1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

1

Commentarii in epistulas Pauli

ΕΙΣ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.

ΚΕΦΑΛ. ΠΡΩΤΟΝ. «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος.» Τρεῖς εἰσὶ δουλείας τρόποι· εἷς μὲν ὁ κατὰ τὴν δημιουργίαν, καθ' ὅ φησιν, ὅτι Τὰ σύμπαντα δοῦλα σά. Ἕτερος δὲ ὁ ἀπὸ πίστεως, κατὰ τὸ εἰρημένον· Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Ὁ τρίτος ὁ ἀπὸ τῆς πολιτείας κατὰ τὸ εἰρημένον· Μωϋσῆς ὁ θεράπων μου ἐτετελεύτηκεν. Ἐπειδὴ τοίνυν κατὰ πάντας τοὺς τρόπους, τὸ τῆς δουλείας ἀξίωμα ἐδέδεικτο, εἰκότως ἐν καυχήματος τάξει προτάττει τοῦτο τῆς ἐπιστολῆς. «Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» ∆είκνυσιν ὅσον αὐτοῦ τὸ ἀξίωμα. Εἴ γε ἀφώριστο ἀπὸ τοῦ Θεοῦ εἰς τὸ διακονῆσαι τὸ Εὐαγγέλιον αὐτοῦ. Εὐαγγέλιον δὲ Θεοῦ καλεῖ, ἀπὸ τῶν προοιμίων διεγείρων τὸν ἀκροατήν. «Ὁ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις.» Ἐπειδὴ καινοτομίαν ἐνεκάλουν τῷ δόγματι, δείκνυσιν αὐτὸ πρεσβύτερον Ἑλλήνων ὄν· καὶ ἐν τοῖς προφήταις προδιαγραφόμενον. «Περὶ τοῦ Υἱοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα.» 95.444 Οὐ περὶ ἀνθρώπου ψιλοῦ, φησὶν, ὁ λόγος ἡμῖν. ∆ιάτοι τοῦτο προσέθηκεν τὸ, κατὰ σάρκα, αἰνιττόμενος, ὅτι καὶ κατὰ πνεῦμα γένεσίς ἐστι τοῦ αὐτοῦ· τῇ τάξει δὲ τοῦ μυστηρίου ἠκολούθησεν. Πρῶτον γὰρ εἶδον αὐτὸν ἄνθρωπον ἐπὶ γῆς· καὶ τὸν γεννώμενον ἀνακηρυττόμενον καὶ τότε ἔγνωσαν Θεὸν, φησίν. «Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως ἐκ νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Τὸν ἐκ ∆αβὶδ γεννώμενον ἀνακηρύττομεν, φησὶν, ὅτι καὶ Υἱὸς Θεοῦ ἐστιν οὗτος ὁ σαρκωθείς· πρῶτον, ἀπὸ τῶν προφητῶν δι' ὃ ἔλεγεν· Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν. ∆εύτερον, ἐξ αὐτοῦ τοῦ τρόπου τῆς γεννήσεως, ὃ καὶ αὐτῷ ἔδειξεν εἰπών· ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα· ὅτι τὸν τῆς φύσεως ἔλυσεν νόμον ἐκ Παρθένου τεχθείς· τρίτον, ἀπὸ τῶν θαυμάτων· τοῦτο γάρ ἐστιν ἐν δυνάμει. Τέταρτον, ἀπὸ τοῦ πνεύματος ὅπερ ἐδίδου τοῖς πιστεύουσιν εἰς αὐτὸν, δι' οὗ πάντας ἁγίους ποίει. ∆ιὸ Πνεῦμα ἁγιωσύνης εἶπεν· πέμπτον, ἀπὸ τῆς ἀναστάσεως αὐτοῦ· πρῶτος γὰρ αὐτὸς καὶ μόνος ἑαυτὸν ἤγειρεν. Τοῦ ὁρισθέντος, δείχθεντος, ἀποφανθέντος, ὁμολογηθέντος ἀπὸ τῆς πάντων γνώμης καὶ ψήφου. «∆ι' οὗ ἐλάβομεν.» Ὅρα τὴν εὐγνωμοσύνην· οὐδὲν ἑαυτοῦ βούλεται, ἀλλὰ πάντα τοῦ ∆εσπότου. «Χάριν καὶ ἀποστολήν.» Οὐχ ἡμεῖς ἑαυτοῖς κατωρθώσαμεν, φησὶ, τὸ γενέσθαι ἀποστόλους· οὔτε γὰρ καμόντες πολλὰ τὴν ἀξίαν ταύτην ἐλάβομεν· ἀλλὰ χάριν ἐλάβομεν, καὶ τῆς ἄνωθεν δημιουργίας τὸ κατόρθωμα γέγονεν. «Εἰς ὑπακοὴν πίστεως.» Οὐκ εἶπεν, εἰς ζήτησιν καὶ κατασκευὴν πίστεως, ἀλλ' εἰς ὑπακοήν. Ὅταν γὰρ ὁ ∆εσπότης ἀποφαίνηται, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαι χρὴ τὰ λεγόμενα καὶ πολυπραγμονεῖν, ἀλλὰ δέχεσθαι μόνον. «Ἐν πᾶσιν τοῖς ἔθνεσιν.» Ὅρα πῶς ἔσται τὸ κήρυγμα· εἴ γε πάλαι μὲν ὁ διὰ Μωϋσέως νόμος, ἑνὶ ἐκηρύττετο ἔθνει· τὸ δὲ Εὐαγγέλιον εἰς πέρατα τῆς οἰκουμένης διαδέδοται. «Ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ.» Οὐχ ἵνα τὴν οὐσίαν περιεργασώμεθα, φησίν· ἀλλ' ἵνα εἰς τὸ ὄνομα πιστεύσωμεν. Τοῦτο γὰρ ἦν τὸ ὄνομα, ὃ καὶ τὰ σημεῖα ἐποίει. Ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶν, ἔγειρε καὶ περιπάτει. «Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ· πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ.» ∆ύο διὰ τούτων ἔστιν ἰδεῖν ἀγαθὰ, καὶ κολακείας 95.445 ἀπηλλαγμένην τὴν τοῦ Ἀποστόλου ψυχήν· εἴ γε Ῥωμαίοις κρατοῦσι τότε, καὶ εὐθὺς τὴν ἀρχὴν δεξαμένοις τῆς οἰκουμένης ἐπιστέλλων, οὐδέν τι κολακικόν φησιν· καὶ τὸ εὐθέως καλεῖν αὐτῶν τὸν