1

1

Fragmenta in proverbia

24.76.1 ζʹ. Πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων Εὐσεβίου. Σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμ- βάνοντες ἀπ' αὐτῶν τὴν τοῦ Θεοῦ πανοπλίαν, ἤγουν 24.78 τὴν περικεφαλαίαν καὶ θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος· οἶκοι δὲ αὐτῶν αἱ τῶν κακούργων ἐκκλησίαι, ἃς καὶ ἐμπλῆσαι βούλωνται σκύλων, ἤτοι καρπῶν ὧν ἐκ τῶν δικαίων ἁρπάζουσι· πῶς δὲ καὶ σκῦλα προσαγορεύεις τὰ μὴ πολέμου νόμῳ ληφθέντα,