1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

Epistula de hymno trisagio

Τοῦ μακαρίου Ἰωάννου μοναχοῦ καὶ πρεσβυτέρου ἐπιστολὴ γραφεῖσα πρὸς

Ἰορδάνην ἀρχιμανδρίτην περὶ τοῦ τρισαγίου ὕμνου. Τῷ θεοτιμήτῳ καὶ ζήλῳ θείῳ κεκοσμημένῳ κυρῷ Ἰορδάνῃ ἀρχιμανδρίτῃ Ἰωάννης. 1 Τοῦ πρός σέ μοι πόθου ἡ ἀκρότης, ὦ πατέρων ἄριστε, οὐκ ἐξ ἀστάτου προφάσεως τὰς ἀφορμὰς κέκτηται, ἀλλ' ἐκ θείας ἀγάπης, ἣ οὐδέποτε πίπτειν πέφυκεν. Ἴσμεν γάρ σου τῆς πίστεως τὸ ὀρθόδοξον καὶ τὸ ὀρθότομον τοῦ λόγου τῆς ἀληθείας, τὸ τοῦ ζήλου διάπυρον, τῆς πρὸς θεὸν ἀγάπης τὸ ἀκραιφνές, ἐξ ἧς καὶ δι' ἣν πρὸς τὸν πέλας πέφυκας δέσμιος· ἡ μὲν γάρ ἐστιν ὥσπερ πηγὴ πρώτη τυγχάνουσα, ἡ δὲ δευτέρα καὶ τῆς πρώτης σύμβολον. Χαρακτηρίζειν γὰρ οἶδεν ἡ πρὸς τὸν πλησίον ἀγάπη τὸν πρὸς θεὸν ἔρωτα. Ἴσμεν σου τῶν τοῦ θεοῦ λόγων τὴν ἐπιπόθησίν τε καὶ κατατρύφησιν, ἥ σοι μέλιτος γλυκυτέρα λογίζεται· ἐφαντάσθης γὰρ τὸ θεῖον κάλλος καὶ πρὸς αὐτὸ ὑπόπτερος ἀνεφοίτησας καὶ γέγονας θεοῦ καὶ τῶν θείων ἐμφάσεων ἀκηλίδωτον ἔσοπτρον, κάλλος ἔχων τὴν ἀρετὴν καὶ ταῖς αὐτῆς ἀκριβεστάταις γραμμαῖς ἀψευδὲς τοῦ θείου κάλλους ὡς ἀρχετύπου παντὸς ἀγαθοῦ ἐκμαγεῖον γενόμενος. ∆ιὸ σὲ ποθοῦντες ἀρετὴν ποθοῦμεν καὶ θεόν, ἐξ οὗ σοι τὰ τῆς ἀρετῆς προτερήματα. Ἀλλ', οἴμοι, ὦ πάτερ, οἴμοι. Πῶς ὁ τῆς ἐκκλησίας ἐχθρὸς ταύτην ἀεὶ κυκᾶν κατεπείγεται, καὶ τὸ δὴ χαλεπόν, εἴγε διὰ τῶν τῆς εὐσεβείας τροφίμων. Γράμμασι γὰρ ἡμῖν κατεμήνυσεν ὁ θεοσεβέστατος ἡμῶν ἀδελφὸς ὁ ἀββᾶς Σέργιος ὁ ἀστὸς καὶ συνήθης καὶ φίλος, διὰ τοῦ γνησίου αὐτοῦ ἀδελφοῦ τοῦ ὁσιωτάτου ἀββᾶ Ἰώβ, ὡς ὁ ἱερώτατος ἡμῶν πατὴρ ὁ κύρις ἀββᾶς Ἀναστάσιος, ὁ κλεινὸς τῆς Εὐθυμίου τοῦ μάκαρος καθηγεμών, χρήσεις τινὰς τῶν ἁγίων πατέρων προκεκόμικε δῆθεν εἰς τὸν υἱὸν μόνον ἀναφερούσας τὸν τρισάγιον ὕμνον. Οὗ δοθέντος οὐδὲν κωλύσει τὴν ἐκ τοῦ κναφέως κακῶς ἐπεισφρήσασαν λύμην πάντας ἄρδην καταλυμήνασθαι. Τεθαύμακα δέ, λίαν τεθαύμακα, εἴγε ταῦτα οὕτως ἔχει. Καὶ πάλιν τεθαύμακα, εἴγε μὴ ταῦτα οὕτως ἔχει· τὸ μὲν γὰρ τοῦ σεβασμίου ἀνδρὸς ὀρθόδοξον ἐπιστάμεθα καὶ τὸ εὐπρεπὲς τῆς αὐτοῦ ἐν λόγῳ καὶ ἀρετῇ τῇ κατὰ πρᾶξιν [.....] οὐκ ἀγνοοῦμεν, τοῦ κυροῦ ἀββᾶ Ἀναστασίου φημί. Οὐ μὴν ἀλλὰ καὶ τὸ ἀψευδὲς τοῦ κατηγόρου σαφῶς γινώσκομεν. Θεὸν γὰρ ποθῶν καὶ αὐτῷ ζῶν οὐκ ἄν, οἶμαι, ὡς ψεύσαιτο, καὶ συκοφάντης ἔσται ἀθῴου ἀνδρὸς κἂν τοῖς τῆς ἀρετῆς προτερήμασι διαπρέποντος. Ὃ δὴ οὐ μετρίως ἡμῶν τὸν λογισμὸν ἐβασάνισε. Κατέκρινε δὲ ὅτι πλεῖστα διὰ τοῦ εὐλαβεστάτου ἀββᾶ Ἰώβ, τοῦ γνησίου αὐτοῦ ἀδελφοῦ, καὶ κατήπειξε πάσης ἀναβολῆς ἄτερ καὶ ὑπερθέσεως τὴν ἡμετέραν περὶ τούτου ἐπισημήνασθαι γνώμην. Γέγραφε δὲ καὶ τοῦτο αὐτὸν βεβαιώσασθαι, ὅτιπερ καὶ ἡμεῖς τῇ γνώμῃ ταύτῃ καθυπεκύψαμεν, σύναινοι καὶ σύμψηφοι αὐτῷ περὶ τούτου γενό μενοι, ὃ καὶ μᾶλλον καὶ μᾶλλον τεθαύμακα-προκεκόμικε γὰρ ἡμῖν τὰς χρήσεις, οὐ ψεύσομαι, καὶ τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων εἶναι ταύτας ἀπεφηνάμεθα· οὐ μὴν εἰς τὸν υἱὸν μόνον δηλοῦν ἀναφέρεσθαι τὸν τρισάγιον ὕμνον τὰς χρήσεις συνῃνέσαμεν-καὶ τὸν τρισμακάριστον δὲ πατριάρχην τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλεως Ἰωάννην, τὸν θειότατον καὶ τὸν τοῦ θεοῦ ἄνθρωπον, τῆς αὐτῆς αὐτῷ γεγενῆσθαι ἐννοίας· τούτου γε ἕνεκεν γέγραφεν αὐτὸν ἀποφήνασθαι. ∆εῖν οὖν ᾠήθημεν τὰ περὶ τούτων ἀρίδηλα καταστῆσαι τῇ