1

 2

 3

 4

1

EΡΜEIOΥ ΦIΛOΣOΦOΥ

διασυρμὸς τῶν ἔξω φιλοσόφων.

Παῦλος ὁ μακάριος ἀπόστολος τοῖς τὴν Ἑλλάδα τὴν Λακωνικὴν παροικοῦσι Κορινθίοις γράφων, 'ὦ ἀγαπητοί,' ἀπεφήνατο λέγων· 'ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ,' οὐκ ἀσκόπως εἰπών· δοκεῖ γάρ μοι τὴν ἀρχὴν εἰληφέναι ἀπὸ τῆς τῶν ἀγγέλων ἀποστασίας. δι' ἣν αἰτίαν οὔτε σύμφωνα οὔτε ὁμόλογα οἱ φιλόσοφοι πρὸς ἀλλήλους λέγοντες ἐκτίθενται τὰ δόγματα. Oἱ μὲν γάρ φασιν αὐτῶν ψυχὴν εἶναι τὸ πῦρ, οἱ δὲ τὸν ἀέρα οἱ Στωικοί, οἱ δὲ τὸν νοῦν, οἱ δὲ τὴν κίνησιν, Ἡράκλειτος οἱ δὲ τὴν ἀναθυμίασιν, οἱ δὲ δύναμιν ἀπὸ τῶν ἄστρων ·έουσαν, οἱ δὲ ἀριθμὸν κινητικόν Πυθαγόρας, οἱ δὲ ὕδωρ γονοποιόν Ἵππων, οἱ δὲ στοιχεῖον ἀπὸ στοιχείων οἱ δὲ ἁρμονίαν ∆είναρχος, οἱ δὲ τὸ αἷμα Κριτίας, οἱ δὲ τὸ πνεῦμα, οἱ δὲ τὴν μονάδα Πυθαγόρας, καὶ οἱ παλαιοὶ τὰ ἐναντία. πόσοι λόγοι περὶ τούτων, ἐπιχειρήσεις πόσαι, πόσαι δίκαι σοφιστῶν ἐριζόντων μᾶλλον ἢ τἀληθὲς εὑρισκόντων; Ἀλλὰ γὰρ ἔστω· στασιάζουσι μὲν περὶ τῆς ψυχῆς *** τὰ δὲ λοιπὰ περὶ αὐτῆς ὁμονοοῦντες ἀπεφήναντο· καὶ ἄλλοι τὴν ἡδονὴν αὐτῆς ὁ μέν τις ἀγαθὸν καλεῖ, ὁ δέ τις κακόν, ὁ δ' αὖ μέσον ἀγαθοῦ καὶ κακοῦ, τὴν δὲ φύσιν αὐτῆς, οἱ μὲν ἀθάνατόν φασιν, οἱ δὲ θνητήν, οἱ δὲ πρὸς ὀλίγον ἐπιδιαμένουσαν, οἱ δὲ ἀποθηριοῦσιν αὐτήν, οἱ δὲ εἰς ἀτόμους διαλύουσιν, οἱ δὲ τρὶς ἐνσωματοῦσιν, οἱ δὲ τρισχιλίων ἐτῶν περιόδους αὐτῇ ὁρίζουσιν. καὶ γὰρ οἱ μηδὲ ἑκατὸν ἔτη ζῶντες περὶ τρισχιλίων ἐτῶν μελλόντων ἐπαγγέλλονται. Ταῦτα οὖν τί χρὴ καλεῖν; ὡς μὲν ἐμοὶ δοκεῖ, τερατείαν ἢ ἄνοιαν ἢ μανίαν ἢ στάσιν ἢ ὁμοῦ πάντα. εἰ μὲν τἀληθὲς εὑρήκασιν, ὁμονοησάτωσαν ἢ συγκατατιθέσθωσαν, κἀγὼ τότε ἄσμενος αὐτοῖς πεισθήσομαι, εἰ δὲ ἀντισπῶσι τὴν ψυχὴν καὶ ἀνθέλκουσιν ἄλλος εἰς ἄλλην φύσιν, ἕτερος δὲ εἰς ἑτέραν οὐσίαν, ὕλην δὲ ἐξ ὕλης μεταβάλλουσιν, ὁμολογῶ ὑπεράχθεσθαι τῇ παλιρροίᾳ τῶν πραγμάτων. νῦν μὲν ἀθάνατός εἰμι καὶ γέγηθα, νῦν δ' αὖ θνητὸς γίνομαι καὶ δακρύω· ἄρτι δὲ εἰς ἀτόμους διαλύομαι, ὕδωρ γίνομαι, καὶ ἀὴρ γίνομαι, πῦρ γίνομαι· εἶτα μετ' ὀλίγον οὔτε ἀὴρ οὔτε πῦρ, θηρίον με ποιεῖ, ἰχθύν με ποιεῖ, πάλιν οὖν ἀδελφοὺς ἔχω δελφῖνας. ὅταν δὲ ἐμαυτὸν ἴδω, φοβοῦμαι τὸ σῶμα καὶ οὐκ οἶδα ὅπως αὐτὸ καλέσω, ἄνθρωπον ἢ κύνα ἢ λύκον ἢ ταῦρον ἢ ὄρνιν ἢ ὄφιν ἢ δράκοντα ἢ χίμαιραν· εἰς πάντα γὰρ τὰ θηρία ὑπὸ τῶν φιλοσοφούντων μεταβάλλομαι, χερσαῖα ἔνυδρα πτηνὰ πολύμορφα ἄγρια τιθασσὰ ἄφωνα εὔφωνα ἄλογα λογικά· νήχομαι ἵπταμαι πέτομαι ἕρπω θέω καθίζω. ἔτι δὲ ὁ Ἐμπεδοκλῆς καὶ θάμνον με ποιεῖ.

Ὅπου τοίνυν τὴν ἀνθρώπου ψυχὴν ὁμογνωμόνως εὑρεῖν οὐχ οἷόν τε τοῖς φιλοσοφοῦσι, σχολῇ γ' ἂν περὶ τῶν θεῶν ἢ περὶ κόσμου δύναιντο τἀληθὲς ἀποφήνασθαι. καὶ γὰρ ταύτην τὴν ἀνδρείαν ἔχουσιν, ἵνα μὴ τὴν ἐμπληξίαν εἴπω. οἱ γὰρ τὴν ἰδίαν ψυχὴν εὑρεῖν οὐ δυνάμενοι, οὐ ζητοῦσι τὴν τῶν θεῶν αὐτῶν, καὶ οἱ τὸ ἴδιον σῶμα οὐκ εἰδότες τὴν τοῦ κόσμου φύσιν περιεργάζονται. Πάνυ γοῦν περὶ τὰς ἀρχὰς τῆς φύσεως ἀνθίστανται ἀλλήλοις. ὅταν μὲν Ἀναξαγόρας παραλάβῃ με, ταῦτα παιδεύει· ἀρχὴ πάντων ὁ νοῦς καὶ οὗτος αἴτιος καὶ κύριος τῶν ὅλων καὶ παρέχει τάξιν τοῖς ἀτάκτοις καὶ κίνησιν τοῖς ἀκινήτοις καὶ διάκρισιν τοῖς μεμιγμένοις καὶ κόσμον τοῖς ἀκόσμοις. ταῦτα λέγων Ἀναξαγόρας ἐστί μοι φίλος καὶ τῷ δόγματι πείθομαι. ἀλλ' ἀνθίσταται τούτῳ Μέλισσος καὶ Παρμενίδης. ὅ γε μὴν Παρμενίδης καὶ ποιητικοῖς ἔπεσιν ἀνακηρύσσει τὴν οὐσίαν ἓν εἶναι καὶ ἀίδιον καὶ ἄπειρον καὶ ἀκίνητον καὶ πάντῃ ὅμοιον. πάλιν οὖν εἰς τοῦτο τὸ δόγμα οὐκ οἶδ' ὅπως