1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

1

Fragmenta in Lucam

24.529 ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας. Ἡ γὰρ τοῦ Ἰούδα φυλὴ ἄνωθεν ἦν ἀρχικὴ, καὶ ἡγεῖτο πάντων ἕως ἦσαν αὐτόνομοι, κατὰ τὴν προφητείαν. Ἦσαν δὲ μέχρι τῶν Αὐγούστου χρόνων ἐλεύθεροι καὶ αὐτόνομοι, καθ' ὃν, Χριστοῦ φανέντος, τὸ ἔθνος ἅπαν δεδούλωται· ὅτε καὶ πρῶτος ἀλλόφυλος αὐτῶν Ἡρώδης ἡγήσατο, καὶ βασιλεὺς Αὔγουστος, ὁ καὶ τὴν ἀρχὴν ἐγχειρίσας αὐτῷ μετὰ τῆς συγκλήτου, τῆς οἰκουμένης εἶχε τὰ σκῆπτρα. Ἦν δὲ ὁ Ἡρώδης ἐξ Ἀντιπάτρου γεγονὼς, τὸ γένος Ἀσκαλωνίτου, ἱεροδούλου Ἀπόλλωνος, καὶ Κυπρίνης ἐξ Ἀῤῥάβων μητρός. Οὗτος γὰρ, τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανὸν ἀνελὼν, Ἰουδαίων ἀναγορεύεται βασιλεύς. Τούτου καὶ νῦν ὁ Λουκᾶς μέμνηται, ἵνα δείξῃ, ὅτι ἀληθῶς ἦλθεν ὁ Χριστὸς, ἐκλιπόντων τῶν παρὰ τοῖς Ἰουδαίοις ἀρχόντων κατὰ τὴν προφητείαν. Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ποῖον σημεῖον δεικνύεις μοι, φησὶ, ἵνα πεισθῶ τοῖς ὑπὸ σοῦ προφητευθεῖσιν, ὡς μέλλουσι γίνεσθαι; Σχεδὸν γὰρ παρὰ φύσιν ἐστὶ τὸ λεχθέν· οἱ γὰρ προβεβηκότες οὐ γονοποιοῦσιν. Ἔδει δὲ μὴ πρὸς τὸ γῆρας ἀφορᾷν τὸ ἑαυτοῦ καὶ γυναικὸς, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ ἐπαγγελλομένου Θεοῦ. Ἀλλὰ τὰ μεγάλα δυσέφικτα τοῖς ἀνθρώποις, καὶ συγγινώσκει Θεός· καὶ γὰρ οὐδ' αὐτὸς Ἀβραὰμ ὡς ἐχρῆν ἐπίστευσεν, ἀλλὰ τὰ πρῶτα καὶ ἐγέλασε καὶ εἶπεν· "6Εἰ τῷ ἑκατον 24.532 ταέτει γενήσεται υἱός;"6 καὶ ἡ Σάῤῥα δὲ γελάσασα ἐμέμφθη τότε. Ποτὲ μὲν γὰρ λόγῳ μόνῳ ὁ Θεὸς μέμφεται, ποτὲ δὲ καὶ ἔργῳ ἐπιτιμᾷ. Τούτου οὖν χάριν καὶ τῷ Ζαχαρίᾳ δι' ἔργου ἐπετίμησε, καὶ εἰς κωφότητα καὶ ἀφωνίαν αὐτὸν περιέστησεν· ἐχρῆν γὰρ αὐτὸν διὰ τῶν προτέρων παιδεύεσθαι, καὶ τὴν πρὸς τοὺς πατέρας μέμψιν παίδευσιν ἰδίαν ποιήσασθαι. Ἐγώ εἰμι Γαβριήλ. Τί οὖν φησι πρὸς αὐτὸν ὁ ἄγγελος; Ἀγγέλῳ, φησὶν, ἀπιστεῖς, ὃς παρέστηκε Θεῷ; καὶ οὐ πιστεύεις τῷ ἀποστείλαντι, ἀλλὰ πρὸς τὴν τοῦ πράγματος ἀδυναμίαν βλέπεις; Οὐκοῦν διὰ τὴν ἄπιστον ταύτην φωνὴν ἀφαιρεθήσῃ τῆς φωνῆς ἕως τοῦ πράγματος πληρωθέντος, γνοὺς καὶ τὸ σὸν ἄπιστον καὶ τὸ τοῦ Θεοῦ δυνατόν. ∆ώσει αὐτῷ Κύριος ὁ Θεὸς θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ. Θρόνον λέγει τὸν ἐπαγγελθέντα τῷ ∆αυῒδ, οὐ μὴν καὶ δοθέντα· Ἅπαξ γὰρ, φησὶ, ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αυῒδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ὤμοσα ∆αυῒδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Ταῦτα δὲ οὐ περὶ σαρκικοῦ σπέρματός φησι, οὐδὲ περὶ αἰσθητοῦ θρόνου, ἀλλὰ περὶ οὗ φησι καὶ ὁ ἄγγελος πρὸς τὴν Παρθένον, τὸν μηδὲν ἐπίκαιρον ἔχοντα, τὸν καθ' ὅλης τῆς οἰκουμένης φωτὸς δίκην ἐκλάμποντα, καὶ ψυχὰς νοερῶς καταυγάζοντα διὰ τῆς ἐνθέου διδασκαλίας. Οἶκον δὲ Ἰακὼβ, μὴ τὸν Ἰουδαίων λαὸν νόμιζε μόνον, ἀλλὰ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους. Ὁ λαὸς τοῦ Θεοῦ ποτὲ μὲν Ἰακὼβ καλεῖται, ποτὲ δὲ Ἰσραήλ· ὁ αὐτὸς γὰρ ἦν καὶ Ἰσραὴλ καὶ Ἰακώβ· καὶ φύσει μὲν Ἰακὼβ ἦν ὁ παλαιὸς λαὸς, ὡς ἐξ Ἰακὼβ κατὰ τὴν ἐξ αἵματος συγγένειαν· θέσει δὲ, ὁ νέος λαὸς κατὰ τὴν ἐξ ἀρετῆς συγγένειαν· ἀντεισήχθη γὰρ ὁ νέος τοῦ παλαιοῦ. Λοιπὸν οὖν ἐπὶ τοῦτον νατον ἁμαρτήσαντες ἐπένθησαν, μετανοίᾳ καὶ ἐξομολογήσει καὶ βίῳ σώφρονι γων ἐπιγνόντα αὐτὸν, καὶ ἑκουσίως ὑποτεταγμένον αὐτῷ· ὁ γὰρ Χριστὸς ἦν μὲν βασιλεὺς καὶ ὡς Θεός· Ἡ βασιλεία γὰρ, φησὶν, ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἦν δὲ καὶ ὡς ἄνθρωπος· εἶχε γὰρ ἔργα βασιλέως τὸ νομοθετεῖν τοῖς ὑπηκόοις αὐτοῦ, τὸ ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν· ἃ μάλιστα χαρακτηρίζουσι