Fragmenta in sancti Pauli epistulam ii ad Corinthios

 Πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. Οὐδεὶς λέγει Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι Ἁγίῳ· τὸ δὲ πνεῦμά ἐστιν ἀλήθεια,

 δόξαν δι' ἡμῶν. ἔθος γὰρ ἡμῖν ἁπάσης εὐχῆς κατακλείειν πέρας ἐν ὀνόματι τοῦ Χριστοῦ. ὅτι δὲ οὐκ ἂν ἀμοιρήσειεν αὐτὸς τοῦ δοξολογεῖσθαι πρέπειν, ἀκονιτ

 ὃν καὶ ἡμεῖς, ἀλλ' ὅλον ἑαυτὸν ἐν τῇ τοῦ Υἱοῦ φύσει μονονουχὶ γράφοντος τοῦ Πατρὸς καὶ οἷον οὐσιωδῶς ἐνσημαινομένου· ταύτῃτοι ἔφασκεν Ὁ ἑωρακὼς ἐμὲ ἑ

 Εὐωδιάζουσι τῷ Θεῷ καὶ Πατρὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, πρῶτον μὲν ὡς αὐτὸν ἔχοντες διὰ τοῦ Πνεύματος ἐνοικοῦντά τε καὶ ἐνηυλισμένον, εἶτα ὅτ

 Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκ

 αὐτὴν ὡς μηδὲ ὅλως δεδοξάσθαι δοκεῖν. ὅνπερ γὰρ τρόπον νυκτὸς μενούσης ἔτι καὶ τοῦ κατ' αὐτὴν σκότους τόδε τὸ σύμπαν καταμελαίνοντος, ἀπαστράπτει μὲν

 τε καὶ πάντως περιαιρεῖται τὸ κάλυμμα, γυμνῷ δὲ καὶ ἀπημφιεσμένῳ προσώπῳ τὸν ἱερὸν ὄψονται Μωσέα τὸ ἐκ τοῦ γράμματος προσωπεῖον ἤτοι κατασκίασμα τὸ

 Πνεύματος χαρισάμενος, προσθήσει τὸ λεῖπον κατ' ἐκεῖνο τοῦ καιροῦ, μετασχηματίσει δὲ καὶ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης

 Ἰησοῦ Χριστοῦ. Ὅτι εἰς Θεὸν ἡ πίστις, κἂν εἰ ἐν προσώπῳ πράττοιτο τοῦ Χριστοῦ, σαφηνιεῖ ὁ μυσταγωγὸς διὰ τῆς προκειμένης λέξεως· κέκληνται γὰρ Ἰουδαῖο

 Φαίνονται μὲν γὰρ ὑπέρ γε τῆς εἰς αὐτὸν εὐσεβείας καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον· πλὴν εἰ καὶ τοῦτο συνέβη παθεῖν αὐτοὺς, ἀλλ' οὖν ζῶσι, τῷ Θεῷ ζήσε

 οἱ ποτὲ πλανώμενοι, τὴν ἐκ πίστεως τῆς εἰς Χριστὸν ἀποκερδαίνωμεν ζωήν· τοιγάρτοι φασὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν

 καὶ ἐξ οὐρανοῦ οἰκητήριον, τουτέστι τὴν ἀφθαρσίαν, ἐπενδύσασθαι. στενάζομεν οὖν οὐκ ἀπόθεσιν τοῦ νῦν ὄντος ἐπιθυμοῦντες εὑρεῖν, ἐπαμφιέσασθαι δὲ μᾶλλο

 ἐν σαρκὶ, τουτέστιν ἐν ἀσθενείᾳ σαρκικῇ. καὶ πρός γε τῶν ἄλλων ἡ φθορὰ νοοῖτ' ἂν εἰκότως· ἐπειδὴ δὲ ἔφη οὐδένα ἐγνωκέναι κατὰ σάρκα, προσεπάγει τὰς τι

 Χριστὸς γὰρ ἡ θύρα καὶ αὐτὸς ἡ ὁδός. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἀλογῆσαί τινας τῶν εὐαγγελικῶν κηρυγμάτων, καὶ λογίσασθαι παρ' οὐδὲν τὸν τῆς σωτηρίας καιρὸν τ

 ταῖς τοῦ Σωτῆρος ἐπιεικείαις, καὶ μὴ σαρκικῶς περιπατεῖν. εἰ γὰρ ἀπειθοῦσί τινες, οὐ ξύλοις αὐτοὺς καταπαίοντας καταβιάζεσθαι χρὴ, περιμένειν δὲ μᾶλλο

 Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ τὸ δύνασθαι πάντα δρᾶν· ὡς καὶ αὐτοῦ τοῦ θανάτου καταλῦσαι τὸ κράτος, καὶ τὸ τῇ φθορᾷ κάτοχον σῶμα τῇ τῆς ἀφθαρσίας στεφανῶ

Fragmenta in sancti Pauli epistulam ii ad Corinthios

ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΑΠΟΣΠΑΣΜΑΤΑ ΟΛΙΓΑ ΤΙΝΑ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ Β.

ΤΟΜΟΣ Α

ΛΟΓΟΣ Α.

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός. Ὁ ΣΟΦΩΤΑΤΟΣ ἀπόστολος Παῦλος προκεχειρισμένος εἰς διακονίαν τὴν ἐπὶ Χριστῷ διὰ θελήματος Θεοῦ παρῆχθαί φησιν, τὴν τῶν ψευδοπροφητῶν καὶ ψευδαποστόλων δόξαν ὡς δυσσεβῆ παρωθούμενος, λαλῶν δὲ ἐν Πνεύματι, καὶ αὐτὸν ἔχων ἐνηυλισμένον ἐν ἰδίᾳ ψυχῇ τὸν Ἰησοῦν· ὡς φάσκειν πῆ μέν "∆οκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν," πῆ δέ "Εἰ "δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ." δοῦλον ἑαυτὸν εἶναί φησιν αὐτοῦ, καίτοι τῶν ὅλων κατεξουσιάζοντος τοῦ Θεοῦ καὶ κατάρχοντος μόνου· εἴρηται γὰρ πρὸς αὐτόν "Οτι τὰ σύμπαντα δοῦλα σά·" πῶς οὖν οὐκ ἐναργῶς φυσικήν τε αὐτῷ καὶ ἀληθῶς θεοπρεπεστάτην τῆς κυριότητος ἀπονέμει δόξαν; 321 Ἐξ ὧν ἀπόστολον ἑαυτὸν λέγει τοῦ Ἰησοῦ, Θεὸν φύσει καὶ ἀληθῶς καταγγέλλει τὸν Ἰησοῦν· οὐδεὶς γὰρ ἀπόστολον εἴη ἂν ἀνθρώπων ἀλλὰ Θεοῦ μᾶλλον τοῦ κατὰ φύσιν· καὶ δείκνυσιν ὅτι οὐ παρὰ γνώμην τοῦ Πατρὸς ἐκλήθη πρὸς τὴν ἀποστολὴν, οὔτε ἀπὸ καρδίας λαλεῖ ὡς οἱ ψευδομάντεις, ἀλλὰ Θεοῦ λόγια διακονεῖται. κοινωνὸν δὲ ποιεῖ τῆς ἐπιστολῆς τὸν Τιμόθεον, ὡς δόκιμον καὶ ἀκολουθοῦντα τοῖς αὐτοῦ ἴχνεσιν, ἵνα γοργότερον πείσῃ διὰ τῆς συμφωνίας, ἐπείπερ ὁ νόμος λέγει "Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν "σταθήσεται πᾶν ῥῆμα." Τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. Γράφουσι τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, καίτοι Χριστοῦ λεγομένης εἶναι τῆς Ἐκκλησίας· αὐτὸς γὰρ αὐτὴν ἑαυτῷ παρέστησε παρθένον ἁγνήν· εἴπερ οὖν ἐστιν ἡ Ἐκκλησία Θεοῦ, Χριστὸς δὲ ὁ ταύτην ἑαυτῷ παραστήσας, Θεὸς ἄρα κατὰ φύσιν ἐστὶν ὁ ἐκ τῆς ἁγίας καὶ θεοτόκου Μαρίας. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εἴπερ οὐκ ὄντα Θεὸν κατὰ φύσιν ἠπίστατο τὸν Υἱὸν, πῶς οὐκ ἔδει μᾶλλον εἰπεῖν Χάρις ὑμῖν καὶ εἰρήνη παρὰ μόνου τοῦ Θεοῦ καὶ Πατρός; νυνὶ δὲ συνεισδεχόμενος καὶ συνδοτῆρα τιθεὶς τὸν Χριστὸν ὧν ἂν ἡ θεία χαρίσαιτο φύσις, δῆλος ἂν εἴη δήπουθεν οὐκ ἠγνοηκὼς ὄντα κατὰ φύσιν Θεόν· 322 ἀναγκαίως τοιγαροῦν συνεισδεξόμεθα τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν εἰς τὸν τῆς ταυτότητός τε καὶ ὁμοουσιότητος λόγον, ἵνα καὶ Θεὸς εἷς χορηγὸς ὑπάρχων νοῆται τῶν πνευματικῶν ἀγαθῶν. Χριστὸν δὲ Ἰησοῦν ὀνομάζων, τὸν ἐκ Θεοῦ Λόγον ἐν σαρκὶ πεφηνότα δηλοῖ· εἰ δέ ἐστι χορηγὸς ὧν ἂν καὶ αὐτὸς ὁ Πατὴρ, πῶς οὐ Θεὸς κατὰ φύσιν καθ' ἕνωσιν οἰκονομικὴν μετὰ τῆς ἰδίας σαρκὸς νοεῖται Χριστός; οὕτω καὶ ὁ σοφώτατος Παῦλος περὶ τῶν ἐξ Ἰσραήλ που φησίν "Ὧν "οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ "πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν."

ΤΟΜΟΣ Α

ΛΟΓΟΣ Β.