De expeditione Persica

 γὰρ ἰὸν οὐκ ἔχεις· σὺ παντὸς ἄνθους ἐκλέγεις τὸ χρήσιμον εἰς πάντα καιρόν, οὐ γὰρ εἰς ἔαρ μόνον. σὺ κέντρον, ὡς μέλιττα, τοὺς νόμους ἔχεις, ἀλλ' οὐκ ἀ

 καὶ πρὸς τοσαύτην ἦλθον οἱ πλῶται βίαν ὡς μηδὲν εἶναι τῶν νεκρουμένων πλέον· νεκροὺς γὰρ αὐτοὺς ἐν βραχεῖ τεθαμμένους ἐσχημάτιζε τῆς ἀνάγκης ὁ τρόπος.

 ἐλπίδος κριθήσομαι ὡς μηδὲ ταῦτα τῷ λόγῳ περιγράφων μηδὲ προβαίνων καὶ λέγων τὰ καίρια. σὺ τὰς ὁδοὺς μὲν εἰργάσω στρατηγίας, τρίβους δὲ τὰς σὰς τακτικ

 ἀσφαλῶς τὰ τάγματα, ὤφθη τὰ τείχη τῶν ἐνόπλων κτισμάτων, καὶ συρραγέντων τῶν στρατευμάτων ὅλων ξίφος μὲν ἀσπὶς καὶ ξίφη τὰς ἀσπίδας ὤθουν βιαίοις παντ

 οὕτως ὁ νοῦς σου ποικίλως ὁπλίζεται καὶ τοῖς λογισμοῖς πολλάκις στρατεύεται, φειδοῖ δὲ μᾶλλον ἢ ξίφει κεχρημένος καὶ τοὺς ἀπίστους βαρβάρους ἐφέλκεται

 ἀνάγκης ἦν πόρος, ἀλλ' ἐξ ἀπορίας εἰς ταπείνωσιν τότε τὸν ὄγκον ἀντέστρεψε τῆς ἐπάρσεως. πῇ μὲν γὰρ αὐτὸν ἠρεθισμένη τότε γνώμη κατεῖχε, καὶ κατόπιν τ

 ὑμῶν οὐκ ἐδεσμάτων πόθον ἀλλ' εἰς τὸ σῴζειν εἶχε τὴν ἀπληστίαν. οὕτως ἐκείνων ἀσφαλῶς κατεφρόνεις ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας, ὅπως δι' αὐτῶν

 ἔπειθον αὐτὸν ὡς πάλιν τὰ Περσίδος ἐπικρατήσει τῆς μάχης στρατεύματα. ἀλλ' οὐδὲν αὐτὸν ὠφέλησαν ἐν μέσῳ τὰ λοξὰ ταῦτα τοῦ δόλου βουλεύματα. τῆς καρδία

 ἐν τῇ μεταξὺ τῶν στρατῶν διαστάσει, καὶ πᾶς τις ἡμῶν εὐκόλως ἀπέβλεπε πρὸς τὰς ἐπάλξεις τῶν φαράγγων τὰς νόθους, ἐν αἷς τὸ πλῆθος ἐκχυθέντων βαρβάρων

 δεθέντα τὸν δράκοντα Χοσρόην· εἰ μὴ λάβοι τις τῆς δίκης ὑπουργίαν ὡς εἴπερ ὑμῖν ἐκδοθῇ, τὰς ἀξίας λάθοι παρελθὼν ἐν βραχεῖ τιμωρίας. καί μοι λογισμῶν

 φύλαττε, Χριστέ, τοῦ βασιλέως <τοὺς> κλάδους ἐκ τῆς τοσαύτης τοῦ φθόνου κακουργίας, φρούρησον αὐτοὺς τῇ μετ' εἰρήνης σκέπῃ μνήμην ἔχοντας πατρικῶν διδ

De expeditione Persica

Εἰς Ἡράκλειον τὸν βασιλέα καὶ εἰς τοὺς Περσικοὺς πολέμους καὶ ὅτε ἐξήρχετο ἀπὸ τῆς Πόλεως

1 Ὦ τὰς ἀΰλους τῶν ἄνω στρατηγίας Τριὰς διευθύνουσα φωσφόρῳ λόγῳ πρὸς ἔμπυρόν τε καὶ πεπηγμένην στάσιν λόγῳ γὰρ αὐτῶν ἐκπυροῦσα τὰς φύσεις ὕλην ἄϋλον δεικνύειν ἐπίστασαιτοὺς οὐρανοὺς πληροῦσα καὶ τὸν αἰθέρα πυροῦσα καὶ σφίγγουσα τὴν οἰκουμένην, καὶ πανταχοῦ παροῦσα μὴ κινουμένη, καὶ μηδαμοῦ χωροῦσα καὶ χωρουμένη ὅπου δέησις ἐκ βάθους ἀνίπταται, δὸς τοῖς ἀμυδροῖς τῶν λογισμῶν ὀργάνοις σάλπιγγος ἦχον καὶ λαλοῦσαν ἀσπίδα. δίδαξον ἡμᾶς εὔστοχον κινεῖν ξίφος, γλῶσσαν κατ' ἐχθρῶν, ὅπλον ἠκονημένον· ἴθυνον ἡμᾶς ἔνθα τῆς ἐξουσίας τῆς σῆς ἔνεστι συγγράφειν τὰ θαύματα. σῷ γὰρ πεποιθὼς ὁ βασιλεὺς προστάγματι πρὸς τοὺς ἀγῶνας τῶν ἀθέσμων βαρβάρων ἑαυτὸν ἀντέταξεν, οἷς τὰ κτίσματα ὑπὲρ σὲ τὸν κτίσαντα προσκυνεῖν νόμος· οἷς γνήσιον μὲν ἀντέχεσθαι τῶν νόθων, νόθον δὲ πάντῃ προσβαλεῖν τοῖς γνησίοις· παρ' οἷς θεός τις ἀφρόνως νομίζεται ἔνοπλος ἵππος προσκυνούμενος μάτην, ὃς εἰς ἔλεγχον τοῦ πλάνου σεβάσματος νῦν προσκυνεῖται καὶ πάλιν μαστίζεται. ὦ καρδίας σύμπτωσις ἠθλιωμένη· πῶς τῷ παρ' αὐτῶν δυσσεβῶς τιμωμένῳ τιμὴν ὁμοῦ νέμουσι καὶ τιμωρίαν; καὶ τῆς μὲν οὐ μετέσχε προσκυνούμενος, τῇ δὲ προσαλγεῖ πυκνὰ μαστιγούμενος. ὕδωρ δὲ καὶ πῦρ, τὰς ἐναντίας φύσεις, θεοὺς παρεισάγουσιν ἀλληλοφθόρους, λύσιν σέβοντες πραγμάτων ἐναντίων.

ἀλλ', ὦ στρατηγὲ τῶν σοφῶν βουλευμάτων, μετ' εὐμενείας τοὺς ἐμοὺς δέχου λόγους· ἐλεύθεροι γάρ εἰσιν ἐκ θωπευμάτων, ἐκ σοῦ μαθόντες μὴ λαλεῖν ὑποκρίσεις. ὡς οὖν ἀληθὴς τῶν ἀληθῶν πραγμάτων κριτὴς φάνηθι τῆσδε τῆς στρατηγίας· γενοῦ δικαστὴς Κελτικοῦ Ῥήνου πλέον οἶμαι γὰρ οὐδὲν ἐξελέγξεις ὡς νόθον, γενοῦ δικαστής· ἀλλὰ συγγνώμην δίδου, ἐφ' οἷς δι' ἡμῶν ζημίαν ὑφίστασαι· τῶν γὰρ λογισμῶν τῶν ἐν ἡμῖν οἱ τόνοι ἐξασθενοῦσιν ἱστορεῖν σου τῶν πόνων τὰς ποικίλας γνώμας τε καὶ διαιρέσεις, καὶ τὴν διὰ πάντων ψυχικὴν εὐτολμίαν, ἣν τοῖς ἀγῶσιν εὐθέτως συνήρμοσας τὸν νοῦν πλατύνας ἐν στενώσει πραγμάτων. εἰ τὰς ἐπ' ἄκρον ἠρμένας εὐεξίας ἐσφαλμένας λέγουσιν οὐκ ἀπεικότως, κείσθω τὸ λοιπὸν ἐν κακοῖς τὰ Περσίδος, ἀντιστρόφως δὲ τῶν καθ' ἡμᾶς πραγμάτων τὰ δυσχερῆ τραπεῖεν εἰς εὐεξίαν· ἀεὶ γὰρ ἡ ῥέουσα τοῦ βίου χύσις ἀντιστροφάς τε καὶ μεταπτώσεις φέρει, ὅπως τὸ πάγιον πανταχοῦ σεσωσμένον μόνῳ φυλαχθῇ τῷ Θεῷ τῶν κτισμάτων. πάντας διατρέχουσιν οἱ ταχεῖς λόγοι τῇ λεπτότητι ζωγραφοῦντες τὰς φύσεις· ὅταν δὲ πειραθῶσι τοῦ πρὸς σὲ δρόμου, πόθῳ τρέχουσι καὶ βραδύνουσιν φόβῳ· καὶ πολλάκις σὲ ζωγραφήσαντες πάλιν γράφουσι, μὴ γράφοντες ἠκριβωμένως. Ὅμηρος, ὃν λέγουσι πηγὴν τῶν λόγων τὰς γὰρ λάλους ἐκεῖνος εὐρύνει φλέβας, καὶ τοὺς λογισμοὺς τῆς νεαζούσης φρενὸς βλύζων ἐπάρδει καὶ ποτίζων ἐκτρέφει, μένει τε πλήρης πολλάκις κενούμενος, τὰς αὐταδέλφους <γοῦν> ἀρετὰς καὶ συντρόφους διττοῖς μερίζει τῶν λόγων πονήμασι· πλὴν ἐξ ἀνάγκης· οὐ γὰρ ἥψατο χρόνου δείξαντος ἀνδρίας τε καὶ φρονήσεως καὶ τῶν σὺν αὐταῖς κοινὸν οἰκητήριον. ἀλλ' εἴπερ ηὐπόρησε τῆς σῆς εἰκόνος καὶ τὴν τελείαν εὗρεν, ὡς ἔδει, φύσιν, ἀφεὶς τὰ πολλὰ τῶν λόγων μυθεύματα, τὴν ψυχικὴν μόρφωσιν, ἣν ἔχεις, ὅλοις προσθεὶς ἐδείκνυ τῶν ἀρετῶν συνημμένων μίαν δι' ὑμῶν τετράμορφον εἰκόνα. εἰ Νέστορος γὰρ συλλαλοῦντος ἡδέως ἔργοις μελιττῶν ἐξομοιοῖ τὸ στόμα, πῶς οὐ πρὸς ἄκρον ἦλθε θαύματος βλέπων ἄϋλον ἐν σοὶ τῶν φρενῶν μελουργίαν ἐν τῷ γλυκασμῷ; τὸν