1

1

Ex thesauro orthodoxiae Nicetae Choniatae.

Τοῦ ∆αμασκηνοῦ. 95.233 Ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, καθὸ Πατὴρ θέλει, ἢ καθὸ Θεός; Ἀλλ' εἰ μὲν καθὸ Πατὴρ, ἄλλο τὸ αὐτοῦ ἔσται παρὰ τὸ τοῦ Υἱοῦ θέλημα· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεὸς, Θεὸς δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἄρα τὸ θέλημα φύσεως, ἤγουν φυσικόν· καὶ σὺ γοῦν κατὰ τοῦτο συλλογισάμενος, ἐρώτησον· Ὁ τῶν ὅλων Θεὸς, καθὸ Πατὴρ προσεδέξατο τὸ τοῦ Μονογενοῦς αἷμα, ἢ καθὸ Θεός; Ἀλλ' εἰ μὲν καθὸ Πατὴρ, ἄλλη αὐτοῦ ἔσται παρὰ τὴν τοῦ Υἱοῦ δύναμίς τε καὶ ἐνέργεια· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεὸς, Θεὸς δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἄρα τὸ τοῦ Μονογενοῦς αἷμα, τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ἡ αὐτὴ ἁγία Τριὰς καθὸ Θεὸς προσεδέξατο.