1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

1

De magistratibus populi Romani

ΤΟΥ͂ ΑΤΟΥ͂ ΠΕΡῚ ἘΞΟΥΣΙΩ͂Ν Ἱερέας γενέσθαι τὸ πρὶν τοὺς ὕστερον ἄρχοντας τοῦ Ῥωμαίων πολιτεύματος οὐδενὶ τῶν πάντων ἠγνόηται, Τυρρηνοῦ ἐπὶ τὴν ἐσπέραν ἐκ τῆς Λυδίας μεταναστάντος τοὺς τότε καλουμένους Ἐτρούσκους ἔθνος δὲ ἦν Σικανόν τὰς Λυδῶν τελετὰς διδάξαντος, οὓς ἐκ τῆς θυοσκοπίας Θούσκους συμβέβηκε μετονομασθῆναι· καὶ τούτων εἰς πλάτος ἐν τῇ πρώτῃ τῆς Περὶ Μηνῶν γραφείσης ἡμῖν πραγματείας ἴσμεν μνημονεύσαντες. τὰ γὰρ ἐπίσημα τῶν ἀρχόντων ἀπὸ Θούσκων λαβὼν ὁ βασιλεὺς Νουμᾶς τῇ πολιτείᾳ εἰσήγαγεν, ὥσπερ καὶ τῶν ὅπλων τὸ δύσμαχον ἀπὸ Γαλατῶν. καὶ μάρτυρες μὲν τούτων ὅ τε Καπίτων καὶ Φοντήϊος, ἐξ ὧν καὶ ὁ διδασκαλικώτατος Οὐάρρων, Ῥωμαῖοι πάντες, μεθ' οὓς Σαλλούστιος οὗτος, ὁ ἱστορικός, ἐπὶ τῆς Πρώτης Ἱστορίας σαφῶς ἀναδιδάσκει. ὥστε ὑπόλοιπον περὶ τῶν πολιτικῶν ἀφηγήσασθαι ἐξουσιῶν καὶ ὅτι ἀπὸ ἱερατικῆς τάξεως ἐπὶ τὸ πολιτικὸν μετεφύησαν σχῆμα. μὴ οὖν ἡμᾶς ἀλλοίους πρὸς τὰ πάλαι δοθέντα κρίνοι τις, πλὴν εἰ μὴ τυχὸν ἀπηχὲς λογικῆς ἀσφαλείας ὑφιστάμενος φθόνῳ τὸν ἔπαινον μεταβάλοι. ὅτι δὲ καὶ Γρακχιανός τις πάλαι περὶ τούτων ἔγραφεν, ἴσμεν τοὺς νομογράφους ἀναφέροντας· οὐδαμοῦ δὲ τὰ γραφέντα φέρεται ἴσως αὐτά, πάντως δὲ καὶ αὐτὰ τοῦ χρόνου τεκόντος ἅμα καὶ κρύψαντος.

4 ΠΕΡῚ ΠΟΛΙΤΙΚΩ͂Ν ἈΡΧΩ͂Ν ΚΕΦΆΛΑΙΑ ΤΟΥ͂ ΠΡΏΤΟΥ ΛΌΓΟΥ Α

Πόσος ἀνύεται χρόνος ἀπὸ τῆς Αἰνείου ἐπὶ τὴν Ἰταλίαν παρόδου ἕως κτίσεως Ῥώμης, καὶ πόσος ἀπ' αὐτῆς γέγονεν ὁ τῶν ῥηγῶν, καὶ πόσος ὁ τῶν ὑπάτων ἕως Καίσαρος, καὶ ἐξ αὐτοῦ πόσος ἄχρι Κωνσταντίνου, ἐξ οὗ πόσος ἄχρι τῆς Ἀναστασίου βασιλέως τελευτῆς. Β τίς ἡ διαφορὰ τοῦ ῥηγὸς καὶ τοῦ τυράννου καὶ τοῦ βασιλέως· καὶ Καίσαρος καὶ αὐτοκράτορος ἀξίωμα τί σημαίνει καὶ τί τὸ Κυρῖνον ὄνομα. Γ ὅτι Ῥωμύλος καὶ οἱ κατ' αὐτὸν τῇ Αἰολίδι ἐφθέγγοντο φωνῇ· ὅτι οὐ δεῖ τοὺς Ῥωμαίων βασιλέας δεσπότας ἀποκαλεῖν· περὶ τῶν ἐπισήμων τοῦ ῥηγός· τί ἐστι τόγα καὶ τραβέα· διὰ τί Ῥωμαῖοι τὴν βασιλέως καθέδραν σόλιον προσαγορεύουσιν. ∆ διὰ τί τὰς λοφιάς τινες τούφας καλοῦσιν. Ε διὰ τί τὰς ἀσπίδας σκοῦτα καὶ κλίπεα καὶ πάρμας οἱ Ῥωμαῖοι καλοῦσι καὶ τίς ἡ διαφορὰ τούτων· ὅτι ἀπὸ Αἰνείου παρέλαβεν ὁ Ῥωμαϊκὸς στρατὸς οὕτω στέλλεσθαι, ὡς ἔτι καὶ νῦν οἱ καλούμενοι ἐκσκουβίτωρες, διὰ τί τὴν βασιλικὴν ὑποζύγιον βασταγὴν ἀττηνσίωνα καλοῦσιν. ς πρώτη προαγωγὴ ὁ ἵππαρχος, καὶ ὅτι εἰς τόπον αὐτοῦ ὁ τῶν πραιτωρίων ὕπαρχος προεβλήθη. Ζ δευτέρα προαγωγὴ οἱ πατρίκιοι, καὶ τίνος χάριν πάτρης κωνσκρίπτους αὐτοὺς ἡ ἀρχαιότης ἐκάλεσεν· ποῖον εἶδος χιτῶνος ὁ λεγόμενος παραγαύδης· ἐν ᾧ καὶ περὶ τῶν λεγομένων καμπαγίων· τί σημαίνουσιν οἱ λεγόμενοι τίτλοι, καὶ ὅτι φιλότιμοι ἐτύγχανον οἱ πάλαι συγκλητικοί· πόθεν διώνυμοι καὶ τριώνυμοι οἱ ἀρχαῖοι ἐχρημάτιζον. Η τρίτη προαγωγὴ οἱ κυαίστωρες καὶ ὅτι ἕτερον μὲν κυαίστωρ, ἕτερον δὲ κυαισίτωρ· περὶ τῆς ὑπατείας καὶ τῶν αὐτῆς ἐπισήμων. 6 Θ τετάρτη προαγωγὴ ἡ κληθεῖσα δεκανδρικὴ ἐξουσία. Ι πέμπτη προαγωγὴ ἡ καλουμένη δικτατοῦρα, καὶ τί σημαίνει τὸ ὄνομα, πόσοι τε γεγόνασιν οἱ πάντες δικτάτωρες καὶ ἕως τίνος. ΙΑ ἕκτη προαγωγὴ ἡ καλουμένη κηνσοῦρα· ἐν ᾧ καὶ περὶ κωμῳδίας καὶ τραγῳδίας, καὶ πότε Ῥωμαίοις ἐγνώσθησαν· διὰ τί Ῥωμαῖοι τοὺς ἀσώτους ἅμα καὶ τοὺς ἐγγόνους ὁμωνύμως καλοῦσι πατρίως νέπωτας. ΙΒ ἑβδόμη προαγωγὴ ἡ δημαρχία· πότε ἐδόθη τοῖς στρατιώταις τὰ λεγόμενα κάπιτα καὶ διὰ τί κάπιτα λέγεται· περὶ τῶν ἐν ὅπλοις