Solutiones ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ ∆ογματικῶν ζητημάτων

 ΕΠΙΛΥΣΙΣ. Τὰ οὕτως ἰσχνὰ καὶ οὐκ εὐτριβῆ τῶν ζητημάτων, οὐκ ἀποφάσεως δεῖται δογματικῆς, ἐπαπορήσεως δὲ μᾶλλον καὶ βασάνου στοχαστικοῦ, μετὰ τοῦ μὴ ἀν

 λέγων Λάβετε Πνεῦμα Ἅγιον. ἀνανέωσις γὰρ τῆς ἀρχαίας ἐκείνης δωρεᾶς, καὶ τοῦ δοθέντος ἡμῖν ἐμφυσήματος, τὸ διὰ Χριστοῦ γέγονεν, ἀναμορφοῦν ἡμᾶς εἰς

 δόξῃ, ποτὲ δὲ πάλιν Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, ὥστε γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. ἐπεὶ καὶ νῦν οὐκ ἐσμὲν ἔξω

 πλήρωσις Πνεύματος, ἐκεῖ που πάντως καὶ ἀσφάλεια νοῦ καὶ καρδίας ἑδραιότης, τῆς ὁρώσης εἰς τὸ ἀγαθὸν καὶ εἰς ἀκραιφνῆ θεοπτίαν. οὐκοῦν ἐσόμεθα μὲν ἑαυ

 πνεῦμα, καὶ ὤφθη ἀνάστασις πληθύος πολλῆς, ἢ εἰκόνα τῆς μελλούσης καθολικῆς ἀναστάσεως ἔσεσθαι ἔδειξεν ἡμῖν ἡ θεία γραφὴ ἐν ὀπτασίᾳ προφητικῇ.

 Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ

Solutiones ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ ∆ογματικῶν ζητημάτων

προτεθέντων τῷ ἁγιωτάτῳ Κυρίλλῳ.

Εἰ ὁ ἐπὶ πάντων Θεὸς χεῖρας, πόδας, ὀφθαλμοὺς, ὦτά τε καὶ πτέρυγας ἔχειν ὑπὸ τῆς θείας γραφῆς ὀνομαζόμενος, οὕτω παρ' ἡμῶν ὀφείλει νοεῖσθαι, οὐκ ἀνθρωποειδῶς ὡς ἐπὶ σώματος τῶν μελῶν λαμβανομένων· ἀσώματος γάρ· ἀλλὰ καθώς ἐστιν οὐσίας, οὕτω καὶ τὰ λεχθέντα τῆς οὐσίας ὄντα, μέλη θεῖα καὶ αὐτὰ κατὰ τὴν οὐσίαν ὑπάρχει.

ΕΠΙΛΥΣΙΣ.

ΟΙ φρενὸς ὄντες ἐν καλῷ, καὶ τοῖς περὶ τῆς ἀῤῥήτου θεότητος λόγοις ἰσχνὸν

ἐνιέντες τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν, ὁρῶσιν αὐτὴν παντὸς μὲν ὑπάρχουσαν ἐπέκεινα γενητοῦ, ὑπερανίσχουσαν δὲ καὶ παντὸς ὀξύτητα νοῦ καὶ φαντασίας σωματικῆς πέρα τε οὖσαν παντελῶς, καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος "φῶς οἰκοῦσαν ἀπρόσιτον." εἰ δὲ ἀπρόσιτόν ἐστι τὸ περὶ αὐτὴν φῶς, πῶς ἂν αὐτὴν καταθρήσειέ τις; βλέπομεν γὰρ "ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καὶ γινώ"σκομεν ἐκ μέρους." ἐστι τοίνυν ἀσώματον παντελῶς τὸ θεῖον, ἄποσον τε καὶ ἀμέγεθες, καὶ οὐκ ἐν εἴδει περιγράπτῳ. 550 τὸ δὲ οὕτως ἔχον ἐν ἰδίᾳ φύσει, πῶς ἂν ἐκ μορίων νοοῖτο καὶ μελῶν; εἰ γάρ τις δοίη τοῦτο ὑπάρχειν ἀληθὲς, ἀσώματον οὐκ ἔτι νοεῖται. τὸ γὰρ ὅλως ἐν σχήματι, πάντως που καὶ ἐν ποσῷ, τὸ δὲ ἐν ποσῷ καὶ ἐν τόπῳ· καὶ τὸ ἐν τόπῳ νοούμενον, οὐκ ἔξω περιγραφῆς. ταῦτα δὲ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως ἀλλότρια παντελῶς. οὔτε τοίνυν ὀφθαλμοὺς ἢ ὦτα, οὔτε μὴν χεῖράς τε καὶ πόδας ἢ πτέρυγας ἐπὶ Θεοῦ νοητέον, κἂν εἰ μή τις ἕλοιτο τυχὸν ὡς ἐν ἁπτοῖς καὶ παχέσι σώμασι τὰ τοιάδε νοεῖν, ἀλλ' ὡς ἐν ἰσχνῷ καὶ ἀΰλῳ, καὶ κατά γε τὴν τοῦ Θεοῦ φύσιν· εὔηθες γὰρ παντελῶς τὸ βούλεσθαί τι τοιοῦτον ἐννοεῖν. πνεῦμα γὰρ ὁ Θεός· καὶ τοῦτο ὑπάρχων, πάντων ἔχει τὴν γνῶσιν, ἐφορᾷ πάντα καὶ κατασκέπτεται, λανθάνει δὲ αὐτὸν τῶν ὄντων οὐδέν. εἰ δὲ μορίων ἤτοι μελῶν ἡ θεία μέμνηται γραφὴ, πρὸς ἡμᾶς λαλοῦσα τὰ περὶ αὐτοῦ, ἰστέον ὅτι ἐξ ὧν ἴσμεν τε καὶ πεφύκαμεν εἶναι πρὸς ἡμᾶς διαλέγεται. οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν δύνασθαι τὰ περὶ Θεοῦ. αἰτία τοίνυν καὶ πρόφασις ἀληθὴς τοῦ σωματικῶς περὶ Θεοῦ τοὺς πρὸς ἡμᾶς ποιεῖσθαι λόγους τὴν θεόπνευστον γραφὴν, καὶ νοῦ καὶ γλώττης ἐν ἡμῖν ἡ πτωχεία. ἄῤῥητα γὰρ παντελῶς τὰ περὶ αὐτοῦ· καὶ οὐκ ἦν συνιέναι τι τῶν ἀναγκαίων δύνασθαι τοὺς ἐν ἁπτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ ἐν τάξει παραδειγμάτων τὰ ἑαυτῶν δεχόμενοι μέλη, μόλις οὕτως ἄνιμεν εἰς ἐννοίας ἰσχνὰς τὰς περὶ Θεοῦ.

551 Ἔκτισεν ὁ Θεὸς ἐκ γῆς τὸν ἄνθρωπον "καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον

"αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν." καὶ οἱ μὲν ὑπὸ τοῦ ἐμφυσήματος τὴν ψυχὴν λέγουσι δεδημιουργῆσθαι, ὡς ὑπὸ χειρῶν τὸ σῶμα· οἱ δὲ ὅτι τὸ ἐμφύσημα ἐκεῖνο ψυχὴ αὐτῷ γέγονεν· οἱ δὲ ἕτεροι πάλιν ὅτι τῷ κτισθέντι ἀνθρώπῳ ὁλοκλήρῳ ζωτικὴν δέδωκε δύναμιν τὸ ἐμφύσημα ἐκεῖνο· ἄλλοι δὲ ὅτι ὁ νοῦς ἐστὶ τὸ ἐμφύσημα τοῦτο, καὶ διώρισται τῆς ψυχῆς, καὶ τοῦτό ἐστι τὸ κατ' εἰκόνα, ὡς ἐκ τριῶν τούτων συνίστασθαι τὸν ἄνθρωπον, νοῦ καὶ ψυχῆς καὶ σώματος ἰδιαζόντως ἐν ἑνώσει. καὶ ἴδιον τῆς οὐσίας τοῦ Θεοῦ ἢ ἀλλότριον τὸ ἐμφύσημα τοῦτό ἐστιν.