1

1

Homilia i in sanctum Lazarum (homilia 11)

Ἀνεγνώσθη Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ κυρίου, καὶ ∆αυὶδ τὸν θεοπάτορα.

1 Εἰ μὴ «ἐταπείνωσεν ἑαυτὸν γενόμενος» ὁ σωτὴρ ἡμῶν «ὑπήκοος μέχρι

θανάτου», οὐκ ἂν οἰκέται συγγενεῖς ἐχρημάτιζον, οὐκ ἂν ὁ πηλὸς πατὴρ τοῦ κεραμέως ἐλέγετο. Ἐν τῇ Σιὼν τὴν Βηθλεὲμ ὡς παροῦσαν ἀσπάζομαι, ἐν τῇ θυγατρὶ τὴν μητέρα βλέπω. Ἐν σοὶ δᾳδοῦχος ἀστὴρ εἷς ἀνήφθη, ἐν ταύτῃ δὲ πολλοί. Ἐκεῖνος τοὺς Μάγους ὡδήγησεν, αὕτη Πάρθους καὶ Μήδους καὶ Ἐλαμίτας καὶ τοὺς ἐξ ἐθνῶν πάντων τῷ φωτὶ τῆς ἀστραπῆς ἐδᾳδούχησε. Σὺ γάλα ἕλκεις ἐκ μασθῶν παρθενικῶν, αὕτη πνεῦ-μα ἐκ κόλπων κατάγει πατρικῶν. Σὺ τὸν ἄρτον ἐζύμωσας, ἀλλ' ἡ Σιὼν δεῖπνον ἀνέδειξε. Σὺ τὸν μόσχον ἐπὶ τῆς φάτνης ἔθρεψας, ἀλλ' ἡ Σιὼν εἰς τὸν βωμὸν ἀνήγαγε. Σὺ τὸν Ἰησοῦν ἐν τοῖς σπαρ γάνοις ἔκρυψας, αὕτη δὲ τῷ Θωμᾷ τὴν πλευρὰν βουληθέντι ψηλαφῆσαι ἐγύμνωσε. Σὺ παρθένον ἔχεις τίκτουσαν κεκλεισμένων τῶν ὀργάνων τῆς φύσεως, αὕτη παστάδα κεκλεισμένων τῶν θυρῶν ἔνδον τὸν νυμφίον δεχομένην καὶ ἔχουσαν. 2 Πῶς ἐγκωμιάσω τὸν τοῦ Χριστοῦ δοῦλον καὶ ἀδελφόν, τὸν τῆς νέας Ἰερουσαλὴμ ἀρχιστράτηγον, τὸν τῶν ἱερέων ἡγεμόνα, τῶν ἀποστόλων τὸν ἔξαρχον, τὸν ἐν κεφαλαῖς κορυφήν, τὸν ἐν λύχνοις ὑπερλάμποντα, τὸν ἐν ἄστροις ὑπερφαίνοντα; Πέτρος δημηγορεῖ, ἀλλ' Ἰάκωβος νομοθετεῖ, καὶ ὀλίγαι λέξεις τὸ τοῦ ζητήματος συνέστειλαν μέγεθος· «Ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν, καὶ ἑξῆς». «Ἐγὼ κρίνω»· οὗ τὴν κρίσιν ἀθετεῖν οὐ θέμις, οὐδὲ φαυλίζειν τὸ ψήφισμα· «Ἐν ἐμοὶ γὰρ ὁ πάντων κριτὴς καὶ νεκρῶν καὶ ζώντων φθέγγεται. Ἐμὸν τὸ ὄργανον, ἀλλ' ὁ τεχνίτης ὑπὲρ ἐμέ. Ἐγὼ τὴν γλῶσσαν παρέχω, ἀλλ' ὁ δημιουργὸς Λόγος τὸν λόγον χορηγεῖ. Μὴ τῷ καλάμῳ, τῷ δὲ γράφοντι πρόσεχε. Τὴν ἀκοὴν ὑπακοὴ διαδεχέσθω.»