμένην· ἐπὶ γὰρ τοῖς ἐσομένοις αἱ ὑποσχέσεις, οὐκέτι τοῖς ἤδη πεπραγμένοις.