Fragmenta in libros Regum ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΑΣ ΒΑΣΙΛΕΙΩΝ

 Καὶ ἐῤῥέθη τῷ ∆αβὶδ Οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ

 Ἐνενόει γὰρ ὅτι διά τοι τοῦ προσκεκροῦσθαι Θεῷ, δέδοταί πως εἰς μάστιγας, καὶ μοῖραν εἶναι κατελογίζετο τῆς πληγῆς, τοὺς παρά τινων ὀνειδισμοὺς τωθασμ

 εὐαπόβλητα παντελῶς, καὶ οὐδὲν ὠφελεῖν ἰσχύοντα 69.689 τὴν ἀνθρώπου ψυχήν. Κτῆμα δὴ οὖν τίμιόν τε καὶ ἐπέραστον ἀληθῶς τῇ ἀνθρώπου ψυχῇ σοφία καὶ γνῶσ

 Θεόν [ξοδ. Θεός]. Καὶ ἀμπελὼν εἶς ἦν τῷ Ναβουθαί. {Κυρίλλου.} Ἀμπελῶνα νοεῖν τὸν Ἰσραὴλ Ἡσαΐας ἡμῖν ὑποτίθεται. Ἀλλ' οἱ τούτου ἡγούμενοι, ὧν φέρει

 ἐκ τῆς Περσῶν. Ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα. {Κυρίλλου.} Προβέβηκε δὲ δόξης τε καὶ ὁμοῦ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶ

 

Fragmenta in libros Regum ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΑΣ ΒΑΣΙΛΕΙΩΝ

ΒΙΒΛΟΥΣ ΒΙΒΛΟΣ Αʹ. 69.680

Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἔνα. Κυρίλλου ἀρχιεπισκόπου

Ἀλεξανδρείας. Ὁρᾷς ὅπως μεσίτην ὁμοῦ καὶ τῆς σωτηρίας πρύτανιν ἐποιεῖτο Χριστόν; καὶ τὸ ἐπ' αὐτῷ μυστήριον, ὅπλον οἷάπερ ἀῤῥαγὲς, ταῖς τῶν ἀλλοφύλων ἐφόδοις ἀντανιστὰς σέσωκε τὸν Ἰσραήλ; Ἄρνα γὰρ γαλαθηνὸν ἔθυσεν εἰς τύπον Χριστοῦ, καὶ πάλαι βοῶντος διὰ φωνῆς προφητῶν· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων.

Ἐπιτήρει δὲ ὅπως τῆς θυσίας ἡ δύναμις ἑτοιμότερον πρὸς τὴν ἐπικουρίαν τοῖς ἐπὶ τοῖς κάμνουσιν ἀποτετέλεκεν τὸν Πατέρα. Κατεβρόντησεν γὰρ τῶν δι' ἐναντίας μέγα τι καὶ ἐξαίσιον· καὶ τοῖς προσάγουσι τὴν θυσίαν μισθὸν ἐδίδου τὴν σωτηρίαν εἰς τύπον μυστηρίου τοῦ κατὰ Χριστόν. Καὶ νῦν κατάστησον ἐφ' ἡμᾶς βασιλέα. {Κυρίλλου.} Ἀπεφοίτησε μὲν ὁ Ἰσραὴλ τοῦ βασιλεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν· ἐκαλέσατο δὲ βασιλέα ἄνθρωπον. Ταύτῃ τοι καὶ ἀπώλισθε τῆς 69.681 ἐντολῆς· πρῶτος γὰρ Σολομὼν προσεκύνησε τοῖς Βααλείμ· εἶτα μετ' αὐτὸν Ἱεροβοὰμ τὰς δαμάλεις ἀνέστησεν. Καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ· Ἄκουε τῆς φωνῆς αὐτῶν, κ.τ.λ. {Κυρίλλου.} Ἐχόντων εὖ τῶν πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένων, πικρὰ καθ' ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. Ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν λέγοντες τῷ μακαρίῳ Σαμουήλ· Κατάστησον ἐφ' ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς, καὶ τὰ ἑξῆς·

Εἶτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τοῦ βασιλέως καταγγέλλοντος αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦντος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς τῶν οὔτω σαθρῶν καὶ ἀνοσίων σκεμμάτων, οὐδὲν ἧττον ἐπεφύοντο λέγοντες· Οὐχὶ, ἀλλ' ἢ βασιλεία ἔσται ἐφ' ἡμᾶς. Καὶ εἶπεν ὁ Σαοὺλ τῷ παιδαρίῳ, κ.τ.λ. Καὶ τί οἴσομεν; κ.τ.λ. {Κυρίλλου, ἐκτοῦ κατὰ Ματθαῖον.} Προσπέφυκεν ἀεὶ τοῖς ὠφελουμένοις, ἤγουν ὑπὸ τῶν τυχόντων ἡδίστων μετεσχηκόσιν, ἀνταποτιννῦναι θέλειν τὰς κατὰ δύναμιν ἀμοιβὰς, καὶ ταῖς ἰσοστάθμοις ἤγουν καὶ ἔτι καὶ μείζοσιν κατευφραίνειν τιμαῖς· καὶ ἀπόδειξιν τῆς εὐγνωμοσύνης τὴν ἐν τούτοις ἀεί πως ἐπιτηδεύουσι προθυμίαν, οἷσπερ ἂν ἀγαθὸς καὶ εὐγνώμων ἐνυπάρχοι τρόπος. Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαούλ. Καὶ ὄνομα αὐτῷ ∆ωήκ. {Κυρίλλου.} Γέγονεν ἀνήρ τις Ἰδουμαῖος τὸ γένος, ᾧ ὄνομα ∆ωήκ. Οὗτος ἀπεστρέφετο παρὰ τοῖς δορυφόροις τοῦ μακαρίου ∆αβὶδ, καὶ ἧν κτηνοτρόφος, πλὴν ἀνὴρ πικρὸς καὶ βάρβαρος καὶ οὐδαμόθεν ἔχων τὸ γνήσιον. Περιετύγχανε δὲ λάθρα τῷ Σαοὺλ, καὶ ἀπήγγελλεν αὐτῷ τὰς σκέψεις καὶ πάντα τὰ βουλεύματα· ἐπηγγέλλετο δὲ κατὰ καιροὺς καὶ παραδώσειν αὐτόν. Καὶ δήποτε θεασάμενος τὸν μακάριον ∆αβὶδ εἰσελθόντα εἰς τὸν οἶκον τοῦ Θεοῦ, ὅτε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, καὶ περιτυχὼν τῷ Ἀβιμέλεχ τῷ ἱερεῖ, ἀπήγγελλε τῷ Σαοὺλ, ὅτι μετ' ὀλίγων ἐστὶ παντελῶς, καὶ δύναται ῥᾳδίως αὐτὸν λαβεῖν ἐπελθὼν, καὶ εὐκόλως χειρώσασθαι. Οὐκοῦν προδέδωκε μὲν ὁ ∆ωὴκ ἀπαγγείλας τῷ Σαοὺλ, ὅτι συντετύχηκε τῷ Ἀβιμέλεχ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· διέσωζε δὲ τὸν προφήτην ὁ τῶν ὅλων ∆εσπότης, καὶ τῆς ἐκείνου δυστροπίας μάταιον ἐποίει τὸ ἐγχείρημα.

ΒΙΒΛΟΣ Βʹ.