1

 2

 3

1

Dialectica sive Capita philosophica (recensio brevior)

Ἕτερον κεφάλαιον. Τὸ γένος διαιρεῖται εἰς εἴδη· τὸ γένος ἐπάνω ἐστίν, τὰ δὲ εἴδη ὑποκάτω. Ἀδύνατον τὸ γένος μὴ ἔχειν ὑποκάτω αὐτοῦ εἴδη, ἀδύνατον τὰ εἴδη μὴ ἔχειν ἐπάνω αὐτῶν γένος, ὥσπερ ἀδύνατον πατέρα μὴ ἔχειν υἱὸν καὶ ἀδύνατον υἱὸν μὴ ἔχειν πατέρα· τὸ γένος πατρὸς τάξιν ἐπέχει, τὸ δὲ εἶδος υἱοῦ. Ὅτε τὸ γένος διαιρεθῇ εἰς εἴδη, ἀνάγκη τὰ εἴδη δέξασθαι καὶ τὸ ὄνομα καὶ τέλειον τὸν ὅρον τοῦ γένους αὐτῶν. Τὸ δὲ γένος οὐ πάντως ἐπιδέχεται τὸν ὅρον τῶν εἰδῶν οὐδὲ τὰ εἴδη τὸν ὅρον ἀλλήλων. Κοινὸν ὄνομα πάντων τῶν ὄντων ἐστὶ τὸ ὄν. Ὄν ἐστιν ἢ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν ἀλλ' ἐν ἑαυτῷ ἔχον τὸ εἶναι, οἷον σῶμα, ἢ πρᾶγμα μὴ δυνάμενον ἐν ἑαυτῷ εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, οἷον χρῶμα. Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός. Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν ἀλλ' ἐν ἑαυτῷ ἔχον τὸ εἶναι, οἷον τὸ σῶμα. Συμβεβηκός ἐστι πρᾶγμα τὸ μὴ δυνάμενον ἐν ἑαυτῷ ἔχειν τὸ εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, οἷον τὸ χρῶμα· οὐ γάρ ἐστι τὸ σῶμα ἐν τῷ χρώματι ἀλλὰ τὸ χρῶμα ἐν τῷ σώματι οὐδὲ λέγεται τὸ σῶμα τοῦ χρώματος ἀλλὰ τὸ χρῶμα τοῦ σώματος. Ἡ οὐσία οὐ μεταβάλλεται, τὸ δὲ συμβεβηκὸς μεταβάλλεται· τὸ μὲν γὰρ σῶμα οὐ μεταβάλλεται, τὸ δὲ χρῶμα μεταβάλλεται. Οὔτε οὖν ἡ οὐσία οὔτε τὸ συμβεβηκὸς δέχεται τέλειον τὸν ὅρον τοῦ ὄντος, ἀλλ' ἡ οὐσία τὸ ἥμισυ καὶ τὸ συμβεβηκὸς τὸ ἥμισυ. ∆ιὸ οὔτε τὸ ὄν ἐστι γένος οὔτε ἡ οὐσία καὶ τὸ συμβεβηκὸς εἴδη. Γενικώτατον γένος ἐστὶ τὸ πρῶτον γένος, ὅπερ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ ἔχειν ἐπάνω αὐτοῦ ἄλλο γένος. Εἰδικώτατον εἶδός ἐστι τὸ ἔσχατον εἶδος, ὅπερ εἶδος ὂν οὐκ ἔστι γένος διὰ τὸ μὴ ἔχειν ὑποκάτω αὐτοῦ ἄλλα εἴδη. Τὰ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τοῦ εἰδικωτάτου εἴδους λέγονται γένη καὶ εἴδη ὑπάλληλα, διότι ἔχουσιν ἐπάνω αὐτῶν γένος καὶ ὑποκάτω αὐτῶν εἴδη. Τὰ ὑπάλληλα γένη καὶ εἴδη εἰσὶν αἱ συστατικαὶ καὶ οὐσιώδεις καὶ φυσικαὶ διαφοραὶ καὶ ποιότητες. Αὗται γὰρ συνιστῶσιν τὰ εἰδικώτατα εἴδη· ἐκ γὰρ τοῦ γένους καὶ αὐτῶν συνίστανται τὰ εἰδικώτατα εἴδη. Τὰ ὑποκάτω δέχονται ὅλα τὰ ἐπάνω αὐτῶν, τὰ ἐπάνω οὐ πάντως δέχονται τὰ ὑποκάτω αὐτῶν. Οἱ πατέρες τὸ εἰδικώτατον εἶδος ἐκάλεσαν οὐσίαν καὶ φύσιν καὶ μορφήν, τὰ δὲ ἐκ τοῦ εἰδικωτάτου εἴδους διαιρούμενα ἤγουν τὰ ὑποκάτω αὐτοῦ ἄτομον καὶ ὑπόστασιν καὶ πρόσωπον. Τὸ μὲν γένος ἕν ἐστι, καθ' ἓν δὲ γένος δύο εἴδη ἀντιδιαιρούμενα, οἷον ἡ οὐσία γένος. Αὕτη διαιρεῖται εἰς δύο εἴδη, εἰς σῶμα καὶ ἀσώματον· ταῦτα λέγονται ἀντιδιαιρούμενα εἴδη. Οἱ ἔξω ματαιόσοφοι πρώτην οὐσίαν μερικὴν λέγουσι τὴν ὑπόστασιν, δευτέραν οὐσίαν κοινὴν τὸ εἰδικώτατον εἶδος ἤγουν τὴν φύσιν, τρίτην οὐσίαν καθολικωτέραν τὸ γενικώτατον γένος. Οἱ οὖν τούτοις ἑπόμενοι ἀναγκάζονται ἐπὶ τῆς ἁγίας τριάδος τέσσαρας οὐσίας λέγειν, τρεῖς μερικὰς καὶ μίαν κοινήν. Ὅτε ἐν τῇ αὐτῇ φύσει θεωρεῖται πρᾶγμα καὶ τὸ ἐναντίον αὐτοῦ, ταῦτα συμβεβηκότα εἰσίν, οἷον ἐν τῇ φύσει τοῦ ἀνθρώπου λευκότης καὶ μελανότης, γλαυκόφθαλμον καὶ μελανόφθαλμον, μακρὸν καὶ κολοβόν, νόσος καὶ ὑγίεια, καὶ τὰ τοιαῦτα. Ὅτε δὲ θεωρεῖται πρᾶγμα, καὶ ἀδύνατον τὸ ἐναντίον αὐτοῦ θεωρεῖσθαι, τοῦτο φυσικόν ἐστιν, οἷον τὸ λογικὸν θεωρεῖται ἐν τῷ ἀνθρώπῳ, τὸ δὲ ἄλογον οὐκ ἐνδέχεται θεωρηθῆναι ἐν τῷ ἀνθρώπῳ. Τὸ φυσικὸν λέγεται οὐσιῶδες ἰδίωμα, τὸ συμβεβηκὸς λέγεται ἐπουσιῶδες ἰδίωμα. Τὰ