1

 2

 3

 4

 5

 6

1

Chronologica (fort. auctore anonymo excerptorum chronologicorum) ANONYMI CHRONOLOGICA.

Βίβλος γενέσεως ἀνθρώπων ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδὰμ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. οὕτω μὲν οὖν ὁ πρῶτος ἐγένετο ἄνθρωπος παρὰ θεοῦ, ᾧ ὄνομα Ἀδάμ, καὶ ἡ γυνὴ αὐτοῦ Εὔα· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ θεός. ὁ δὲ Ἀδὰμ ἐγέννησεν ἐκ τῆς γυναικὸς αὐτοῦ υἱοὺς τρεῖς, τὸν Καΐν, τὸν Ἀβέλ, καὶ τὸν Σήθ, καὶ θυγατέρας δύο, τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. καὶ ὁ μὲν Ἀδὰμ κατὰ κέλευσιν θεοῦ ἐπέθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθύσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ δὲ αὐτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος κυρίου εἶπεν αὐτοῖς. καὶ ὁ μὲν Κάϊν ἔλαβε γυναῖκα τὴν πρώτην ἀδελφὴν αὐτοῦ Ἀζουράν, Σὴθ δὲ τὴν δευτέραν Ἀσουάμ· καὶ ὁ μὲν Ἀβὲλ παρθένος τε καὶ δίκαιος ὑπῆρχε καὶ ποιμὴν προβάτων, ἐξ ὧν θυσίας προσαγαγὼν τῷ θεῷ καὶ δεχθεὶς ἀναιρεῖται, φθονηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Καΐν.

4 Ὁ δὲ Καῒν γεωργὸς τυγχάνων, καὶ μετὰ τὴν καταδίκην χειρόνως βιώσας, πρῶτος μέτρα καὶ στάθμια καὶ γῆς ὅρους ἐπενόησεν· εἶτα κτίσας ἐν γῇ Ναῒδ πόλιν κατέναντι Ἐδὲμ ἐπωνόμασεν αὐτὴν εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ Ἐνώς, καὶ εἰς ἓν συνελθεῖν τοὺς οἰκείους αὐτοῦ ἀναγκάσας εἰς πολέμους ἑαυτὸν ἀπησχόλει. κατὰ δὲ ταῦτα τῆς οἰκίας ἐπ' αὐτὸν πεσούσης ἀπέθανεν, ὡς ἔνιοί φασιν, ἕτεροι δὲ ὅτι Λαμὲχ αὐτὸν ἀπέκτεινεν. ἀλλ' ὁ μὲν Καῒν ἐγέννησε τὸν Ἐνώς, ὁ δὲ Ἐνὼς τὸν Γαϊδάδ, ὁ δὲ Γαϊδὰδ τὸν Μαλελεήλ, ὁ δὲ Μαλελεὴλ τὸν Μαθουσάλα, ὁ δὲ Μαθουσάλα τὸν Λαμέχ, ὃς καὶ δύο γυναῖκας ἀγόμενος, Ἐλδὰν καὶ Σελάν, ἐγέννησε τὸν Ἰοβὴλ καὶ τὸν Ἰουβὰλ καὶ τὸν Θοβέλ. ὁ δὲ μὲν Ἰοβὴλ κατέδειξεκτηνοτροφίαν, ὁ δὲ Ἰουβὰλ κατέδειξε ψαλτήριον καὶ κιθάραν, ὁ δὲ Θοβὲλ σφυροκοπίαν χαλκοῦ καὶ σιδήρου. καὶ ὁ μὲν ἐν σκηναῖς κατοικεῖν κτηνοτροφεῖν τε καὶ γεωργεῖν ᾑρετίσατο, ὁ δὲ κιθαρῳδίας καὶ τραγῳδίας τοῖς δαιμονικοῖς ἐπιτηδεύμασι προσεπενόησεν, ὁ δὲ ξίφη τε καὶ ὅπλα χορηγεῖν εἰς πολέμους ἐμηχανήσατο. τὸ οὖν γένος Κάϊν μέχρι τούτου ἀξιωθὲν μνήμης τοῦ ἀριθμοῦ τῶν πατέρων ἀποκρίνεται, ἵνα μήτε τοῖς πρώτοις ᾖ συνταττόμενος μήτε τῶν ἑξῆς ἀφηγούμενος. τὸ τοίνυν «πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει» τοιαύτην ἔχει τὴν λύσιν· ἕκαστος μὲν τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται, σὺ 5 δὲ ὁ τοῦ φόνου κατάρξας καὶ τοῖς ἄλλοις ὑφηγητὴς τοῦ ἁμαρτήματος γενόμενος ἑπτὰ ἐκδικούμενα παραλύσεις, τουτέστιν ἑπταπλασίως τιμωρηθήσῃ καὶ πάμπολλα. σύνηθες γὰρ τῇ γραφῇ τὸν ἀριθμὸν τοῦτον ἑπταπλασίονα κεχρῆσθαι, καὶ ἔστιν ἀδιορίστου πλήθους σημαντικόν, ὡς τὸ «ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα» καὶ τὸ «ἡ στεῖρα ἔτεκεν ἑπτά» καὶ «οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομήκοντα ζʹ.» ἐν μὲν γὰρ τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος, βʹ δόλος, γʹ φόνος, δʹ ὅτι ἀδελφοῦ, εʹ ὅτι πρῶτος φόνος, ςʹ ὅτι γονεῦσι πένθος ἐποίησεν, ζʹ ὅτι θεῷ ἐψεύσατο· ταῦτα μὲν τὰ τοῦ Κάϊν ζʹ ἁμαρτήματα. αἱ δὲ εἰς κόλασιν αὐτοῦ παρὰ τῆς θείας δίκης ἐπενεχθεῖσαι τιμωρίαι εἰσὶν αὗται. αʹ ἐπικατάρατος ἡ γῆ ἀπό σου, βʹ ἐργᾷ τὴν γῆν, γʹ οὐ προσθήσει τοῦ δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς, δʹ στένων καὶ τρέμων, μετὰ τὴν εʹ ὁμοῦ, ἔσῃ ἐπὶ τῆς γῆς, ςʹ ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν, εἰπών, Εἰ ἐκβάλλῃς με νῦν ἀπό σου καὶ ἀπὸ προσώπου σοῦ κρυβήσομαι, ζʹ τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι δηλοποιεῖσθαι· ἔθετο γάρ, φησί, κύριος ὁ θεὸς τῷ Κάϊν σημεῖον τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.

Ὁ δὲ Ἀδὰμ σλʹ ἐτῶν ἦν, ὅτε ἐγέννησε τὸν Σήθ. οὗτος ὁ Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα 6 τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ