1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

1

Oratio de his qui in fide dormierunt

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΩΑΝΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΠΙΣΤΕΙ ΚΕΚΟΙΜΗΜΕΝΩΝ ΟΠΩΣ ΑΙ ΥΠΕΡ ΑΥΤΩΝ ΓΙΝΟΜΕΝΑΙ ΛΕΙΤΟΥΡΓΙΑΙ ΚΑΙ ΕΥΠΟΙΙΑΙ ΤΟΥΤΟΥΣ

ΟΝΙΝΗΣΙΝ. 95.248 αʹ. Τὰ τῶν βρωμάτων ἡδέα καὶ τίμια προτιθέμενα πολλάκις, οὐ μόνον τοὺς πεινῶντας εἰς βρῶσιν ἕλκουσιν, ἀλλ' ἐνίοτε καὶ τοὺς ἤδη κεκορεσμένους προσερεθίζουσιν· ὥσπερ καὶ τῶν πομάτων τὰ λίαν ἡδύποτα καὶ εὐώδη, οὐ τοὺς διψῶντας μόνον, ἀλλὰ μὴν καὶ τοὺς ἔμπαλιν πρὸς μετάληψιν θέλγουσιν. Ὡσαύτως πάλιν καὶ τοὺς φιλοπλούτους, ὅταν μεγάλης περιουσίας κρατήσωσιν, ἔρως ἀεὶ ἀναγκάζει τούτους ζητεῖν ἀφορμὰς, ὅσαι καθ' ἡμέραν τὸν πλοῦτον τούτοις προσεπεκτείνουσιν. Οὐκοῦν καὶ ὑμᾶς, ὦ τιμιώτατα τῆς Ἐκκλησίας ἐκλόγια, ἱερεῖς καὶ Πατέρες, ἀδελφοὶ καὶ μητέρες καὶ τέκνα φίλτατα, οὐ τῶν θείων λογίων λιμὸς, οὔτε τις δίψα τῶν ἱερῶν μαθημάτων, οὔτ' αὖ πενία γνώσεως τῆς ἐνθέου, ἐπὶ τὸν νῦν ἐκτεθέντα λόγον προσεπικλίνειεν, ἀλλ' ἔφεσις ὄντως θεοχαριτώτατος προσάγουσα ὑμᾶς ἐκ δυνάμεως εἰς δύναμιν, καὶ ἐκ χαρίτων εἰς χάριτας, καὶ ἐκ μνήμης εἰς ἀνάμνησιν. Ὃ γὰρ πολλάκις τελείοις λέλοιπε, τοῦτο παιδίον ηὕρατο· καὶ ὃ σοφοὺς παρέδραμεν, ἰδιώταις ἐνέσκηψε· καὶ ὃ διδασκάλους διέλαθε, μαθηταῖς ἐπεφοίτησεν. Ἡμῖν δὲ οὐδὲ τοῦτο εἰπεῖν τολμητέον, ἀλλ' ὥσπερ ἐπιφυλλίδα μετὰ τὸν τρυγητὸν καταλελειμμένην, καὶ στάχυν μετὰ τὸν ἀμητὸν διὰ τὸ πλῆθος παρεωραμένον, καὶ πᾶσαν ἁπλῶς ἐπὶ δένδροις ὀπώραν μετὰ τὴν συλλογὴν ἐκλελησμένην ἐπισωρεύσαντες, οὕτω τοὺς βουλομένους, Χριστοῦ τοῦ ἀληθινοῦ συνεργοῦντος Θεοῦ, καὶ τὸν λόγον διὰ τῶν ἔργων καὶ ἀποδείξεων βεβαιοῦντος, δεξιωσόμεθα. βʹ. Ὁ περὶ πάντα τοίνυν τὰ καλὰ καὶ θεοφιλῆ πράγματα καὶ διανοήματα κοιλαινόμενος ὄφις, καὶ σφαττόμενος παλαμναῖος ἐχθρὸς, τῇ μὲν φιλαδελφίᾳ πληττόμενος, τῇ δὲ πίστει ῥηγνύμενος, τῇ ἐλπίδι νεκρούμενος, τῇ συμπαθείᾳ κραδαινόμενος, ἐνέσκηψέ τισιν ὁ παράνομος σκῆψίν τινα ἔκφυλον καὶ ἀλλό 95.249 τριον, καὶ τῶν ἱερῶν θεσμῶν εἰς ἅπαν ἀντίθετον· 95.249 ὡς ὅτι τὰ μετὰ θάνατον πάντα τὰ θεοφιλῆ ἔργα οὐδὲ τοὺς προλαβόντας ὀνίνησιν. «Ἀπέκλεισε γὰρ, φησὶν, ὁ Θεὸς κατ' αὐτῶν·» καὶ, «Κομιεῖται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἶτε φαῦλον·» καὶ, ὅτι «Ἐν τῷ ᾅδῃ τίς ὁμολογήσεταί σοι;» καὶ πάλιν, «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·» καὶ, «Ὅτι ὃ ἔσπειρεν ἕκαστος, τοῦτο καὶ θερίσει. Ἀλλ', ὦ σοφοὶ, εἴπωμεν πρὸς αὐτοὺς, ἐρευνήσατε καὶ διδάχθητε, ὅτι πολὺς μὲν ὁ φόβος τοῦ τῶν πάντων ∆εσπότου Θεοῦ, πολλῷ πλέον ἡ ἀγαθότης· καὶ φοβεραὶ μὲν αἱ ἀπειλαὶ, ἀνείκαστος δὲ ἡ τοῦ Θεοῦ φιλανθρωπία· καὶ φρικταὶ πάλιν αἱ καταδίκαι, ἄφατον δὲ τῶν οἰκτιρμῶν αὐτοῦ τὸ πέλαγος. γʹ. Ἴδετε γὰρ τί φησιν ἡ θεία Γραφή· ὡς Ἰούδας ὁ Μακκαβαῖος ἐν τῇ Σιὼν τῇ πόλει τοῦ Βασιλέως τοῦ μεγάλου, ὁπηνίκα τεθανατωμένον εἶδε τὸν ὑπ' αὐτὸν λαὸν ὑπὸ τῶν ἀλλοφύλων ἐχθρῶν, ἐρευνήσας αὐτῶν τοὺς κόλπους καὶ τούτων ἔνδοθεν εὑρὼν εἰδωλεῖα, ἐξιλασμὸν αὐτίκα ὑπὲρ ἑκάστου τούτων πρὸς τὸν εἰς οἶκτον ἕτοιμον Κύριον προσενήνοχε, πανευσεβῶς ποιήσας καὶ φιλαδέλφως λίαν, ὅθεν καὶ παρὰ τῇ θείᾳ Γραφῇ, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ τεθαυμάστωται. Οἱ δέ γε μύσται καὶ αὐτόπται τοῦ λόγου, οἱ τὸν