1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

Laudatio sanctae Barbarae

ΙΒʹ. Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου πρεσβυτέρου τοῦ ∆αμασκηνοῦ, ἐγκώμιον εἰς τὴν ἁγίαν καὶ ἔνδοξον τοῦ Χριστοῦ μάρτυρα Βαρβάραν.

96.781 αʹ. Ὑπέρκειται μὲν ὁμολογουμένως ἅπασαν ἐγκω 96.784 μίων σύνθεσιν, τῶν ἁγίων, καὶ τῆς εὐσεβείας καλλινίκων μαρτύρων ἡ δόξα, καὶ χάρις, καὶ εὔκλεια, καὶ τῆς ἐκ ῥητορικῶν λόγων, καὶ σοφιστικῆς τέχνης λαρυγγισμάτων ἐρανιζομένης ὑπερίδρυται πλάσεως. Καὶ καταπλαγείησαν, οἶμαι, καὶ ἀποροίησαν ἂν πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος, καὶ οἱ λίαν περὶ τὰς τοιαύτας ἐπιστήμας δεινοὶ, καὶ τὸν ὅλον ἑαυτῶν βίαν περὶ τὰς τοιάσδε τριβὰς, καὶ μελέτας ἐσχολακότες, καὶ κατανηλωκότες· μὴ ὅτι γε οἱ καθ' ἡμᾶς ἀμαθεῖς τε καὶ ἄπειροι, καὶ μηδ' ἄκρῳ δακτύλῳ, τὸ δὴ λεγόμενον, ταύτης γεγευσμένοι τῆς ἐμπειρίας τε καὶ εὐτεχνίας, καὶ λογογραφικῆς σκέψεως. Ἀλλ' οὐ παρὰ τοῦτο πάντη πρὸς τὴν τοῦ λόγου ἐγχείρησιν οἱονεί πως ἰλιγγιάσαντες, καὶ δειλίᾳ συσχεθέντες, καὶ κατοκνήσαντες, ἡμᾶς γε αὐτοὺς, καὶ τὸ παρὸν φιλήκοον ἀκροατήριον, ἀμοίρους τῆς ἐκ τηλικούτων ἀγώνων περιπετείας, ὡς εἰκὸς, προσγενομένης ὠφελείας παντελῶς καταλείψωμεν. Φέρε δὴ οὖν, τὴν ἄνωθεν ῥοπὴν παρὰ τοῦ τῶν τοιούτων ἀγωνισμάτων ἐπόπτου καὶ ἀθλοθέτου Χριστοῦ, ἵλεω καὶ ἐπίκουρον ἐπικαλεσάμενοι, διαγράψωμεν τῷ λόγῳ, καὶ ὡς οἷόν τε ὑπ' ὄψιν παραστήσωμεν, τὴν παρ' ἡμῶν νῦν εἰκότως εὐφημουμένην· καὶ ἧς, τὴν πανήγυριν πάνδημον σήμερον ἄγομεν καλλινίκου μάρτυρος Βαρβάρας, τῆς ὅλης ἀθλήσεως, ὡς ἐν βραχεῖ τὴν ὑπόθεσιν ἐνστησώμεθα, ἵνα τὴν ἀοράτως συνεπισχύουσαν, καὶ νευροῦσαν τοὺς μάρτυρας θείαν κατανοήσαντες δύναμιν, οὐ τὴν τυχοῦσαν τῇ ψυχῇ προσπορισώμεθα ὄνησιν, καὶ βελτίωσιν· οὐκ εὐγλωττίας ἤχοις, καὶ ῥήμασιν τοὺς ἀγῶνας ἐπαίρειν πειρώμενοι. Οὐδὲ γὰρ τῆς ἐκ τῶν λόγων οὗτοι βοηθείας προσδέονται· αὐτὰ δὲ δή που τὰ πράγματα ψιλῇ τῇ φράσει διεξερχόμενοι. βʹ. Ἀλλὰ διανάστητέ μοι λοιπὸν, ὦ φιλόχριστον καὶ φιλόμαρτυς σύστημα, καὶ τὸν νοῦν τῆς ἐπὶ τὰ ἔξω περιπλανήσεως περιπτύξαντες καὶ συστείλαντες, προσεχῶς τῶν λεγομένων ἀκούσατε. Καὶ γὰρ ἄτοπον, ἐπὶ μὲν τὰ κοσμικὰ θέατρα, ἱπποδρομίας ἢ παλαίστρας φημὶ, ἤ τινος τῶν τοιούτων γυμνικῶν ἀγώνων προθύμως συνδραμεῖν, καὶ τὴν ἅμιλλαν τῆς ἀγωνίας, καὶ τὴν τῶν ἀντιπάλων συμπλοκὴν ὑπηγμένως ἐθέλειν ἰδεῖν, καὶ μὴ πρότερον ἀποστῆναι, κἂν μυρία περισπῶνται, πρὶν τὸ τέλος, καὶ τὸν νίκην ἀπενεγκάμενον ἐποπτεῦσαι, τὸ βραβεῖον τε ἀράμενον, καὶ τὸ στέφος ἀναδησάμενον, καίτοι μηδὲν ἑαυτοῖς ἐκεῖθεν ἐπιφερομένους τὸ ὄφελος. Ἐνταῦθα δὲ ἔνθα ψυχωφελὲς, καὶ πνευματικὸν ἡμῖν πρόκειται θέατρον, ἀγωνοθέτην μὲν κεκτημένον, οὐχ ἕνα τῶν ἐπὶ γῆς βασιλέων, ἀλλὰ τῶν ἁπάντων ὁρατῶν καὶ ἀοράτων ἡγεμονεύοντα παντάνακτα Χριστὸν τὸν Θεὸν ἡμῶν, θεατὰς δὲ, τὰς χιλιάδας, καὶ μυριάδας τῶν ἐπουρανίων στρατιῶν καὶ δυνάμεων, ἀγωνιουμένην δὲ, Βαρβάραν τὴν ἀοίδιμον, καὶ παμπόθητον τοῦ Χριστοῦ στεφανίτιν καὶ μάρτυρα, ἀντιπάλους δὲ, οὐχ ἕνα που, ἢ δεύτερον, ἀλλὰ πρῶτον μὲν, καθώς φησιν ὁ Ἀπόστολος; Οὐ γὰρ ἔχομεν τὴν πάλην πρὸς αἷμα, καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας 96.785 τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, τουτέστιν, διὰ τὰ ἐπουράνια. Πρὸς τούτοις δὲ, καὶ τὸν ἴδιον κατὰ σάρκα πνεῦμα, καὶ τοὺς κοσμικοὺς ἡγεμόνας, καὶ ἄρχοντας, οὓς ἡ πάναγνος τοῦ Χριστοῦ ἀμνὰς Βαρβάρα παλαιστρίτας ἐκέκτητο, ἐξ