Fragmenta in epistulam ad Romanos

 φῆσαι ἀλλὰ μεταδῶ· πολὺ γὰρ ἐκείνου τοῦτο δήπουθεν. ὑφείμενος ἰάσατο δὲ πάλιν εἰς τὸ στηριχθῆναι ὑμᾶς εἰπών· ἐσπούδακα γάρ, φησίν, οὐχ ὥς τι καινὸν ὑμ

 πίστιν τὸ μὴ περὶ ἐκείνου μόνου ἀλλ' ἐξ ἐκείνου καὶ περὶ ἑαυτῶν ὡς ἀναστησο μένων πιστεῦσαι. τὸ σύμπαν οὖν νόημα τοῦ προκειμένου τί οὗτό ἐστιν; ὅτι τὸ

 μὲν καὶ μεταβαλλόμενον ὅτιπερ ὑπὸ θεοῦ γέγονεν, ἀϊδίου τε ὄντως αὐτοῦ καὶ ἀναλλοιώτου, διδάσκει συνεστῶτα δὲ κἂν ταῖς συνεχέσι κινήσεσι καὶ μὴ καταφθε

 γνώσεως. Τὸν μὲν οὖν δεσπότην θεόν, φησίν, οὐδὲν τὰ τῆς ἀγνοίας τούτων παρέβλαψεν, ἀλλ' ἀνενδεὴς ὢν καὶ φύσιν ἔχων, πῶς ἂν εἴποι τις· αὐτὸς φύσει μακα

 ἐφ' οἷς ἑτέρων καταψηφίζῃ τινῶν ἐπὶ τούτοις ἀθῷος αὐτοῖς ἀφαιρεθήσεσθαι. καὶ θεὸν τὸν ἀληθινὸν κριτὴν οἴει μηδ' ὅσην σὺ τοῦ δικαίου ποιεῖσθαι τὴν πρόν

 ἁμαρτήσαν τας· οἱ γὰρ οὔτε πράξεως οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντός, 363 πῶς ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κό

 σπουδαζόμενον καί φησιν· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς καὶ τὰ ἑξῆς. τῷ γὰρ συνδέσμῳ νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο· ε

 αὐτοῦ. ὁ γὰρ ἀποθανών, φησί, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τί τοῦτό ἐστιν ὃ λέγει; τῶν ζώντων ταυτηνὶ τὴν ζωὴν τὸ πταίειν ἐστίν, ἐπειδὴ καὶ τὸ νόμου ἔ

 ἀποσχομένους ἐκείνων παντάπασιν τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν. Ἴστε γάρ που τὸν χρόνον ἐκεῖνον, φησίν, ἐν ᾧ τοῖς ἁμαρτίας ἐπιτάγμασιν ὑ

 δὲ διὰ τῆς ἐντολῆς τοῦτο μεμάθηκα· μετρούσης γάρ μοι ταύτης τὴν ἐγκειμένην ἐπιθυμίαν τῇ φύσει, καὶ τὴν χρῆσιν αὐτῆς ἄφετον οὐκ ἐώσης ἀλλ' ὅροις τακτοῖ

 προκειμένων πολλάκις· οἷόν ἐστι καὶ τὸ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. ἔοικε δὲ τῷ δοῦλοι ἦτε τῆς ἁμαρτίας ἐν τοῖς ἔμπροσθεν εἰρημένῳ καὶ τῷ παρὰ τῷ προ

 καὶ τὸ ποιῆσαι, καὶ πάλιν τὸ καὶ τὸ μὴ ποιῆσαι διὰ τοῦ θείου νόμου παιδευόμενος, ἔχω μετρούμενος ὑπὸ τὴν γνῶσιν τῆς ἀρετῆς, ἐν εργῆσαι δὲ αὐτὴν κωλυόμ

 ἀθανασίαν δωρούμενον καὶ φιλίαν τὴν πρὸς θεόν. {Rom 8,7-8} Ἀμήχανον γάρ, φησί, τοῖς τοῦ θεοῦ θελήμασι τοῖς διὰ τοῦ νόμου γνωριζομένοις ἡμῖν τὸ θέλημα

 οἰκείου θανάτου θάνατον, ἀπηλ λάγημεν μὲν τοῦ χαλεπωτάτου δέους ἐκείνου, τῆς δὲ ἀνακαινώσεως ἀξιούμενοι τὸν θεὸν ἔχομεν ἀψευδῶς ἐπικαλεῖσθαι πατέρα. {

 προτέρων τὰ δεύτερα. τοιοῦτόν τί φησι καὶ ὁ εὐαγ γελιστὴς περὶ τῶν μαθητῶν τοῦ κυρίου, ὅτι οὐ συνίεσαν μὲν τὰ περὶ αὐτὸν οἰκονομούμενα πρότερον· ὅτε δ

 ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχήν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ πνεύματος χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ το

 τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων· οἱ γὰρ μὴ ἁμαρτάνοντες ἐν τοῖς διδο μένοις μενοῦμεν ἀεί, ὅθεν οὐδὲ ἀνατραπῆναι ὑπό τινος αὐτὸ δυνατὸν ε

 περὶ ἡμᾶς αὐτοῦ σχέσεως, ἣν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποιησάμενος ἐνεδείξατο.

 σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. πρότερον μὲν οὖν οὕτω διεκείμην, νυνὶ δέ τι κληθῆναι διὰ τῆς χάριτος καταξιωθείς, καὶ γνο

 δὴ καὶ ἀνιῶμαι διηνεκῶς· οὐ μήν ἐστιν εἰπεῖν διὰ τὸ μὴ προσίεσθαι τούτους τὸ εὐαγγέλιον, ὅτι ὁ λόγος τοῦ θεοῦ, ἵνα εἴπῃ ἡ ὑπόσχεσις τοῦ θεοῦ ψευδὴς ἐξ

 ζητήσεως, ἤδει μάτην τὰ λοιπὰ τῆς προκειμένης ἀπολογίας ἐρῶν· οὐ γὰρ ἔμελλεν ἔτι δυνήσεσθαι τοῖς ὑπ' αὐτοῦ λεγομένοις ὁ ἀκροατὴς προσέξειν τὸν νοῦν, ἐ

 δέ, οἶμαι, Χριστῷ καὶ τῇ ἀληθείᾳ συν ηγορῶν οὐδεμίαν τοῖς ἐναντίοις εἰς διαβολὴν τοῦ εὐσεβοῦς δόγματος ὑπολείπεται πρόφασιν, ἀλλ' ὥσπερ τῶν ἄλλων πασῶ

 τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοί μασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς; πληρώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν το

 τούτου σημαίνων ὅτι τοῦτο δὲ ἴσον ἐστὶν οἷον ἂν εἰ καὶ πρὸς ἡμᾶς ἐλέγετο μὴ χρῆναι διαπιστεῖν ἢ περὶ τῆς ἐξ οὐρανῶν τοῦ σωτῆρος καθόδου ἢ περὶ τῆς ἐκ

 ἐκλεγέντος καὶ νῦν ἐκ τοῦ παντὸς γένους ἡμῶν· ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον οὐδ' ἂν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου θ

 νουθετήσας καὶ τὸ κατεπαίρεσθαι τῶν Ἰουδαίων αὐτοῖς ἀπειπών, ἐκκαλύπτει καὶ μυστικόν τινα λόγον 401 αὐτοῖς τοῖς ἄχρις ἐκείνου πᾶσιν ἀπόρρητον· ὡς ἂν γ

 {Rom 12,1} Συμπεράνας τὸν περὶ τοῦ δόγματος ἅπαντα λόγον ἐντεῦθεν ἐπὶ τὴν ἠθικὴν διδασκαλίαν μεθίσταται, καὶ διὰ τῆς καθόλου συμβουλῆς τῶν 403 πρακτέω

 προθυμίᾳ δια πράττεσθε ὡς δουλείαν τῷ κυρίῳ πληροῦντες, καὶ τὴν ἐλπιζομένην ὑπὲρ τούτων ἀμοιβὴν ἐκδεχόμενοι χαίρετε, ὑπὲρ ἧς καὶ τὰς ἐπαγομένας ὑμῖν θ

 καὶ τὰ ὑπὲρ ἀνθρωπίνην ἔννοιαν ὑπισχνούμενον καὶ προσέτι παρ' ἰδιωτῶν καὶ πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων καταγγελλόμενον. τούτου χάριν πολλή τις ἦν ἐν

 ἀπαραιτήτως ἀναγκαῖον ὄφλημα κατατίθεσθε· τῶν μὲν γὰρ ἄλλων ἕκαστον χρεῶν ἀποδεδωκότες ἔχετε μετὰ τὴν ἔκτισιν τὸ ἀνεύθυνον, ἐπὶ δὲ τῆς ἀγάπης τοῦτο οὐ

 σταθήσεται δέ, φησίν, δυνατὸς γὰρ ὁ θεὸς στῆσαι αὐτόν. {Rom 14,6} Ἀμφότεροι γάρ, φησίν, οὗτος κἀκεῖνος ἑνὶ χρῶνται σκοπῷ, τιμῇ τῇ περὶ τὸν θεόν· ὅ τε

 Χριστῷ καὶ τὴν ἑαυτοῦ πολιτείαν ἐπιδείκνυσθαι τοιαύτην ἐσπουδακώς, ὁ τοιοῦτος καὶ θεῷ προσφιλὴς καὶ ἀνθρώποις ἐπαινετός. 413 {Rom 14,21-22a } Καλόν, φ

 εὐλογηθήσεται πάντα τὰ ἔθνη, γεννηθεὶς αὐτὸς ἐξ αὐτῶν κατὰ σάρκα καὶ γενόμενος ὑπὸ νόμον, καὶ φανερωθεὶς μὲν ἐν σαρκί, δικαιωθεὶς δὲ ἐν πνεύματι πάντα

 εὐαγγελίου τυγχάνοντος· ἶσον γάρ ἐστι τῷ τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. ἢ πλήρωμα εὐλογίας τοῦ εὐ

Fragmenta in epistulam ad Romanos

Rom 1,5-7a Ἐκπεπολέμωτο γὰρ τῷ θεῷ ἡ φύσις ἡμῶν διὰ παρακοήν, καὶ ἣν ὁ νόμος ἐπέταττεν ἀρετὴν οὐ φυλάσσοντες, ἀλλὰ παιδευόμενοι μὲν ἕως γήρους, οὐδὲν δὲ μᾶλλον βελτίους ἑαυτῶν γινόμενοι τὸν νομοθέτην ὡς εἰκὸς παροξύνομεν, ἃ μὲν δεῖ ποιεῖν τε καὶ μὴ ποιεῖν ἐκμανθάνοντες ὡς μηδὲ ἀγνοίας σκῆψιν ἡμῖν ὑπολείπεσθαι, ποιοῦντες δὲ ἥκιστα μὲν ἃ χρεών, μάλιστα δὲ ἃ μὴ χρεὼν ὡς μὴ μόνον ἀργίας καλῶν ἀλλὰ καὶ πράξεως κακῆς ἐνόχους καθίστασθαι καὶ δίκην ἀμφοτέρων ὀφείλειν, ὧν τε γὰρ εἰχόμεθα καὶ ὧν ἀπειχόμεθα. ταύτης τοίνυν τῆς ἔχθρας, φησί, καὶ τῆς ἐντεῦθεν κολάσεως ὑπάρξει μετὰ πάντων, ὦ Ῥωμαῖοι, καὶ ὑμῖν κομίσασθαι τὴν ἀπαλλαγήν, καὶ μετασχεῖν τῆς εἰρήνης ἧς τὸ γένος τῶν ἀνθρώπων νῦν ἡ θεῖα χάρις ἠξίωσεν. ἐπεύχεται οὖν αὐτοῖς πρῶτον μὲν τοῦ θεοῦ τὴν χάριν· διὰ ταύτης γὰρ ἅπαντες τῆς σωτηρίας ἀπήλαυσαν οἱ πιστεύσαντες· εἶτα τὴν εἰρήνην δι' ἧς πᾶσιν αἰνίττεται τῆς ἀρετῆς τὴν κατόρθωσιν· εἰρηνεύει γὰρ πρὸς τὸν θεὸν ὁ τὴν εὐαγγελικὴν ἀσπαζόμενος πολιτείαν, ὁ θεραπεύειν αὐτὸν εἰς ἅπαντας προθυμούμενος. {Rom 1,7b } Ὁ γὰρ τοῦ παντὸς δεσπότης θεὸς ἀνέδειξεν ἡμῖν υἱοθεσίας παρά δοξον. ποίαν ταύτην; τὴν ἀναφανεῖσαν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· τῷ μὲν γὰρ ὀνόματι τοῦ πατρὸς τὸ τῆς υἱοθεσίας δῶρον ἐνέφηνεν, τῇ δὲ ἐπαγωγῇ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ τὸν ἐν ᾧ πρῶτον καὶ δι' οὗ πρῶτον γέγονεν αὕτη παρέστησεν. υἱοθεσίαν δὲ λέγει τῆς φύσεως ἡμῶν τὴν εἰς θάνατον καὶ ἀφθαρσίαν ἀποκατάστασιν· ἄξιοι γὰρ οἱ τοιοῦτοι θεοῦ χρηματίζειν υἱοὶ τῆς πατρικῆς ἀπαθείας καὶ αὐτοὶ μετέχοντες ὅσον οἷόν τε. ταύτης δὲ ἀπελάβομεν ἑνούμενοι διὰ τῆς πίστεως ἐντεῦθεν ἤδη τῇ ἀπαρχῇ· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. τοῦτο δὲ ἦν ἡ θνητότης οἶμαι τοῦ σώματος καὶ τὸ ἐμπαθὲς τῆς σαρκὸς ᾧ πρὸς τὴν ἁμαρτίαν καταφερόμενοι τῆς πρὸς θεὸν οἰκειώσεως διετειχιζόμεθα. 353 ἀλλὰ νῦν οὐκέτι φησίν· τὴν γὰρ φύσιν ἡμῶν πεπτωκυῖαν ἤγειρεν ἐν Χριστῷ καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπου ρανίοις.{ Rom 1,8} Οὔκουν ὡς διά τινος ὑπηρετοῦ λέγει διὰ Ἰησοῦ Χριστοῦ ἀλλὰ ἀντὶ τοῦ πρὸς εὐχαριστίαν μάλιστα κειμένην θεοῦ τὴν κατὰ τὸν δεσπότην Χριστόν, καὶ ἡ σώσασα δι' αὐτοῦ παράδοξος οἰκονομία τὸ γένος ἡμῶν ἤπερ καὶ ἡμᾶς διὰ τῆς ἐπ' αὐτὸν πίστεως μετὰ τῶν ἄλλων ἐζώγρησεν. Καὶ οἰκειοῦται θεραπεύων ὡς οἷόν τε διὰ τούτων, μή ποτε νομίσαντες ἢ ὡς αὐτόν τι κατεγνωκέναι κατ' αὐτούς, ἢ ὡς τοῦ Πέτρου παραδόσεως ἐπιλαμβανόμενον ἐληλυθέναι πρὸς τὸ ἐπιστεῖλαι αὐτοῖς, εἶτα δυσανασχετήσαντες ἐπὶ τούτῳ φύγωσι μὲν τὴν ἀνάγνωσιν, ζημιω θῶσι δὲ τὸ ὄφελος τῆς ἐπιστολῆς. ἀρξάμενος οὖν ἀπὸ τῆς εὐχα ριστίας καὶ τῆς πίστεως, ἐπαινέσας αὐτοὺς ὡς αὐτῆς τε οὔσης ἀψευδοῦς καὶ βεβαίας κἀκείνων ἰσχυρῶς ὁμοῦ πάντων ἀντεχομένων αὐτῆς, διά τε τῆς καταγγέλλεται λέξεως ἣν οἰκείως ἄγαν ἔφη πρὸς τὸ ὑπερέχον τῆς πόλεως, καὶ διὰ τῆς προσθήκης τοῦ ἐν ὅλῳ τῷ κόσμῳ σεμνύνας ἀποχρώντως καὶ ἐξᾶρας αὐτούς, ἐπὶ τὴν σύστασιν εὐθὺς μεταβαίνει τοῦ ἰδίου προσώπου.{ Rom 1 ,9} Ἑαυτοῦ δὲ τὸ πνεῦμα εἶπεν, ἐπειδὴ μὴ τὴν ὑπόστασιν τοῦ πνεύματος ἔλεγεν, ἀλλὰ τὴν δεδομένην αὐτῷ πρὸς τὸ εὐαγγελίζεσθαι χάριν τοῦ πνεύματος, οὗ τῆς συνεργείας ἀξιούμενος τὸ τῆς ἀποστολῆς ἔργον διανύειν ἐδύνατο. { Rom 1,10-12 Ταῦτα δὲ λέγει ὑπειδόμενος τὸν ἀκροατὴν τραχέως κρατεῖν τῷ ῥήματι, καὶ οἷον ὑπαντήσεσθαι τί λέγεις, ἐπείγει χαρίσματος ὑμῖν μεταδοῦναι πνευματικοῦ. τί γὰρ ἐνδεῖται τῇ τοῦ Πέτρου διδασκαλίᾳ; μέμφει ὅλως τοῖς ἐκείνου διδάγμασιν ὥς τις ὧν αὐτός, ὡς ἐκείνου μείζων ἀπόστολος, ὡς μᾶλλον ὁμιληκὼς ἐκείνου τῷ δεσπότῃ Χριστῷ καὶ μᾶλλον ἐκείνου φιληθεὶς ὑπ' αὐτοῦ. ταῦτα τοίνυν ὑπειδό μενος πρῶτον μὲν καὶ ἐν αὑτῷ τὸν σκοπὸν μηνύειν τῆς παρουσίας αὐτοῦ, ἐκόλασεν ἱκανῶς τῆς αὐθαδίας τὴν ὑπόληψιν. τότε τὸ τί 354 προσθῆναι καὶ τὸ μὴ δῶ