1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

1

Homilia in transfigurationem domini

Αʹ. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν καὶ μακαριωτάτου μοναχοῦ καὶ

πρεσβυτέρου Ἰωάννου τοῦ ∆αμασκηνοῦ λόγος εἰς τὴν ὑπερένδοξον μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

96.545 αʹ. ∆εῦτε, πανηγυρίσωμεν σήμερον, ὦ φιλόθεον σύστημα. ∆εῦτε, συνεορτάσωμεν σήμερον ταῖς φιλεόρτοις ἄνω δυνάμεσι· ἥκασι γὰρ ἐνθάδε σὺν ἡμῖν ἑορτάσοντες. ∆εῦτε, ὡς ἐν κυμβάλοις εὐήχοις τοῖς χείλεσιν ἀλαλάξωμεν. ∆εῦτε, σκιρτήσωμεν πνεύματι. Τίνι γὰρ ἑορτὴ καὶ πανήγυρις; τίνι θυμηδία καὶ ἀγαλλίασις, ἀλλ' ἢ τοῖς φοβουμένοις τὸν Κύριον, τοῖς Τριάδι λατρεύουσι, τοῖς τῷ Πατρὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συναΐδιον σέβουσι, τοῖς ψυχῇ, καὶ ἐννοίᾳ, καὶ στόματι καθομολογοῦσι θεότητα ἐν τρισὶν ἀδιαιρέτως γνωριζομένην ταῖς ὑποστάσεσι, τοῖς εἰδόσι καὶ λέγουσι τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ, καὶ Θεὸν μίαν ὑπόστασιν, ἐν δυσὶν ἀδιαιρέτοις καὶ ἀσυγχύτοις ταῖς φύσεσι γνωριζόμενον, καὶ τοῖς αὐτῶν φυσικοῖς ἰδιώμασιν; Ἡμῖν εὐφροσύνη καὶ χαρὰ πᾶσα ἑόρτιος. Ἡμῖν ὁ Χριστὸς τὰς ἑορτὰς ἐκτετέλεκεν· οὐ γὰρ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. Ἀποθώμεθα λύπης ἁπάσης νέφος ἐπισκοτούσης ἡμῖν τὸν νοῦν, καὶ τοῦτον οὐκ ἐώσης πρὸς ὕψος ἐπαίρεσθαι. Πάντων τῶν γηΐνων περιφρονήσωμεν· οὐκ ἐν γῇ γὰρ ἡμῶν τὸ πολίτευμα. Πρὸς οὐρανὸν τὸν νοῦν ἐναποτείνωμεν, ὅθεν καὶ Σωτῆρα Χριστὸν ἀπεκδεχόμεθα Κύριον. βʹ. Σήμερον φωτὸς ἀπροσίτου ἄβυσσος· σήμερον αἴγλης θείας χύσις ἀπεριόριστος ἐν Θαβὼρ τῷ ὄρει τοῖς ἀποστόλοις αὐγάζεται. Σήμερον παλαιᾶς καὶ 96.548 νέας διαθήκης ∆εσπότης γνωρίζεται Ἰησοῦς Χριστὸς, τὸ φίλον ἐμοὶ πρᾶγμα καὶ ὄνομα, τὸ γλυκύτατον ὄντως καὶ ποθεινότατον, καὶ πάσης γλυκύτητος ὑπερβαῖνον ἔννοιαν. Σήμερον ὁ τῆς παλαιᾶς ἔξαρχος Μωσῆς, ὁ θεῖος νομοθέτης, ἐν ὄρει Θαβὼρ τῷ νομοδότῃ Χριστῷ δουλοπρεπῶς ὡς ∆εσπότῃ παρίσταται, καὶ τούτου τὴν οἰκονομίαν αὐγάζεται, ἣν τυπικῶς πάλαι μεμυσταγώγητο· τοῦτο γὰρ φαίην ἂν ἐγώ γε δηλοῦν Θεοῦ τὰ ὀπίσθια· καὶ τρανῶς ὁρᾷ τὴν δόξαν τῆς θεότητος, σκεπασθεὶς ὑπὸ τὴν τῆς πέτρας ὀπὴν, ᾗ φησιν ἡ Γραφή· Πέτρα δέ ἐστιν ὁ Χριστὸς, ὁ σαρκωθεὶς Θεὸς, Λόγος καὶ Κύριος, καθὰ Παῦλος ὁ θεῖος διαῤῥήδην ἡμᾶς ἐξεπαίδευσεν· Ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, ὃς τῆς ἑαυτοῦ σαρκὸς ὥσπερ τινὰ σμικροτάτην ὀπὴν παρηνέῳξε, καὶ φωτὶ ἀπλέτῳ, καὶ πάσης στεῤῥοτέρῳ ὄψεως τοὺς παρόντας κατήστραψε. Σήμερον ὁ τῆς νέας διαθήκης κορυφαιότατος, ὁ τὸν Χριστὸν Υἱὸν Θεοῦ ἀναγορεύσας τρανότατα, ἐν τῷ φάναι· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν τῆς παλαιᾶς ἔξαρχον τῷ τῶν ἀμφοτέρων νομοδότῃ ὁρᾷ παριστάμενον, καὶ διαπρυσίως φθεγγόμενον· Οὗτός ἐστιν ὁ ὢν, ὃν ὡς ἐμὲ προφήτην ἀναστήσεσθαι προηγόρευσα· ὡς ἐμὲ μὲν, ὡς ἄνθρωπον, καὶ τοῦ νέου λαοῦ ἔξαρχον· ὑπὲρ ἐμὲ δὲ, καὶ ἐμοῦ, καὶ πάσης κυριεύοντα κτίσεως· τὸν ἐμοί τε καὶ σοὶ τὰς διαθήκας ἄμφω, παλαιάν τε καὶ καινὴν, διαθέμενον. Σήμερον τῷ παρθένῳ τῆς νέας, ὁ παρθένος τῆς παλαιᾶς, τὸν ἐκ παρθένου παρθένον εὐαγγελίζεται Κύριον. ∆εῦτε οὖν, ∆αβὶδ τῷ προφήτῃ πειθόμενοι. Ψάλλωμεν τῷ Θεῷ ἡμῶν, ψάλλωμεν τῷ βασιλεῖ ἡμῶν, ψάλλωμεν. Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλλωμεν συνετῶς· ψάλλωμεν ἀγαλλιάσεως χείλεσι· ψάλλωμεν συνέσει νοὸς, τῆς τῶν λόγων αἰσθανόμενοι γεύσεως.