Chronicon sive Maius (additamenta Macarii Melisseni lectiones variae)

 Τούτου ὁ προῤῥηθεὶς μέγας πρωτοστράτωρ Νικηφόρος. Οὗτος ἐκ τῆς θυγατριδοῦς κὺρ Κωνσταντίνου τοῦ ∆ραγάση Μαρίας τοῦ Ῥαοὺλ Ἰωάννου γί-νεται Νικόλαος. Ἡ

 Θεόφιλος γεννᾷ Λέοντα, ὁ δὲ Λέων τὸν μέγαν πρωτοστρατόρα Νικηφόρον καὶ Γεώργιον. Ὁ δὲ μέγας πρωτοστράτωρ Νικηφόρος γεννᾷ Νικόλαον. Ἡ δὲ αἰτία τῆς τοια

 δημιουργηθῆναι ὑπ' αὐτοῦ τὸν κόσμον· καὶ διὰ τούτων ἐδημιούργησε τὸν κόσμον καὶ διὰ τούτων κυβερνᾷ αὐτόν. Καὶ ταῦτα τὰ τρία ἰδιώματα ὀνομάζομεν τρεῖς

 ὅστις ἑκουσίως ἀπέθανε κατὰ τὸ ἀνθρώπινον ὑπὲρ τοῦ σωθῆναι τὸν κόσμον. Οὕτω πιστεύομεν ἡμεῖς τὸν ἕνα Θεὸν ἐν τριάσι, πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον, κα

 πολιτευομένων ἀπελεύσονται εἰς τὸν παράδεισον, τῶν δὲ ἀμετανοήτων πονηρῶν καὶ ἀπίστων εἰς τὴν κόλασιν. Καὶ ὁ μὲν παράδεισος τῶν ἁγίων καὶ ἡ ἀπόλαυσίς

Chronicon sive Maius (additamenta Macarii Melisseni lectiones variae)

272.20 ἀλλ' οὖν καὶ οὕτως ἐνδέδωκε πρὸς αὐτὸν ὅσα ἐν τοῖς ποσὶ τοῖς πρὸς δυσμὰς ἡλίου εἰσὶ τοῦ ὑπερμεγέθους ὄρους τοῦ Ταϋγέτου ἄχρι καὶ τοῦ Πύλου τοῦ λεγομένου Ὑϊτύλου. Ἐκ δὲ τοῦ ἔξω ζυγὸν τὸ κάστρον Ζαρνάδας καὶ Γαστίτζα, τὸ ἀδιάσεστον Μελέ, ∆ιράχιον, Πολιανούς, Γαρδίκια καὶ τὰ περὶ αὐτά, ἔτι δὲ χορηγήσας καὶ τὴν πᾶσαν ἐπιτροπικὴν καὶ διοίκησιν τοῦ μεγά λου πρωτοστράτορος Νικηφόρου τοῦ Μελισσηνοῦ τοῦ καὶ Μελισσουργοῦ ἐπονομα ζομένου. Ὁ δὲ μέγας οὗτος πρωτοστράτωρ Νικηφόρος ἐκ τῆς φυλῆς ἦν κα ταγόμενος τοῦ κατὰ πάντα ἀρίστου Σαλλουστίου καίσαρος τοῦ ἐγγόνου πατρι κίου Εὐγενίου Βέσπου τοῦ Λουτατίου, ἑνὸς τῶν δύο τε καὶ δέκα μεγιστάνων τῶν ἐπῳκικότων ἐκ Ῥώμης ἐν ταύτῃ τῇ βασιλευούσῃ τῶν πόλεων διὰ προσταγῆς καὶ κλήσεως τοῦ ἐν εὐσεβεῖ τῇ λήξει Κωνσταντίνου τοῦ Μεγάλου τοῦ τὴν μεγαλόπολιν ταύτην κτίσαντος καὶ τὴν βασιλείαν ἐνταῦθα διαβιβάσαντος. Ὁ δὲ πατρίκιος Εὐγένιος ἐκεῖνος κατὰ Σαρδιανοῦ Εὐναπίου χρονογραφίαν καὶ ὡς τὰ ἔπη τοῦτον φάσκουσι, ἅτινα καὶ ἐγὼ πολλάκις ἀνέγνωκα, εἰς Ἄνδροκλον τοῦ Κόδρου τοῦ Μελάνθου τοῦ Νηλέως ἀνέφερνε τὸ γένος. Εἰς δὲ τὸν ῥηθέντα Νικηφόρον καὶ μεγαπρωτοστράτορα γενεαλο γούμενος, ἐκ τοῦ ῥηθέντος Σαλλουστίου οὗτος κατάγεται. Σαλλουστίου δὲ υἱὸς ἦν Ῥου φῖνος ὁ μάγιστρος, τοῦ δὲ Νικηφόρος ὁ καῖσαρ, τοῦ δὲ Προκόπιος καὶ Κῦρος ὁ σο φώτατος· Προκοπίου δὲ Ὀλύβριος καὶ Πελάγιος ὁ πατρίκιος, οὗ πόνημα λέγουσιν εἶ ναι καὶ τὰ καλούμενα Ὁρμηρόκεντρα· Ὀλυβρίου δὲ Σεκοῦνδος ὁ ὕπατος καὶ Τζίτας ὁ κόμης Ἀρμενίας· Σεκούνδου δὲ Ῥουφῖνους καὶ Ναρσῆς ὁ κουβικουλάριος, Ῥουφίνου δὲ Ἰωάννης ὁ ὕπατος, τοῦ δὲ Πρῖσκος ὁ στρατηγὸς Εὐρώπης καὶ Γερμανὸς ὁ πατρί κιος, Πρίσκου δὲ Βόνοσσος καὶ Θεόδωρος· Βονόσσου δὲ Θεοδόσιος καὶ Ἀνδρόνικος, Θεοδοσίου δὲ Μιχαὴλ ὁ μάγιστρος, Μιχαὴλ δὲ Θεοφύλακτος καὶ Θεόδοτος. Καὶ ὁ μὲν Θεοφύλακτος γεννᾷ Μιχαὴλ τὸν Ῥαγκαβέλ, ὁ δὲ Θεόδοτος Μιχαὴλ τὸν Κασιδέρην. Καὶ ὁ μὲν Ῥαγκαβὲλ τῆς βασιλείας ὑπὸ Λέοντος τοῦ Ἀρμενίου ἐξωσθεὶς καὶ ἐν τῇ νήσῳ Πρώτῃ ἐξορισθείς, μοναχὸς γενόμενος τὸν βίον κατέλιπε, τοὺς δὲ υἱοὺς αὐτοῦ τῶν παι δογόνων μορίων στερήσαντες, καὶ οὕτως τὰ τοῦ Ῥαγκαβὲλ πέρας ἔλαβον· Ὁ δὲ πατρί 274 κιος Κασιδέρης υἱοὺς εἶχε δύο· ∆ημήτριον τὸν μάγιστρον καὶ Θεόδοτον. Καὶ ὁ μὲν τὴν ἐκκλησίαν Κυρίου ἴθυνεν, ὥσπερ οἱ περὶ αὐτοῦ ἱστορήσαντες γράφουσι, ὁ δὲ ∆η μήτριος γεννᾷ Θεόδοτον· ὁ δὲ Νικήταν τὸν καὶ Ὀρυφᾶν καλούμενον, ὁ δὲ Ῥωμανὸν τὸν πατρίκιον, ὁ δὲ Ἰωάννην τὸν δομέστικον τὸν καλούμενον Κουρκούαν, Θεοφάνην τὸν πατρίκιον καὶ Θεόφιλον, τὸν πάππον Ἰωάννου τοῦ Τζιμισκῆ. Ἰωάννου δὲ τοῦ δο-μεστίκου γίνεται Ῥωμανός, τοῦ δὲ Ἰωάννης καὶ Χριστοφόρος καὶ Ἀνδρόνικος· Χριστοφόρου δὲ Ῥωμανὸς καὶ Θεόφιλος, Ῥωμανοῦ δὲ Νικηφόρος, τοῦ δὲ Θεόληπτος καὶ Λέων ὁ μάγιστρος· Λέοντος δὲ Θεοδόσιος καὶ Νικηφόρος, Νικηφόρου δὲ Θεόδωρος, τοῦ δὲ Λεωσθένης, τοῦ δὲ ὁ Νικηφόρος καῖσαρ τοῦ δὲ ἐκ Μαρίας Κομνενῆς τῆς Ἰωάν νου, Ἰωάννης ὁ Κομνηνός, τοῦ δὲ Ἀλέξιος καὶ Νικηφόρος· Ἀλεξίου δὲ ἐκ τῆς Εὐδοκίας Ἀλεξίου τοῦ Μιχαὴλ Ἀσπιέτη Μιχαὴλ, τοῦ δὲ Θεοφύλακτος καὶ Ἀλέξιος, Θεοφυλάκτου δὲ Θεοδόσιος, τοῦ δὲ Μιχαὴλ καὶ ὁ καῖσαρ Ἀλέξιος, ὁ ἐκ τῶν Ἰταλῶν τε καὶ Φράγκων ἐλευθερώσας ταύτην τὴν μεγαλόπολιν. Καίσαρος δὲ Ἀλεξίου γί νεται Γρηγόριος ὁ δεσπότης, ὁ τὴν κρίσιν τὴν μεγάλην ποιήσας περὶ τῆς περιουσίας τοῦ ῥηθέντος Μιχαὴλ τοῦ πατραδέλφου αὐτοῦ, μετὰ τοῦ ἐν εὐσεβεῖ τῇ λήξει κυροῦ Ἀνδρονίκου τοῦ κὺρ Μιχαὴλ, ἐπὶ τῷ ʹωα-ῳ ἔτει. Τοῦ δὲ Γρηγορίου γίνεται Μιχαὴλ καὶ Νικηφόρος καὶ Θεόφιλος καὶ τοῦ Νικηφόρου γίνεται Λέων, τοῦ δὲ ὁ πατριάρχης κὺρ Γρηγόριος. Τοῦ δὲ Μιχαὴλ γίνεται Νικηφόρος, τοῦ δὲ Ἀνδρόνικος, τοῦ δὲ Θεο δόσιος, τοῦ δὲ Λέων.