Fragmentum in Proverbia

Fragmentum in Proverbia

ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ

Κύριος ἔκτισέ με. {Κυρίλλου.} Τὸ ἔκτισέ με, ἂν περὶ θεότητος ἐκλάβῃς, ἀντὶ τοῦ Κατέστησέ με· ὡς τὸ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Καὶ,Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ. Οὐ γὰρ οὐσιωδῶς, ἵνα κτίσῃ τοὺς ἤδη γεγενημένους, ἀλλ' ἵνα καταστήσῃ. Κατέστησεν οὖν με ἀρχὴν τῶν προνοητικῶν αὐτοῦ καὶ ποιητικῶν ἔργων. Καὶ τῷ ∆αβὶδ γὰρ λέγει· Ἐγὼ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ.