1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

1

De theophania ὥσπερ δὲ ἐπὶ τοῦ καθ' ἡμᾶς παραδείγματος ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ' οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις καθιδρυμένος τὰ πρακτέα βουλεύεται, λόγος δ' ἐξ αὐτοῦ πρόεισι μονογενής, οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος, ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοημάτων ἄγγελος εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἐπιτελεῖ τὰ βουλεύματα προϊὼν εἰς τὰς πάντων ἀκοάς, εἶθ' οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ' ἀφανῆ καὶ ἀόρατον νοῦν, τὸν τοῦ λόγου πατέρα, οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ ταὐτὰ δὴ μᾶλλον δὲ ἐπέκεινα πάσης εἰκόνος καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οἷα μονογενὴς πατρὸς υἱός, οὐ προφορικῇ δυνάμει συνεστώς, οὐδ' ἐκ συλλαβῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ' ἐν φωνῇ δι' ἀέρος πληττομένου σημαινόμενος, θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων υἱὸς λόγος, κατ' οὐσίαν τε ὑφεστὼς οἷα «θεοῦ δύναμις καὶ θεοῦ σοφία», πρόεισι μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἀγαθοῦ δὲ πατρὸς ἀγαθὸν τυγχάνων γέννημα · κοινός τε ἁπάντων σωτὴρ ἐποχετεύει τὰ σύμπαντα ..... 2 τίς ἄλλος πώποτε τῶν ἐξ αἰῶνος βοηθέντων ὡς οὗτος ὁ παρ' ἡμῖν θεολογούμενος προφητικαῖς ἄνωθεν πρὸ μυρίων χρόνων ἐγνώσθη τε καὶ προεκηρύχθη φωναῖς παρὰ τοῖς πρόπαλαι θεοφιλέσιν Ἑβραίων παισίν; οἳ καὶ τὸν τόπον τῆς θεοφανείας αὐτοῦ καὶ χρόνους τῆς ἀφίξεως καὶ τρόπον τοῦ βίου καὶ δυνάμεις καὶ λόγους καὶ κατορθώματα αὐτοῦ προλαβόντες βίβλοις ἱεραῖς ἐγκατέθεντο. 3 ἀλλ' ἵνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὰν ἐκτείνοιτο ἐπὶ πάντα τὰ μεγαλουργήματα αὐτοῦ, ὑπ' ὄψεσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, ὃν δὴ ὑποστῆναι ὁ ἑρμηνεὺς τὸ τοῦ θείου λόγου περίβλημα τὸ ἀποκαλυφθὲν ἄγαλμα παρὰ τοῖς πᾶσιν ἀνωμολόγηται. καὶ αὐτὸς δὲ ὁ βοώμενος θάνατος πολλοῦ μετέχει τοῦ θαύματος, οὐ κοινὸς τοῖς λοιποῖς ἀνθρώποις γεγενημένος. οὐ γὰρ νόσῳ διαφθαρεὶς οὐδὲ βρόχῳ οὐδὲ πυρὶ οὐδὲ μὴν κατ' αὐτὸ τὸ τοῦ σταυροῦ τρόπαιον ὁμοίως τοῖς λοιποῖς κακούργοις ὑποτμηθεὶς σιδήρῳ, οὐδ' ὅλως πρός τινος ἀνθρώπων παθών τι τῶν ἀναιρεῖν εἰωθότων βιαίαν ὑπέμεινε τελευτήν, ἀλλ' ὡς αὐτὸ μόνον ἑκὼν παρεδίδου τὸ αὐτοῦ ὄργανον τοῖς ἐπιβουλεύουσι, τὸ μὲν ἀπὸ γῆς ἀνωρθοῦτο αὐτίκα, ὁ δὲ φωνήσας μέγα καὶ τῷ πατρὶ τὸ πνεῦμα παρατίθεσθαι εἰπὼν ἄφετος αὐτὸς ἀφ' ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο. διὸ δὴ πρὸ τοῦ θανάτου τοῖς αὐτοῦ γνωρίμοις τοῦτο αὐτὸ παρεδίδου διδάσκων καὶ λέγων· «οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» καὶ πάλιν· «ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμὰ» καὶ «τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων». τὴν δὲ τοῦ θανάτου αἰτίαν ἐν βραχέσι παρίστησι λέγων· «ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει». τεκμήρια γοῦν τοιαῦτα παρέχων ἐπὶ τοῦ θανάτου, ἄφετος αὐτὸς ἀφ' ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο. εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνωρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπελάμβανε τοῦτο αὐτὸς ὁ πρὶν ἀναχωρήσας ἑκών. καὶ πάλιν αὐτὸς ἑαυτὸν ἔνσαρκον, ἔνσωμον αὐτὸν ἐκεῖνον οἷος καὶ τὸ πρῶτον ἦν τοῖς οἰκείοις μαθηταῖς δείκνυσιν, οἷς καὶ ἐπὶ βραχὺ ὁμιλήσας καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ' ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν καὶ ἄνοδον