In Bonum patricium

 ἀλλοτρίαις ὁ τῶν πονούντων τοὺς πόνους ἔχων πλέον· ἀεὶ γὰρ ἡμῖν οὐσιώθης τοῖς πόνοις τὰς ἀντὶ πάντων ἀσθενείας βαστάσας, ἐκ βαρβάρων κίνδυνον, ἐξ ἐχθρ

In Bonum patricium

Εἰς Βόνον πατρίκιον καὶ τοποτηρητὴν τοῦ βασιλέως

Πάλαι μὲν εἶχεν Ἡρακλῆς Εὐρυσθέα μικρῶν ἀγώνων, ὡς δοκεῖ μοι, προστάτην· τί γὰρ τὸ κοινὸν ὠφέλησε τοῦ βίου κάπρος φονευθεὶς ἢ λέων πεπνιγμένος; ἀντεισφορᾷ δὲ σήμερον τῶν κρειττόνων σοί, τῷ συνόπλῳ, κοσμικὴν ἀγωνίαν ὁ κοσμορύστης Ἡρακλῆς ἐπιτρέπει· οὐκ εἰς φόνους γὰρ τεχνικόν σε τοξότην, ἀλλ' εἰς τὸ σῴζειν οἶδε τεχνίτην μέγαν. ἐντεῦθεν ὑμᾶς τοὺς ἀγῶνας εἰκότως τοὺς ἀντὶ πάντων ἐκτελεῖν ψηφίζεται, οὐκ ἐξ ἀνάγκης· πῶς γὰρ ἂν πάθοι βίαν ψυχὴ πόθῳ τρώσασα καὶ τετρωμένη; ἀλλ' ἔνθα μᾶλλον συντρέχουσιν οἱ πόνοι εἰς ταὐτὸ συννεύοντες, ἐνταῦθα πλέον ἡ τῶν ποθούντων θερμότης ἀνάπτεται, καὶ πίστιν αὐτοῖς ἀσφαλεστέρου πόθου ἡ τῶν ἀναγκῶν εἰσάγει περίστασις, καὶ λανθάνουσι τοὺς φιλοῦντας οἱ πόνοι ἐν τῇ σχέσει κλέψαντες ἢ κεκλεμμένοι· εἰ σωμάτων γὰρ ὑλικὴ συνουσία τὴν σάρκα ποιεῖ τὴν διεστῶσαν μίαν, τὴν ψυχικήν τις πῶς ἕνωσιν ἐκφράσοι, ὅπου τὸ πνεῦμα συντρέχει τῷ πνεύματι καὶ τῶν ἀΰλων συντεθέντων ὀργάνων ἐκ τῆς νοητῆς εὐγενοῦς συνουσίας ψυχὴ μία πρόσεστι σώμασιν δύο; οὐ γὰρ τοσοῦτον τοὺς ὑπαιτίους πόθους κρατοῦντας ἴσμεν, ἀλλ' ἐνυπνίου δίκην· εἰ καί τις αὐτοὺς ἐξανάψει πυρφόρος, ἀπῃθάλωσεν ἐν βραχεῖ τὴν λαμπάδα· εἰ καὶ ταχύς τε καὶ πτερωτὸς εἰσβάλοι, ὡς πτηνὸς ἀρθεὶς ὀξέως ἀφίπταται πρὸς ἡδονὴν δὲ τόξον ἕλκων, ὡς λόγος, πληγὴν ἀφῆκε τῷ τετρωμένῳ μόνον· ὁ δ' αὖ βεβηκὼς καὶ φρενοκρατὴς ἔρως, συνουσιώσας τὴν φιλάλληλον σχέσιν, οὐκ οἶδεν ὄκνον, οὐ προβάλλεται φόβον, οὐ τὰς ἀδήλους ἐννοεῖ περιστάσεις, οὐκ εὐλαβεῖται τὴν ἐπὶ σφαίρας τύχην, ἀλλ' ὥσπερ ἔνδον συντεθεὶς τῇ καρδίᾳ καὶ συμπεριπλεῖ καὶ συνοδεύει πολλάκις, καὶ πᾶν τὸ μακρὰν πλησίον λογίζεται, καὶ τοῖς ἀποῦσι συμπαρὼν λογίζεται, καὶ πανταχοῦ δείκνυσι τὴν κοινὴν σχέσιν· οὐ σχίζεται γάρ, οὔτε μὴν μερίζεται, ἀλλ' ἔστιν ἐκτὸς ἔνδον, ὡς ὁ δεσπότης ἔνεστιν ἐν σοί, κἂν δοκῇ διεστάναι. ἀλλ' ὦ διαυγὲς ὄμμα τῆς οἰκουμένης, τὸν νοῦν ἔχων ὄχημα φωτὸς ἐμφύτου, εἰ καὶ διέστης πρὸς τὸ Περσικὸν νέφος καὶ τῇ χαλάζῃ συμπλέκῃ τῇ βαρβάρῳ, γενοῦ πρὸς ἡμᾶς, καὶ βλέπει τὸν ἥλιον Ῥώμης ὁ κόσμος, καινοτομῶν δὲ τὸν χρόνον χειμῶνι λάμψον, καὶ κατευθύνεις ἔαρ. οἴκτειρον ἡμᾶς, οὓς ἐλυτρώσω πάλαι, δι' οὓς τοσούτους ἔσχες ὠδίνων πόνους, τὸν ἐκ τυράννου κόσμον ἠτεκνωμένον ξένῳ θελήσας τεκνοποιῆσαι σπόρῳ, οἴκτειρον ἡμᾶς, ὡς ἀνέγκλητα βρέφη· θρασύνεται γὰρ πολλάκις καὶ νήπια ἐν ἁπλότητι παιδικῶν ψελλισμάτων· ὅμως τὸ λυποῦν ἡ σχέσις βιάζεται· ἡ γὰρ φύσις νυγεῖσα συγγνώμην ἔχει, εἰ καί τι δράσει νηπιῶδες τὸ βρέφος· ῥαπίζεται γὰρ ἡ τεκοῦσα πολλάκις, καὶ πρὸς τὸ τέκνον εὐμενῶς ἐπιστρέφει, καὶ τῶν πρίν, ὡς ἔοικεν, ὠδίνων πάλιν μνησθεῖσα πάντα συγκαλύπτει καὶ στέγει, καὶ παιδικὴν μὲν οὐδαμῶς λύπην ἔχει, τῷ δὲ προσώπῳ σχηματίζει τὸν φόβον πλάττουσα θυμὸν εἰς ἐπιστήμην μόνον· ἀνέξεται δὲ καὶ πατὴρ ῥαπισμάτων, καὶ ταῦτα μᾶλλον ἡδέως ἀσπάζεται, εἴπερ τὰ τέκνα στυγνιῶντα προσβλέπει. πλὴν οὐχ ὅμοια ταῦτα πρὸς τὸ σὸν κράτος, ὃς οὐδὲ μέχρι τοῦ δοκοῦντος ὀργίλου τὸν σὸν καθ' ἡμῶν ἐξανέστησας φόβον, ἀλλ' εἰς τοσοῦτον ἐκπυροῖς τὰ τοῦ πόθου, ὡς ἐν βραχεῖ δραμεῖν σε τὴν οἰκουμένην, καὶ πρὸς τοσούτων βαρβάρων ἀνενδότως χειμῶνα κάμνειν καὶ δοκεῖν θυμηδίαν ἔχειν ἐκείνην τὴν μακρὰν ἀθυμίαν· τόπον γὰρ ἀργὸν τῆς ἀφ' ἡμῶν φροντίδος οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ἐπιτρέχεις ὅλους ὡς ἐν περιόδῳ κοσμικῆς ἀρρωστίας, καὶ πρὸς τὰ κοινὰ τῶν νοσούντων τραύματα χειρουργὸς αὐτὸς πανταχοῦ κατεστάθης, θλίβων σεαυτὸν συμφοραῖς