1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

1

De duabus in Christo voluntatibus

Τοῦ μακαρίου Ἰωάννου μοναχοῦ ∆αμασκηνοῦ περὶ τῶν ἰδιωμάτων τῶν ἐν τῷ ἑνὶ Χριστῷ τῷ κυρίῳ ἡμῶν δύο φύσεων, ἐξ ἐπιδρομῆς δὲ καὶ περὶ δύο

θελημάτων καὶ ἐνεργειῶν καὶ μιᾶς ὑποστάσεως. 1 Οἱ δύο φύσεις καὶ μίαν ὑπόστασιν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογοῦντες διπλᾶ μὲν καὶ διάφορα τὰ τῶν φύσεων φυσικὰ ἰδιώματα συνομολογεῖν ὀφείλουσιν, ἁπλᾶ δὲ τὰ τῆς ὑποστάσεως· ἀμήχανον γὰρ φύσιν συστῆναι ἐκτὸς τῶν κατ' αὐτὴν φυσικῶν ἰδιωμάτων τῶν συνιστώντων αὐτὴν καὶ ἀποδιαιρούντων ἐκ τῶν λοιπῶν φύσεων, ὧν τὸ ἄθροισμα ἐν ἑτέρῳ οὐ θεωρηθήσεται εἴδει. Ἀδύνατον δ' αὖ πάλιν τὴν μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν διαφέρειν ἑαυτῆς τοῖς συστατικοῖς καὶ χαρακτηριστικοῖς αὐτῆς καὶ ἀφοριστικοῖς ἐκ τῶν λοιπῶν ὁμοειδῶν ὑποστάσεων, τοῖς ὑποστατικοῖς, φημί, ἰδιώμασιν, ὧν τὸ ἄθροισμα ἐφ' ἑτέρας ὑποστάσεως θεωρηθῆναι ἀμήχανον. Συμβεβηκότα δὲ ταῦτα καὶ ἐπουσιώδη καλεῖν ἔθος τοῖς περὶ ταῦτα δεινοῖς. 2 Φύσις μὲν γὰρ φύσει συγκρίνεται καὶ φύσεως διαφέρειν λέγεται ἤτοι εἶδος εἴδους ταῖς οὐσιώδεσι καὶ φυσικαῖς διαφοραῖς. Ὡσαύτως καὶ ὑπόστασις ὑποστάσει συγκρίνεται ὁμοειδεῖ καὶ διαφέρειν τῶν ὁμοειδῶν ὑποστάσεων λέγεται τοῖς τῶν ὑποστάσεων χαρακτηριστικοῖς ἰδιώμασιν· οὐ μὴν ὑπόστασις ἑτεροειδεῖ ὑποστάσει συγκρίνεται ὡς ὑπόστασις. Τὰ γὰρ ὑποστατικὰ τοῦ Πέτρου τυχὸν ἰδιώματα πρὸς τόνδε τὸν βοῦν συγκρινόμενα φύσιν μᾶλλον ἀφορίζει καὶ οὐχ ὑπόστασιν· οὐ γὰρ λέγομεν διαφέρειν τόνδε τὸν ἄνθρωπον τοῦδε τοῦ ἵππου, ὅτι ὁ μὲν φαλακρός, ὁ δὲ εὐχαίτης, οὐδ' ὅτι ὁ μὲν μακρός, ὁ δὲ κολοβός, ἀλλ' ὅτι ὁ μὲν λογικός, ὁ δὲ ἄλογος, οὐδ' ὅτι ὁ μὲν υἱὸς τοῦδε, ὁ δὲ υἱὸς τοῦδε. Εἰ δὲ καὶ εἴπωμεν, ὅτι ὁ μὲν υἱὸς Νέστορός ἐστιν, ὁ δὲ υἱὸς τοῦδε τοῦ ἵππου, καὶ ὁ μὲν σοφός, ὁ δὲ ἄσοφος, φυσικαὶ διαφοραὶ τάττονται· αἱ γὰρ ὑποστατικαὶ διαφοραὶ τῶν ἀνθρώπων πρὸς ὑποστατικὰς διαφορὰς ἵππων φυσικαὶ λογίζονται. ∆ιὸ καὶ ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ τοῦ σώματος σχῆμα καὶ ὁ τῆς ὄψεως χαρακτὴρ καὶ τὸ εἶναι αὐτὸν υἱὸν τῆς παρθένου πρὸς τὸ εἶναι αὐτὸν υἱὸν θεοῦ ἀσχημάτιστον οὐχ ὑποστάσεών εἰσιν διαφόρων ἀφοριστικά, ἀλλὰ διαφόρων φύσεων, μιᾶς δὲ ὑποστάσεως ἀφορίζοντα αὐτὴν ἐκ τῶν ὁμοουσίων αὐτῇ κατὰ τὴν αὐτῆς θεότητα, ὑποστάσεων τοῦ πατρός φημι καὶ τοῦ ἁγίου πνεύματος, καὶ τῶν ὁμοουσίων αὐτῇ κατὰ τὴν αὐτῆς ἀνθρωπότητα ὑποστάσεων, τῆς μητρός φημι καὶ τῶν λοιπῶν κατὰ μέρος ἀνθρώπων· ὅτε γὰρ ἐκ δύο φύσεων μία ὑπόστασις σύνθετος γένηται, ταῦτά τε κἀκεῖνα, τά τε τῆς θείας τυχὸν φύσεως φυσικά τε καὶ ὑποστατικὰ ἰδιώματα καὶ τῆς ἀνθρωπίνης τῆς αὐτῆς ὑποστάσεως συστατικὰ γίνεται. Ὅθεν ὁ Χριστὸς θεός τε καὶ ἄνθρωπος, ἄναρχος καὶ ἠργμένος ἡ αὐτὴ μία ὑπόστασις, ὁρατὴ καὶ ἀόρατος, κτιστὴ καὶ ἄκτιστος, περιγραπτὴ καὶ ἀπερίγραπτος, παθητὴ καὶ ἀπαθής, υἱὸς θεοῦ καὶ υἱὸς παρθένου εἴτουν ἀνθρώπου, ἀμήτωρ ἐκ πατρός, ἀπάτωρ ἐκ μητρός, προαιώνιος καὶ πρόσφατος, ἀσχημάτιστος καὶ ἐν μορφῇ δούλου καὶ ἐν σχήματι ἀνθρώπου, «ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». Ταῦτα πάντα συστατικὰ καὶ χαρακτηριστικὰ τῆς Χριστοῦ τοῦ θεοῦ ὑποστάσεως καὶ ἐκ πάντων ὁμοῦ καὶ ἐξ ἑνὸς ἑκάστου κατονομάζεται. 3 Σοφῶς οὖν ὁ δημιουργὸς φύσεών τε, τουτέστιν εἰδῶν, πλείστην διαφορὰν ἐποιήσατο πρὸς ἔνδειξιν τοῦ πλούτου τῆς αὐτοῦ σοφίας τε καὶ δυνάμεως, ὡς ἂν θαυμαζόμενος ποθοῖτο πλέον,