Fragmentum in sancti Pauli epistulam i ad Corinthios

Fragmentum in sancti Pauli epistulam i ad Corinthios

Τοῦ αὐτοῦ ἐκ τοῦ Ζʹ τῶν ἐξηγητικῶν τόμων τῆς πρὸς Κορινθίους προτέρας ἐπιστολῆς·

Ὄσον μὲν γὰρ ἧκεν εἰς ἰδίαν φύσιν, ὑπενήνεκται τῷ θανάτῳ καὶ τῇ φθορᾷ τὸ

ἀνθρώπινον σῶμα. Κατασκιάζεται δὲ τῇ ἀθανασίᾳ, θεοῦ τὸ χρῆμα διαπεραίνοντος καθ' ὃν ἂν εἰδείη τρόπον· οὕτω πεποιῆσθαί φαμεν τὸν πρῶτον ἄνθρωπον ἐν ἀρχαῖς. Ἐπειδὴ δὲ γέγονεν ἐπάρατος, τῆς αὐτῷ διορισαμένης ἀφειδήσας ἐντολῆς, ἀπεδύσατο τὴν ἀφθαρσίαν καὶ τῆς θείας δόξης τὴν περιστολήν· ἔγνωσαν γὰρ οὕτως ὅτι γυμνοί εἰσι. Κατὰ δὲ τὸν τῆς ἀναστάσεως καιρὸν ἐπανάληψις ἔσται τῶν ἐν ἀρχαῖς ἀγαθῶν· ἀναβιώσεται γὰρ ἡ σὰρξ κατημφιεσμένη τὴν ἀθανασίαν καὶ τῆς θείας δόξης καταπλουτοῦσα τὴν περιστολήν.