1

 2

 3

 4

 5

 6

1

Paroemiae

ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ.

1.1 Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν: ἀπὸ τῶν ἁλιευτῶν τῶν μηδὲν ἑλκυσάντων εἴρηται. 1.2 Ἀφροδίσιος ὅρκος. οὐκ ἐμποίνιμος. 1.3 Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κα κοήθων. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγίνοντο ἐν Ἐφέσῳ. 1.4 Ἀετοῦ γῆρας, κορύδου νεότης. 1.5 Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν οὐ καλῶς πλουτούν των· προδότης γὰρ Κίλιξ τις Μίλητον προδοὺς εὐπόρησεν. 1.6 Ἀγροίκου μὴ καταφρόνει ῥήτορος. 1.7 Ἀδώνιδος κῆπος: ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων. 1.8 Ἄλλοτε δ' ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπε σθαι: ὅτι προσήκει ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων. 1.9 Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἀπαγορευόν των δώσειν ἔτι τὴν αἴτησιν εἰώθασι λαμβάνειν. 1.10 Ἄιδεις ὥσπερ εἰς ∆ῆλον πλέων: ἐπὶ τῶν ἀφροντίστως καὶ φιληδόνως βιούντων. 1.11 Ἅλα καὶ κύαμον: ἐπὶ τῶν μὴ εἰδότων καὶ προσ ποιουμένων· οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι. 1.12 Αἴρειν μασχάλην: ἀντὶ τοῦ εὐωχεῖσθαι· εἴρη ται ἀπὸ τῶν ἀγροικικῶς ὀρχουμένων. 1.13 Αἲξ τὴν μάχαιραν. 1.14 Ἄδακρυς πόλεμος, καὶ Καθεύδοντος τρο παῖον: ἐπὶ τῶν ῥᾷστα καὶ παρ' ἐλπίδα κατορθούντων. 1.15 Ἀεὶ κολοιὸς πρὸς κολοιόν: καί· Ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς πρὸς ὁμοῖον. 1.16 Ἀμαλθείας κέρας: ὅτι τῇ τροφῷ αὐτοῦ Ἀμαλθείᾳ ὁ Ζεὺς ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας, δι' οὗ ἐπέβλυζεν αὐτῇ πᾶν ὃ ἂν ᾐτήσατο. 1.17 Ἀετὸν ἵπτασθαι διδάσκεις. 1.18 Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ ∆ιὸς κύβοι: ἐπὶ τῶν ἀξίως τιμωμένων. 1.19 Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία. 1.20 Ἀετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυσαλώτων. 1.21 Ἀληλεσμένος βίος: ἐπὶ τοῦ ἑτοίμου καὶ ἀπόνου. 1.22 Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν προξενούντων ἑαυ τοῖς κακά· Ἀνάγυρος γάρ τις ἥρως ἐκάκου τοὺς γεί τονας. 1.23 Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν: ἐπὶ τῶν καταπεφρονημένων καὶ οὐδενὸς ἀξίων. 1.24 Ἀετὸς θρίπας ὁρᾷ: ἐπὶ τῶν καταφρονούντων τινῶν. 1.25 Ἅλμη οὐκ ἔστιν ἐν αὐτῷ: ἐπὶ τοῦ ἀηδοῦς. 1.26 Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων. 1.27 Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν ἀεὶ ἐξευ ρισκόντων τι νέον κακόν. 1.28 Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν ἐναν τίως λεγομένων. 1.29 Ἀεὶ ὁ πόρνος λέγει τὸν σώφρονα πόρνον. 1.30 Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν διὰ πλοῦτον ἐμφανιζομένων ἢ εὐημερούντων. 1.31 Ἄλευ' ἀπὸ μείζονος ἀνδρός: ἤτοι φυλάττου, ἰωνικῶς. 1.32 Ἀράβιος αὐλητής: ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. 1.33 Ἄϊδος κυνῆ. 1.34 Ἄκρῳ ἅψασθαι δακτύλῳ. 1.35 Αἵματι κλαίειν: καθ' ὑπερβολὴν ἐπὶ τῶν σφόδρα δακρυόντων. 1.36 Αἱ χάριτες γυμναί: ὅτι δεῖ τὴν δωρεὰν ἀκενοδόξως εὐεργετεῖν. 1.37 Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τρεφομένων καὶ οὐκ ἐπιδιδόντων. 1.38 Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ' ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. 1.39 Ἄλλο γλαὺξ ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν μὴ συμφωνούντων ἀλλήλοις. 1.40 Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους. 1.41 Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γόμφιοι: ἐπὶ τῶν λάλων καὶ φάγων. 1.42 Ἀνδρὸς γέροντος σταφὶς τὸ κράνιον: ἐπὶ τῶν εἰς οὐδὲν χρησιμευόντων. 1.43 Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος ὄνος φέρει: ἐπὶ τῶν ἐχόντων τοῖς λόγοις ἀσύμφωνα τὰ ἔργα. 1.44 Ἄλλην μὲν ἐξηντλοῦμεν, ἣ δ' ἐπεισρέει: ἐπὶ τῶν μάτην πονούντων. 1.45 Ἄμας ἀπῄτουν, οἱ δ' ἀπηρνοῦντο σκάφας. 1.46 Ἅμ' ἠλέηται καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν ἀχαρίστων. 1.47 Ἂν μὴ παρῇ κρέας,