1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

1

De ostentis

ΙΩΑΝΝΟΥ ΛΑΥΡΕΝΤΙΟΥ ΛΥ∆ΟΥ ΠΕΡΙ ∆ΙΟΣΗΜΕΙΩΝ

PROOEMIVM Οἱ τῶν Ἑβραίων λόγιοι τὸν περὶ προγνώσεως λόγον διχῆ τέμνουσιν εἰς σημεῖα καὶ τέρατα· καὶ σημεῖα μὲν εἶναι βούλονται τὰ ἐν μετεώροις συνιστάμενα, τέρατα δὲ τὰ ἐπὶ γῆς ὡς παρὰ φύσιν φαινόμενα, ὁποῖον ἐκεῖνο τὸ ἐπὶ τῆς καλουμένης τῶν Ἑβραίων ἐξόδου ἀναφερόμενον περὶ Μωϋσέως αὐτοῦ· «καὶ εἶδεν ὅτι ἡ βάτος καίεται, ἡ δὲ βάτος οὐ κατεκαίετο» ̣Exod. 3, 2̣, καὶ πάλιν· «ἔρριψε Μωϋσῆς τὴν ῥάβδον ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφις» ̣Exod. 4, 3 ̣, καὶ πάλιν· «εἰσήνεγκε Μωϋσῆς τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ καὶ ἐγένετο ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών» ̣Exod. 4, 6 ̣, εἶτα αὖθις· «καὶ εἶπεν ὁ θεὸς πρὸς Μωϋσῆν· λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ ἐπὶ τὸ ξηρὸν καὶ ἔσται αἷμα» ̣Exod. 4, 9 ̣· εἶτα ὑποβάς· «καὶ εἶπε κύριος πρὸς Μωϋσῆν· ἐὰν λαλήσῃ Φαραὼ πρὸς ὑμᾶς λέγων "δότε σημεῖον ἢ τέρας", λάβε τὴν ῥάβδον σου καὶ ῥῖψον ἐπὶ τῆς γῆς καὶ ἔσται δράκων» ̣Exod. 7, 8. 9̣. καὶ οὐ ταῦτα μόνον, ἀλλ' ἔτι τέρας ἄλλο φοβερώτερον ἡ τοῦ παντὸς Αἰγυπτίου ὕδατος εἰς λύθρον μεταβολὴ ̣Exod. 7, 20 ̣ καὶ τῶν βατράχων τὸ πλῆθος ̣Exod. 8, 9 ̣ καὶ οἱ λεγόμενοι σκνῖπες καὶ οἱ μύωπες, οὓς αὐτοὶ καλοῦσι κυνομυίας ̣Exod. 8, 17. 18̣, καὶ ἡ τῶν κτηνῶν φθορὰ ̣Exod. 9, 3. 6̣ καὶ ὁ κονιορτὸς ὁ ἑλκώδης, φλυκταῖναι καὶ ἀκρίδες· ταῦτα πάντα τέρατα ἂν δικαίως λέγοιντο· σημεῖα δὲ τὰ ἐξ ὑπερτέρων φαινόμενα, οἷον ἐκεῖνο ὃ ἐπὶ τῆς αὐτῆς φέρεται γραφῆς· «καὶ ἔβρεξε κύριος τὴν χάλαζαν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου· ἦν δὴ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ» ̣Exod. 9, 23. 24̣, καὶ πάλιν· «ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν οὐρανὸν καὶ ἐγένετο σκότος, γνόφος καὶ θύελλα ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου» ̣Exod. 10, 22̣. Τοιοῦτος τοίνυν Ἑβραίοις ὁ περὶ σημείων λόγος· ἐξ ὧν, οἶμαι, καὶ τἆλλα τῶν ἐθνῶν διοσημείας ταῦτα καλεῖν ἔγνω τὰ σήματα· Ζεὺς γὰρ ὁ ἀὴρ κατὰ τοὺς φυσικοὺς λέγεται, ὅτι ζωοποιός ἐστιν ὥστε διοσημεία τὸ τοῦ ἀέρος σημεῖον, ὥσπερ εὔδιον τὸ πρᾶον καὶ γαληνὸν τοῦ ἀέρος καλεῖται σχῆμα. οὐ χρὴ οὖν πρὸς τὰ ὀνόματα ταραττομένους τοὺς ἁπλουστέρους ἀποπηδᾷν τοῦ μαθεῖν· «δώσω», γάρ φησι, «σημεῖα ἐν τῷ οὐρανῷ ἄνω καὶ τέρατα ἐπὶ τῆς γῆς κάτω· αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ Ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα ̣Joel 3, 3. 4. Act. ap. II 19. 20 ̣.» ........ τουτὶ πράττειν ἐπαγγειλάμενοι. τῆς μὲν οὖν τῶν πολλῶν δόξης κἀγὼ πρῴην ἐτύγχανον ὤν, καὶ γράμματα μόνα τὰ περὶ τούτων γεγραμμένα τοῖς ἀρχαίοις ἐνόμιζον. ἐπειδὴ δὲ ἡ πεῖρα τὴν περὶ αὐτῶν ἀλήθειαν ἔδειξε καὶ ἡ γενομένη τοῦ κομήτου πρῴην ἐπιτολὴ ἱππέως δὲ ἄρα ἦν τὸ λεγόμενον σχῆμα καὶ ἡ διὰ ταύτην συμβᾶσα τῶν κακοδαιμόνων Περσῶν ἔφοδος, μέχρι μὲν τῶν Ὀρόντου γενομένη μερῶν ̣a. 540 p. Chr. ̣, συντομωτάτην δὲ τὴν ὑπο στροφὴν ὡς οἷόν τε λαβοῦσα ἐδήλου γὰρ δὴ καὶ τὴν τοῦ κραταιοτάτου βασιλέως νίκην, ὑπ' αὐτῶν λοιπὸν τῶν πραγμάτων καὶ τῆς ἐξ αὐτῶν μαρτυρίας γράφειν περὶ τῶν τοιούτων προήχθην, ἅμα μὲν πρὸς τῆς ἐμῆς ἔσεσθαι μνήμης τὸ πρᾶγμα νομίζων, ἅμα δὲ ἄτοπον καὶ φθόνου γέμον ἡγούμενος εἶναι τὸ πόνους τοσούτους τοῖς ἀρχαίοις καταβεβλημένους εἰς τοὺς περὶ τούτων λόγους ἄχρι παντὸς μεῖναι λανθάνοντας. 2 Ἁρμόδιον δὲ εἶναι νομίζω τῷ περὶ τῶν τοιούτων γράφειν ἐθέλοντι, πόθεν τε ἡ τῶν τοιούτων κατάληψις ἤρξατο, λέγειν, καὶ ὅθεν ἔσχε τὰς ἀφορμάς, καὶ ὅπως ἐπὶ τοσοῦτον προῆλθεν, ὡς καὶ αὐτούς, εἰ θέμις