1

 2

 3

 4

 5

 6

1

Disputatio cum Manichaeo

∆ΙΑΛΕΞΙΣ ἸΩΑΝΝΟΥ ὈΡΘΟ∆ΟΞΟΥ ΠΡΟΣ ΜΑΝΙΧΑΙΟΝ 1. ὈΡΘΟ∆ΟΞΟΣ. Εἰ τὸ σῶμα <ἐκ> τῆς ὕλης, ἡ δὲ ψυχὴ ἐκ τῆς οὐσίας τοῦ ἀγαθοῦ θεοῦ καθ' ὑμᾶς, ἐναντία δὲ ταῦτα, τὰ δ' ἐναντία οὐ συντίθεται ἄνευ τεχνίτου τινός, οἷον τὸ μέλαν καὶ λευκὸν ὑπὸ ζωγράφου καὶ ὑπὸ ἰατρῶν τὰ θερμὰ εἴδη τοῖς ψυχροῖς, τίς ὁ συναγαγὼν τὰ ἐναντία, ψυχήν τε καὶ σῶμα, καὶ ἓν ζῷον ἐργασάμενος; 2. ΜΑΝΙΧΑΙΟΣ. Ὁ ἀγαθὸς θεός, ἀτάκτως κινουμένης τῆς ὕλης, λαβὼν μοῖράν τινα τῆς ἑαυτοῦ δυνάμεως τῇ ὕλῃ προσέπεμ- ψε, δελεάσαι αὐτὴν βουλόμενος· ἡ δὲ λαβοῦσα κατέπιε. Καὶ οὕτως ἐκ τῆς κράσεως ἀμφοτέρων τὰ σύνθετα γέγονεν. 3. ὈΡΘ. Ταῦτα μῦθοί τινές εἰσιν, πλέον τῆς ἀσεβείας τὸ ἀπίθα- νον ἔχοντες· πρῶτον μὲν ὅτι οὐδεὶς ἑαυτὸν συντίθησι πρὸς ἑτέρου γένεσιν· πρὸς τούτοις δὲ παθητὸς καὶ μεριστὸς ὁ θεὸς ἐντεῦθεν εὑρίσκεται, εἴ γε μέρος αὐτοῦ λαβὼν τῇ ὕλῃ προσέρ- ριψεν· ἀλλὰ καὶ ἡ ὕλη τοῦ εἶναι κακὴ ἐλευθερωθήσεται, ἐρασθεῖσα τοῦ ἀγαθοῦ καὶ τὸ ἐξ αὐτοῦ φῶς καταπιοῦσα. Ἄλλως τε δὲ ἀπόκριναί μοι ἐρωτῶντι· ἀσώματος ὁ θεός; 4. ΜΑΝ. Ναί, ἀσώματος. 5. ὈΡΘ. Πῶς οὖν ὁ ἀσώματος καὶ ἁπλοῦς τομὴν καὶ διαίρεσιν ὑπομένει; 6. ΜΑΝ. Ἀλλ' οὐ διαίρεσιν ἢ τομὴν γεγονέναι λέγω τῆς θείας οὐσίας, ἀλλὰ προβολὴν ὁμοούσιον τῷ προβαλλομένῳ, καὶ πρὸς τοῦτο διαμάχεσθαι χριστιανοὺς ὄντας ὑμᾶς οὐκ οἶμαι. Τὸν γὰρ υἱὸν τοῦ θεοῦ καὶ λόγον οὐ τμῆμα τῆς τοῦ πατρὸς οὐσίας φατέ, καὶ ὅμως ὁμοούσιος τῷ πατρὶ καὶ παρ' ὑμῖν ὁμολογεῖται καὶ εἰς τὸν κόσμον ἀπεστάλθαι ὑπὲρ τῆς σωτηρίας τῶν ἀνθρώπων ὑπὸ τῆς ἁγίας γραφῆς κηρύττεται· οὕτως οὖν, τομῆς μὴ γενομένης, ὁ ἀγαθὸς θεὸς δύναμίν τινα θείαν προεβάλετο πρὸς τὸ ἐπισχεῖν τῆς ὕλης τὴν ἀταξίαν. 7. ὈΡΘ. Καὶ οὕτως ἐλεγχθήσει τῷ τῆς τομῆς ἐγκλήματι περι- πίπτων. 8. ΜΑΝ. Ἔλεγξον, καὶ πείσομαι τοῖς παρὰ σοῦ. 9. ὈΡΘ. ∆ιῃρῆσθαι τὴν ὕλην καὶ τὸν θεὸν ἰδίοις τόποις οἶδα, πολλάκις ἀκηκοὼς παρὰ τῶν Μανιχαίων, καὶ ὡς τὸ μὲν νότιον τῇ ὕλῃ, τὸ δὲ βόρειον καὶ ἀνατολικὸν καὶ δυτικὸν προσνέμεται τῷ ἀγαθῷ θεῷ. 10. ΜΑΝ. Οὕτως γὰρ ὁμολογοῦμεν. 11. ὈΡΘ. Πῶς οὖν οὐ δέδοικας τὴν τῆς τοσαύτης βλασφημίας ὑπερβολήν, περιγραπτὸν εἰσάγων τὸ θεῖον, ὃν ἀγαθὸν καὶ παντοδύναμον ὁμολογεῖς, καὶ ταῦτα ἀπὸ τῆς κακίστης ὕλης περιγρα- φόμενον; Πέρας γὰρ τῷ θεῷ δίδως, ἐν τόπῳ τοῦτον ὑποτιθέμενος· τόπος γάρ ἐστι πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον· περιεχόμενος δὲ ὁ θεὸς περιγραπτὸς πάντως ἐστίν, καὶ αὐτὸς δὲ ὁ τὸν θεὸν περιέχων τόπος περιγράφεται κατ' ἐκεῖνο τὸ τέλος, καθὸ τῆς ὕλης τοῦ τόπου ἐφάπτεται. Καὶ οὕτως ὑπὸ περιγραφομένου τόπου περιγραφήσεται ὁ θεὸς καθ' ὑμᾶς, τοὺς τόπῳ τινὶ περιορίζοντας τὸν θεόν. Ἀλλὰ τοῦτο μὲν παρεί- σθω· εἰπὲ δέ μοι, ἐν τῷ οἰκείῳ τόπῳ μένοντα τὸν θεὸν φὴς προ- βάλλεσθαι τὴν ἐξ αὑτοῦ δύναμιν καὶ ἐπὶ τὸν τῆς ὕλης ἐξαποστεῖ- λαι τόπον; 12. ΜΑΝ. Ναί, τοῦτό φημι. 13. ὈΡΘ. Εἰ οὖν ἡ ἐκ θεοῦ προβολὴ ἐν ἑτέρῳ γέγονε τόπῳ, τοῦ θεοῦ ἐν ἑτέρῳ χωρίῳ διαμείναντος, πῶς οὐκ ἐμερίσθη τῆς τοῦ πατρὸς ὑποστάσεως; Τὰ γὰρ διεστῶτα τοῖς τόποις πάντως καὶ ἀλλήλων διαιρεῖσθαι ἀνάγκη· καὶ οὕτως οὖν ἡ τοῦ θεοῦ