Epistula canonica

 αἰχμαλώτων ἢ πεφονευ μένων, τί ἕτερον προσδοκᾶν χρὴ ἢ ὡς ἐπαγωνιζομένους τῇ πλεονεξίᾳ ἐπισωρεῦσαι ὀργὴν καὶ ἑαυτοῖς καὶ παντὶ τῷ λαῷ;

 10 Περὶ τοῦ μὴ ἀπαιτεῖν εὕρητρα. Τοὺς δὲ τὴν ἐντολὴν πληροῦντας ἐκτὸς αἰσχροκερδείας πάσης πλη ροῦν δεῖ, μήτε μήνυτρα ἢ σῶστρα ἢ εὕρητρα ἢ ᾧ ὀνόματι τ

Epistula canonica

ΕΠΙΣΤΟΛΗ ΚΑΝΟΝΙΚΗ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΗ ΚΑΤΑ∆ΡΟΜΗ

ΤΩΝ ΒΑΡΒΑΡΩΝ ΕΙ∆ΩΛΟΘΥΤΑ ΦΑΓΟΝΤΩΝ Η ΚΑΙ ΕΤΕΡΑ ΤΙΝΑ ΠΛΗΜΜΕΛΗΣΑΝΤΩΝ

Περὶ τῶν μιαροφαγησάντων ἐν τῆ καταδρομῆ καὶ περὶ τῶν

διαφθαρεισῶν γυναικῶν ὑπὸ τῶν βαρβάρων.

Οὐ τὰ βρώματα ἡμᾶς βαρεῖ, ἱερὲ πάπα, εἰ ἔφαγον οἱ αἰχμάλωτοι ταῦ τα, ἅπερ παρετίθεσαν αὐτοῖς οἱ κρα τοῦντες αὐτῶν· μάλιστα ἐπειδὴ εἷς λόγος παρὰ πάντων, τοὺς καταδρα μόντας τὰ ἡμέτερα μέρη βαρβάρους εἰδώλοις μὴ τεθυκέναι· ὁ δὲ ἀπό στολος φησί· Τὰ βρώματα τῇ κοι λίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταρ γήσει. Ἀλλὰ καὶ ὁ σωτὴρ ὁ πάντα καθαρίζων τὰ βρώματα· Οὐ τὸ εἰσπορευόμενον, φησί, κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον. Καὶ τὸ τὰς γυναῖκας τὰς αἰχμαλώ τους διαφθαρῆναι, ἐξυβριζόντων τῶν βαρβάρων εἰς τὰ σώματα αὐτῶν· ἀλλ' εἰ μὲν καὶ πρότερον κατέ γνωστό τινος ὁ βίος, πορευομένης ὀπίσω ὀφθαλμῶν τῶν ἐκπορνευόν των κατὰ τὸ γεγραμμένον, δῆλον ὅτι ἡ πορνικὴ ἕξις ὕποπτος καὶ ἐν καιρῷ τῆς αἰχμαλωσίας, καὶ οὐ προ χείρως δεῖ ταῖς τοιαύταις κοινω νεῖν τῶν εὐχῶν. Εἰ μέντοι τις ἐν ἄκρᾳ σωφροσύνῃ ζήσασα, καὶ κα θαρὸν καὶ ἔξω πάσης ὑπονοίας ἐπι δεδειγμένη βίον τὸν πρότερον, νῦν περιπέπτωκεν ἐκ βίας καὶ ἀνάγκης ὕβρει, ἔχομεν παράδειγμα τὸ ἐν τῷ ∆ευτερονομίῳ, τὸ ἐπὶ τῇ νεάνιδι, ἣν ἐν τῷ πεδίῳ εὗρεν ἄνθρωπος καὶ βιασάμενος αὐτὴν ἐκοιμήθη μετ' αὐτῆς· Τῇ νεάνιδι οὐ ποιήσετε, φησίν, οὐδέν, οὐκ ἔστι τῇ νεάνιδι ἁμάρτημα θανάτου, ὅτι, ὡς εἴ τις ἀναστῇ ἄνθρωπος ἐπὶ τὸν πλησίον αὐτοῦ καὶ θανατώσει αὐτοῦ τὴν ψυχήν, οὕτω τὸ πρᾶγμα τοῦτο· ἐβόησεν ἡ νεᾶνις καὶ ὁ βοηθῶν οὐκ ἦν αὐτῇ.

2 Κατὰ πλεονεξίας. Ταῦτα μέντοι τοιαῦτα. ∆εινὴ δὲ ἡ πλεονεξία καὶ οὐκ ἔστι δι' ἐπιστολῆς μιᾶς παραθέσθαι τὰ θεῖα

γράμματα, ἐν οἷς οὐ τὸ λῃστεύειν μόνον φευκτὸν καὶ φρικῶδες καταγ γέλλεται, ἀλλὰ καθόλου τὸ πλεονε κτεῖν καὶ ἀλλοτρίου ἐφάπτεσθαι ἐπὶ αἰσχροκερδείᾳ, καὶ πᾶς ὁ τοιοῦτος ἐκκήρυκτος ἐκκλησίας θεοῦ· τὸ δὲ ἐν καιρῷ τῆς καταδρομῆς ἐν τοσαύτῃ οἰμωγῇ καὶ τοσούτοις θρήνοις τολ μῆσαί τινας τὸν καιρὸν τὸν πᾶσιν ὄλεθρον φέροντα νομίσαι ἑαυτοῖς κέρδους καιρὸν εἶναι, ἀνθρώπων ἐ στὶν ἀσεβῶν καὶ θεοστυγῶν, οὐδὲ ὑπερβολὴν ἀτοπίας ἐχόντων. Ὅθεν ἔδοξε τοὺς τοιούτους πάντας ἐκκηρῦξαι, μήποτε ἐφ' ὅλον ἔλθῃ τὸν λαὸν ἡ ὀργή, καὶ ἐπ' αὐτοὺς πρῶτον τοὺς προεστῶτας τοὺς μὴ ἐπιζητοῦντας· Φοβοῦμαι γὰρ, ὡς ἡ γραφὴ λέγει, μὴ συναπολέσῃ ἀ σεβὴς τὸν δίκαιον· Πορνεία γάρ, φησί, καὶ πλεονεξία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· μὴ οὖν γίνεσθε συμ μέτοχοι αὐτῶν· ἦτε γάρ ποτε σκό τος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνη καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ, δοκιμάζον τες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινό μενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται. Τοιαῦτα μὲν ὁ ἀπόστολος. Ἐὰν δὲ διὰ τὴν προτέραν πλεονεξίαν τὴν ἐν τῇ εἰ ρήνῃ γενομένην δίκην τιννύντες, ἐν αὐτῷ τῷ καιρῷ τῆς ὀργῆς πάλιν πρὸς τὴν πλεονεξίαν ἐκτραπῶσί τι νες, κερδαίνοντες ἐξ αἵματος καὶ ὀλέθρου ἀνθρώπων ἀναστάτων γε νομένων ἢ