1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

1

Epistula ad Theophilum imperatorem de sanctis et venerandis

ΙΩΑΝΝΟΥ ΤΟΥ ∆ΑΜΑΣΚΗΝΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΘΕΟΦΙΛΟΝ ΠΕΡΙ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΣΕΠΤΩΝ ΕΙΚΟΝΩΝ.

αʹ. Ἐπεὶ τοιγαροῦν κατὰ τὴν θεόλεκτον φωνὴν τὴν φάσκουσαν, «Ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων δὲ κρατῆτε, κεκράτηνται.» Καὶ πάλιν· «Καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Καὶ αὖθις· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.» Καὶ ἀλλαχοῦ· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ, φησὶν ὁ Κύριος, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πατὴρ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοί. Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσι τετελεσμένοι εἰς ἓν, καὶ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας· καὶ ἵνα ὁποῦ εἰμι ἐγὼ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν δέδωκάς μοι.» Καὶ ὁ θεσπέσιος ἀπόστολος Πέτρος φησί· «∆οὺς τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς, ὡς καὶ ἡμῖν,» καὶ τὴν ἴσην δωρεὰν δέδωκεν ὁ Θεὸς τοῖς ἔθνεσι, καθὼς καὶ ἐλάλουν γλώσσαις, καὶ προεφήτευον. Καὶ πάλιν ὁ μέγας Παῦλος, καὶ κήρυξ τῆς οἰκουμένης καὶ διδάσκαλος, φησὶν, ὅτι «Ἔθετο ὁ Θεὸς ἐν Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους.» Τοίνυν τῷ ὅρῳ καὶ κανόνι ἑπόμενοι τῶν θεσπεσίων ἀποστόλων, καὶ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, ἐν τῇ μεγάλῃ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ἔνθα ὁμοφρόνως καὶ ὁμογνωμό 95.348 νως ὁ ὅρος καὶ ὁ ἦχος τῶν ἑορταζόντων ἐν φωνῇ ἀγαλλιάσεως γίνεται, τὰ αὐτὰ τῆς ὀρθοδόξου πίστεως σύμβολα, τῶν εὐσεβῶν καὶ ὀρθοδόξων δογμάτων τὰς κλεῖς κατέχοντες, τοιαῦτα ὑπεγράφομεν. βʹ. Πιστεύοντες εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα, ὁμολογοῦμεν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Θεοῦ Λόγου, καὶ τὰς ἁγίας οἰκουμενικὰς συνόδους· ὡσαύτως καὶ τὰς τιμίας εἰκόνας ἀσπαζόμεθα ἐπίσης τῷ τύπῳ τοῦ ζωοποιοῦ σταυροῦ, καὶ τῶν θεολέκτων Εὐαγγελίων. Οἱ μὴ οὕτω φρονοῦντες, ἀνάθεμα ἔστωσαν· οἱ μὴ οὕτω πιστεύοντες, πόῤῥω τῆς Ἐκκλησίας διωχθήτωσαν. Αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐφώτισε. Τοὺς οὖν τολμῶντας ἑτέρως φρονεῖν, ἢ ἀνατρέπειν τι τῶν ἐκκλησιαστικῶν θεσμῶν ἢ παραδόσεων, τούτους ἀναθεματίζομεν καὶ ἀποβαλλόμεθα. Οὐδὲν γὰρ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ σκολιὸν, ἢ στραγγαλιῶδες. «Πάντα γὰρ εὐθεῖα τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Ὅλη γὰρ καλὴ, ὡς εἴρηται, καὶ μῶμος οὐκ ἔστιν ἐν αὐτῇ.» γʹ. Καὶ πρῶτος μὲν ὁ τὴν κρηπῖδα τῆς Χριστιανικωτάτης βασιλείας ταξάμενος, ὁ ἐν βασιλεῦσι τοῦ Χριστοῦ ἀπόστολος Κωνσταντῖνος ὁ μέγας καὶ δίκαιος, καὶ τὰ μυρία ἀξιέπαινα κατορθώματα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ βραβεύσας, τόν τε λαβυρίνθιον ἐκεῖνον καὶ δυσδιεξόδευτον τῆς θεομαχίας Ἀρειανικὸν πύργον εἰς γῆν καταῤῥάξας, ὡς στύλον πυρσοφανῆ τὴν γνῶσιν τῆς ὑπερουσίου καὶ ζωαρχικῆς ὁμοουσίου Τριάδος τοῖς πέρασιν ἐξέλαμψε. Πρώτιστον, καὶ ἐξαίρετον καλλιέρημα τῆς εἰς Χριστὸν τὸν ἀληθινὸν ἡμῶν Θεὸν εὐσεβείας, γνώρισμα ἐγχαράττει τῷ βασιλικῷ τῆς πολιτείας νομίσματι, τό τε οὐρανοφανὲς σημεῖον τοῦ Σωτηρίου σταυροῦ, καὶ τὸν σεβάσμιον καὶ Θεανδρικὸν