Fragmenta in sancti Pauli epistulam i ad Corinthios ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ

 Χριστοῦ τοὺς ἰδίους κεκληκότος ἐν εἰρήνῃ. καὶ ὅτι εἷς ἔστιν αὐτὸς, καὶ οὐ μεμέρισται· ἓν οὖν οἱ πάντες ἐσμὲν ἐν Χριστῷ, κατηρτίσμεθά τε πρὸς τοῦτο ἐν

 τρυγόνας τε καὶ περιστερὰς, καὶ φάσκοντος Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου, ἀντεφέροντο λέγοντες Τί σημεῖον δεικνύεις ἡμῖν ὅτι

 λόγου, καὶ τὸ ἐν αὐτοῖς ἀκαλλὲς οἱονεὶ περιστέλλοντος· ἀποχρὴ γεμὴν τῷ θείῳ κηρύγματι ψιλός τε καὶ εὐαφὴς καὶ ὡς ἐν δυνάμει Θεοῦ μαρτυρούμενος λόγος.

 πιστεύσαντος νοῦν ἵνα φαίνοιτο καὶ καρποφόρος; τίς δὲ ἡ αὔξησις ἡ παρὰ Χριστοῦ ἢ διὰ Πνεύματος στερέωσις καὶ εἰς ἄνδρα τέλειον ἀναδρομὴ ἀναλόγως ταῖ

 ἡμαρτηκόσιν; ἢ ἐν πνεύματι πραΰτητος καὶ ὡς ἐν ἀγάπῃ προσενεχθεὶς παραδράμω σεσιγηκώς; ἀλλ' ἦν ἄμεινον αὐτοῖς ἡ ἐπίπληξις ἅμα κόπτουσα τὸ δεινὸν καὶ τ

 μετεσχήκαμεν δὲ καὶ τῆς ἁγίας αὐτοῦ σαρκὸς, ἡγιάσμεθά τε διττῶς· καὶ κατῴκηκεν 264 ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοῖς μέλεσιν ἡμῶν ἐπισκήψαντα

 δόξης· ἐὰν δὲ μολυνθῇ, στερεῖται τῆς τοιαύτης δόξης. Οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματος. Κατῴκηκε γὰρ ἐν ἡμῖν τὸ τῆς υἱοθεσ

 ἑκουσιάζεσθαί τινας, τουτέστι προσκομίζειν Θεῷ· τὰ ἑκούσια δὲ ταῦτα ἦσαν· τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέον φιλοτιμίας καρποί· ἀλλ' ἦν μὲν

 ἐπιτελεῖσθε; ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας αὐτοῖς ἀνευρῦναι τὴν ὁδὸν, καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι τῶν ἄλλων ἐντολῶν τοῦ Θ

 ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπείθουσι, καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις

 ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;

 αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς ὕδατι συμμιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα, διανυττόντων αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν. Πᾶσαν τὴν ἱστορίαν παράγ

 φύντα Λόγον· κεφαλὴν δὲ ὠνομάσθαι φαμὲν παντὸς ἀνδρὸς ὡς ἀρχέτυπον μὲν, ὡς ἔφην, ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθ

 Ἰησοῦς ὁ Χριστὸς ἐπηγγέλλετο μὲν ἀπελθὼν πέμψειν ἡμῖν τὸν παράκλητον· προσετίθει δὲ τούτοις τό Ἐκεῖνος ἐμὲ δοξάσει. συνίεμεν δὲ ἡμεῖς καὶ μάλα ὀρθῶς

 Ἐφ' ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος, τὴν διακονίαν μου δοξάζω. οὐκοῦν διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγι

 καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις. καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύμα

 τὸ γλώσσῃ τῇ Μήδων δύνασθαι λαλεῖν, ἑτέρῳ δὲ αὖ τῇ Ἐλαμιτῶν, εἶτα ταῖς Ἰουδαίων προσδιαλέγοιντο συναγωγαῖς οἱ περὶ ὧν ὁ λόγος ἤγουν ταῖς ἑλλήνων ἀγέλα

 φθόγγος ἦν καὶ ἀσυνήθης ἡ φωνὴ, πεποίηκε μάτην εἰκαίῳ τινὶ κτύπῳ προσαράξας μόνον τὴν τοῦ μανθάνοντος ἀκοήν.

 αὐτοῦ δὲ πάντως που Χριστοῦ· καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία τοῖς τὴν πίστιν εἰσδεδεγμένοις· ἐν αὐτῷ δέ φησιν αὐτοὺς ἑστάναι τε καὶ σώζεσ

 σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. οὐκοῦν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσί

 ἔφη μελῳδός Εὐδόκησας κύριε τὴν γῆν σοῦ, ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν· καὶ πάλιν Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομ

 νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι· πλὴν ἀμείνους οἱ ἐν Χριστῷ, δεδικαίωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὸ

 Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.

 ἐπὶ 309 ἀφθαρσίᾳ γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τὸν τῆς ἀναστάσεως· οὐ γὰρ ἐπὶ τιμωρίᾳ ὁ Θεὸς ποιεῖ τὴν ἀνάστασιν, ἀλλὰ διὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν. Ἀλλ

 ἐσπαρμένῳ φθορὰ καὶ ἀσθενεία καὶ τὸ ἀκαλλὲς, φρόνημά τε τὸ ψυχικὸν, ὃ καὶ ταὐτὸν εἶναί φαμεν τῷ σαρκικῷ καὶ γεωδεστέρῳ· ἐπειδὴ δὲ παρήχθη πρὸς γένεσιν

 ἀδιαβλήτων παθῶν. οὐκοῦν εἰς ζῶσαν ψυχὴν ὁ πρῶτος ἄνθρωπος Ἀδάμ· ὁ δέ γε δεύτερος καὶ ἐξ οὐρανοῦ τουτέστι Χριστὸς οὐκ εἰς ψυχὴν μᾶλλον, ἀλλ' εἰς πνεῦμ

 διανομεὺς ἀγαθῶν· αὐτὸς μεταστοιχειώσει τὴν κτίσιν, καὶ καινουργήσει τὸ σύμπαν, καὶ ἀπαλλάξει δουλείας εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θ

 χωρὶς δὲ νόμου, ἁμαρτία νεκρά. τίς οὖν ὁ πάντων τούτων ἡμῖν χορηγὸς, τῆς δικαιοσύνης ὁ πρύτανις, τῆς ἐλευθερίας ὁ δοτὴρ, καὶ παντὸς ἀγαθοῦ πηγὴ καὶ πρ

Fragmenta in sancti Pauli epistulam i ad Corinthios ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ

ΑΠΟΣΠΑΣΜΑΤΑ ΟΛΙΓΑ ΤΙΝΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ Α.

ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΑΠΟΣΠΑΣΜΑΤΑ ΟΛΙΓΑ ΤΙΝΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ Α.

Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ. ἈΠΕΣΤΑΛΘΑΙ φησὶν ὁ θεσπέσιος Παῦλος παρὰ Χριστοῦ, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ

Πατρός· τοῦτο γὰρ οἶμαί ἐστι τό ∆ιὰ θελήματος Θεοῦ· ἐπειδὴ γὰρ δι' Υἱοῦ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ἐστι τοῦ Πατρὸς, δι' αὐτοῦ πάλιν τοὺς ἁγίους εἰς ἀποστολὴν προκεχειρῆσθαί φαμεν. Καὶ Σωσθένης ὁ ἀδελφὸς κ.τ.λ. Ὅτι ὀνήσει τῶν κηρυγμάτων ἡ δύναμις οὐ μόνον Κορινθίους, ἀλλὰ καὶ πάντας τοὺς ἐν Χριστῷ κεκλημένους εἰς τὸν διὰ πίστεως ἁγιασμὸν, διατρανοῖ λέγων Ἡγιασμένοις ἐν Χριστῷ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· ὁ μὲν γὰρ νόμος οὐκ ἐν παντὶ τόπῳ κεκέλευκε τοῦτο δρᾶν, ἀλλ' εἰς τὸν θεῖον 250 αὐτὸν ἐν Ἱεροσολύμοις νεὼν ἀφικέσθαι· ἐδεδίει γὰρ τῆς παρ' αὐτοῖς διανοίας ὡς εἰκὸς τὸ εὐμετακόμιστον, μὴ ἄρα πως προσκυνεῖν ἢ θύειν ἐν παντὶ τόπῳ κεκελευσμένοι, πρόφασιν τῆς εἰς τὰ αἰσχίω μεταβολῆς [ἔχοιεν] τὸν νόμον, καὶ προσκυνήσειαν τοῖς γλυπτοῖς, ναοὺς ἑαυτοῖς ἱστῶντες καὶ βωμούς· ἐπειδὴ δὲ κεκλήμεθα λοιπὸν οἱ ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματος ἀσφάλειαν πεπλουτήκαμεν, προσκυνεῖν τετάγμεθα οὐκ ἔν γε τοῖς Ἱεροσολύμοις ἅπαντες, ἀλλ' ἐν παντὶ τόπῳ· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῶν προφητῶν λεγόμενον "Καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἕκαστος ἐκ τοῦ "τόπου αὐτοῦ." Ἐπιστέλλει δὴ οὖν ἅμα Σωσθένει τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, ἣν αὐτὸς ἑαυτῷ παρέστησεν ὁ Χριστός· καὶ τίς αὐτὴν ὦπτο; πάντες οἱ ἡγιασμένοι καὶ κεκλημένοι διὰ Χριστοῦ πρὸς δικαίωσιν, ἐπικαλούμενοί τε τὸ ὄνομα αὐτοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν, τουτέστιν εἴτε ἐν τῇ τῶν Ἰουδαίων γῇ, εἴτ' οὖν ἐν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώραις. Θεὸν δὲ κατὰ φύσιν διακηρύττει Χριστὸν, καὶ σὺν αὐτῷ τε καὶ δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ τὴν δόξαν πραγματεύεται· Θεοῦ μὲν γὰρ ἐκκλησίαν ὀνομάζει τοὺς ἡγιασμένους, Χριστῷ δὲ πάλιν αὐτοὺς προσνέμει λέγων "Εἰ δέ τις Πνεῦμα Χριστοῦ "οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ." Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Χάριτι στεφανοῖ τοὺς πεπιστευκότας τῇ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· δι' αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, συνδοτήρ τε ἐστὶ καὶ συνχορηγὸς τῷ γεγεννηκότι τῶν ἄνωθεν ἀγαθῶν, καὶ διανομεὺς τῶν ἐξ οὐρανοῦ χαρισμάτων, καὶ αὐτός ἐστιν ἡ πάντων εἰρήνη, τῇ παρ' ἑαυτοῦ χάριτι καταλαμπρύνων 251 ἀρχὰς, θρόνους τε καὶ ἐξουσίας καὶ ἁπαξαπλῶς εἰπεῖν πᾶσαν κτίσιν λογικήν. Ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ὅτι ὀνόματι τῷ δεσποτικῷ κατασεμνύνεσθαι δεῖν, ἀναγκαῖον ἦν ἅμα καὶ σοφὸν ἀναπεῖσαι, λέγων αὐτὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν "Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται "ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς·" χριστιανοὶ γὰρ ὠνομάσμεθα, καὶ τὸ ὄνομα τὸ καινὸν πεπλουτήκαμεν, οὗ δικαίως ἐστέρηνταί τινες τῶν ὀρθῶν τῆς Ἐκκλησίας ἀποφοιτῶντες· καὶ προσκείμενοι πνεύμασι πλάνοις καὶ ἀνοσίων τινῶν ψευδοδιδασκάλων τερατισμοῖς, τὸ αὐτῶν ἐσχήκασιν ὄνομα, καὶ μάλα εἰκότως· οὐ γὰρ εἰσὶ τοῦ Χριστοῦ, τὴν κατ' αὐτοῦ δυσφημίαν μερισάμενοι, καὶ εἰς διαφόρους δόξας τε καὶ γνώμας κατεσχισμένοι, καίτοι