1

 2

 3

 4

 5

1

Institutio elementaris

Εἰσαγωγὴ δογμάτων στοιχειώδης ἀπὸ φωνῆς Ἰωάννου ταπεινοῦ μοναχοῦ πρὸς Ἰωάννην τὸν ὁσιώτατον ἐπίσκοπον Λαοδικείας.

Προοίμιον Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τῆς μιᾶς τρισυποστάτου καὶ προσκυνητῆς θεότητος, τῆς ὁμοουσίου καὶ ζωαρχικῆς τριάδος, τοῦ ἑνὸς θεοῦ, παρ' οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθεν εἰς ἡμᾶς κάτεισιν, ἀνοίγω τὰ μογγίλαλα καὶ βραδύγλωσσα χείλη ὁ ἁμαρτωλὸς καὶ τάλας ἐγώ, πεποιθὼς ἐπ' αὐτῷ, ὡς διὰ τὴν τῶν αἰτησάντων τὸν λόγον ταπείνωσιν καὶ τῶν ἀκουόντων ὠφέλειαν δώσει πνεῦμα σοφίας καὶ λόγον ἐν ἀνοίξει στόματός μου ὁ τῆς χάριτος κύριος καὶ πάντων τῶν ἀγαθῶν ταμιείας ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. 1 Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς. Οὐσία καὶ φύσις καὶ μορφὴ κατὰ τοὺς ἁγίους πατέρας ταὐτόν ἐστιν. Καὶ πάλιν ὑπόστασις καὶ πρόσωπον καὶ ἄτομον ταὐτόν ἐστιν. Καὶ διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα ταὐτόν ἐστιν. Περὶ τούτων οὖν καὶ τῶν τοιούτων σκοπὸς ἡμῖν ἐστιν εἰπεῖν, περὶ ὧν καὶ ἡ ὑμετέρα συγκαταβατικῶς ἠρώτησεν ὁσιότης. Ἀρχόμενοι τοίνυν λέγομεν οὕτως περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς. Ἔστι μὲν ὑπερούσιος οὐσία καὶ φύσις καὶ μορφὴ ἡ ἀκατάληπτος θεότης, ὑποστάσεις δὲ αὐτῆς καὶ πρόσωπα πατήρ, υἱὸς καὶ τὸ πανάγιον πνεῦμα· ἕκαστον γὰρ αὐτῶν τελεία ὑπόστασις καὶ τέλειόν ἐστι πρόσωπον. Ἔτι δὲ καὶ πᾶν κτίσμα θεοῦ οὐσία ἐστί. Πολλὰ δέ εἰσι τὰ κτίσματα καὶ πολλὴν ἔχουσι πρὸς ἄλληλα τὴν διαφοράν· ἄλλο γὰρ κτίσμα ὁ ἄγγελος καὶ ἄλλο ὁ ἄνθρωπος, καὶ ἕτερον βοῦς καὶ ἄλλο κύων, ἕτερον οὐρανὸς καὶ ἄλλο γῆ, καὶ ἕτερον πῦρ καὶ ἄλλο ἀὴρ καὶ ἕτερον ὕδωρ· καὶ ἁπλῶς εἰπεῖν πολλὰ εἴδη εἰσὶν ἐν τοῖς κτίσμασιν. Ἕκαστον οὖν εἶδος μία φύσις ἐστίν, οἷον πάντες οἱ ἄνθρωποι μία φύσις εἰσί, καὶ πάντες οἱ ἄγγελοι μία φύσις εἰσί, καὶ πάντες οἱ βόες μία φύσις εἰσίν· ὁμοίως καὶ τὰ λοιπὰ κτίσματα. Καὶ ἄλλη φύσις ἡ τῶν ἀγγέλων καὶ ἑτέρα ἡ τῶν ἀνθρώπων καὶ ἑτέρα ἡ τῶν βοῶν· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. 2 Περὶ ὑποστάσεως καὶ προσώπου καὶ ἀτόμου. Ἐπειδὴ δὲ πολλοί εἰσιν οἱ ἄνθρωποι, ὁ καθένα ἄνθρωπος ὑπόστασίς ἐστιν, οἷον ὁ Ἀδὰμ ὑπόστασίς ἐστι, καὶ ἡ Εὔα ἄλλη ὑπόστασις, καὶ ὁ Σὴθ ἑτέρα ὑπόστασις. Ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν. Ἕκαστοςἄνθρωπος ὑπόστασις ἑτέρα παρὰ τοὺς λοιποὺς ἀνθρώπους ἐστί, καὶ ἕκαστος βοῦς ὑπόστασίς ἐστι, καὶ ἕκαστος ἄγγελος ὑπόστασίς ἐστιν. Ὥστε φύσις καὶ μορφὴ καὶ οὐσία ἐστὶ τὸ κοινὸν καὶ περιέχον τὰς ὁμοουσίους ὑποστάσεις, ὑπόστασις δὲ καὶ ἄτομον καὶ πρόσωπον τὸ μερικὸν ἤγουν ἕκαστον τῶν ὑπὸ τὸ αὐτὸ εἶδος περιεχομένων. 3 Περὶ διαφορᾶς καὶ ποιότητος καὶ ἰδιώματος. Εἴπομεν, ὅτι πολλά εἰσιν εἴδη καὶ διάφοροι οὐσίαι, ὁμοίως δὲ καὶ καθ' ἑκάστην οὐσίαν καὶ εἶδος διάφοροι ὑποστάσεις. ∆ιαφέρουσιν οὖν καὶ ἑκάστη οὐσία τῆς ἑτέρας οὐσίας καὶ ἑκάστη ὑπόστασις τῆς ἑτέρας ὑποστάσεως. Ἐκεῖνο τοίνυν τὸ πρᾶγμα, ἐν ᾧ διαφέρει οὐσία οὐσίας καὶ εἶδος εἴδους ἢ ὑπόστασις ὑποστάσεως, λέγεται διαφορὰ καὶ