1

1

Passio sanctorum decem martyrum Aegyptiorum

Καλὸς, ὦ ἀγαπητοὶ, καὶ ὁ χορὸς ἐν Αἰγύπτῳ μαρτυρήσας Θεῷ, καλὸς καὶ διηγήσεως ἄξιος. Ἄνδρες γὰρ σὺν γυναιξὶν ὁμογνώμονες εὑρημένοι, λατρεύειν μὲν Κυρίῳ κεκρικότες, ὑφίστασθαι δὲ πᾶν ὁτιοῦν τὴν διάνοιαν καὶ τὸ σῶμα γυμνάσαντες, ὑποβάλλονται μὲν μιᾷ τιμωρίᾳ οἱ πάντες, συνοδεύουσι δὲ κοινῇ μετ' ἀλλήλων καλὸν ἀγῶνα νικήσαντες, καὶ λαμπρὸν στέφανον ἀναδησάμενοι. Ὥσπερ γὰρ ἀπειρήκεσαν οἱ φονεύοντες, ὤκνησαν δὲ οἱ παραδιδόντες, καὶ λιθολεύστους αὐτοὺς ποιεῖν λοιπὸν ἐμυσάττοντο, ἐπενόησεν ὁ τῆς Αἰγύπτου δοὺξ καὶ πέρα ἐπινοίας ἀνθρωπίνης τιμωρίαν, συνεργὸν τὴν τόπου θέσιν λαβών· ὡς γὰρ ἔκαιε μὲν καὶ πολλὴν ἠφίει πυρὸς ἀκμὴν κατὰ τῶν πεδίων ὁ ἥλιος, οὕτω τῆς θέσεως τῆς Αἰγύπτου κατὰ φύσιν ἐχούσης, ὡς θᾶττον μὲν τῶν ἄλλων θερμαίνεσθαι, μᾶλλον δὲ ἢ τὰς ἀλλαγὰς ἐπιφλέγεσθαι· τεῖχος 20.1536 οἰκοδομεῖ κατὰ τοῦ πεδίου, εἰς τοσοῦτον ἐπάρας, ὡς μὴ ἐξεῖναι τοῖς βουλομένοις ἀποδιδράσκειν· κατακλείσας δὲ τοὺς ὁμογνώμονας· ∆ότε δίκην, φησὶ, μιαροὶ πάντες· ἐπειδὴ καὶ τὴν αὐτὴν γνώμην ἐσχήκατε. Ἐπιστήσας δὲ φρουροὺς, καὶ κατ' ὀλίγον ἐρωτᾷν προστάξας, Ὕδωρ ἄφθονόν ἐστι πλημμυρεῖν τὰ ἐπιτήδεια· εἰ διψᾶτε, ἀρνήσασθε τὸν Θεὸν ὑμῶν καὶ σώζεσθε· εἰ τροφῆς δέεσθε, τοῦτο ποιεῖτε, καὶ ἕξετε. Οἱ δὲ μίαν ἐλευθερίαν τὸ μαρτύριον εἶναι καλῶς ἐγνωκότες, μίαν σωτηρίαν τὴν πρὸς τὸν Θεὸν ὁμολόγησιν, μίαν ζωὴν τὸν ἐνταῦθα θάνατον, οὔτε προσφλέγοντα καὶ καίοντα τὸν ἥλιον ἀπηγόρευον, οὔτε πρὸς τὸν καταπονοῦντα λιμὸν ἐπεστρέφοντο, οὔτε τὴν ξηραίνουσαν δίψαν θεραπεύειν ἠνείχοντο· ἀλλ' ἦν αὐτοῖς ψαλμὸς μὲν ἡ τροφὴ, ἔπαινος δὲ Κυρίου τὸ ποτόν. Καὶ οὐκ ἀπῇδε τῆς τοῦ Εὐαγγελίου φωνῆς ἡ τούτων περὶ ταῦτα πίστις.

Ἔλεγε γὰρ ὁ διάβολος ἐν τῷ ὄρει, Εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος, καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Γέγραπται οὕτως· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι Θεοῦ· καὶ πάλιν ἐν ἑτέρῳ, πρὸς τὴν γυναῖκα τὴν Σαμαρεῖτιν ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὁ δὲ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὕτως οἱ ἁγιώτατοι ἐτρέφοντο, οὕτως ἐπίμονον καλὸν ὡς ἀληθῶς ποτὸν, καὶ τῇ πηγῇ πρὸς ἣν ἔσπευδον παραπλήσιον· οὗτος ὁ ψαλμὸς, οὗτος ὁ ἔπαινος μᾶλλον αὐτοὺς ἀπολαῦσαι τοῦ παραδείσου πεποιήκει, μᾶλλον τῆς ἁγίας πηγῆς ἀναρύσασθαι ἠβούλοντο.

Μετὰ δὲ ταῦτα, ἐπεὶ καιρὸς ἦν τὴν μὲν ψυχὴν εἰς τοὺς οἰκείους τόπους πρὸς τὸν ἑαυτῶν ἐπείγεσθαι Θεὸν, παραδεδώκασι πολλῶν ὕμνων μεστὴν, καὶ ἐπαίνων τοῦ Θεοῦ, καὶ καθαρωτάτην ἀποδιδόντες. Τούτων ἀγγελθέντων τῷ δουκὶ, καὶ τὸ οἰκοδομηθὲν αὐτοῖς πρὸς φρουρὰν τεῖχος, τάφον γενέσθαι κεκέλευκεν· ἡμεῖς δὲ οἱ Χριστιανοὶ δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.