1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

1

Sacra parallela (recensiones secundum alphabeti litteras dispositae, quae tres libros conflant) (fragmenta e cod. Berol. B.N. gr. 46 [† parallela

Rupefucaldina]) Ο ΠΙΝΑΞ ΤΩΝ ΚΕΦΑΛΑΙΩΝ. Στοιχεῖον Ἄλφα. Αʹ. Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως, καὶ κατασκευῆς· καὶ ὅσα περὶ ἡμῶν ἐν Γραφαῖς ἐμφέρεται. Βʹ. Περὶ τοῦ ἀνθρώπου· ὅτι αὐτεξούσιον αὐτὸν πεποίηκεν ὁ Θεὸς, καὶ ἡγεμόνα τῶν ἐπιγείων ἁπάντων. Γʹ. Περὶ τοῦ ἀνθρώπου· ὅτι ἐπ' ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ κατὰ θείαν δωρεὰν πρὸς τοῦ Θεοῦ διεπλάσθη, ἐντολῆς θείας δηλαδὴ φυλαττούσης τὴν χάριν. ∆ʹ. Περὶ τοῦ Ἀδάμ· ὅτι σοφώτατος, καὶ διορατικὸς, καὶ προφήτης ὑπῆρχε πρὸ τῆς παρακοῆς. Εʹ. Περὶ ἀγαθοεργίας καὶ ἀγαθοποιῶν. ϛʹ. Περὶ ἀνηκόων καὶ ἀνυποτάκτων. Ζʹ. Περὶ ἀρχόντων, καὶ ἀρχομένων· ὅτι τῶν ἀρχομένων τὰ πταίσματα τοῖς ἄρχουσιν ἐπιγράφονται, ὡς παρ' αἰτίαν ἐκείνων καὶ ἀμέλειαν συμβαινόντων. Ηʹ. Περὶ ἀρχομένων· ὅτι ἐξομοιοῦνται οἱ ἀρχόμενοι τοῖς τῶν ἀρχόντων ἤθεσιν. Θʹ. Περὶ ἀρχομένων· ὅτι πρὸς τὰς προαιρέσεις τῶν ἀρχομένων τὰς πονηρὰς, οὕτω καὶ ἄρχοντας λοιμοὺς καθιστᾷ τὸ θεῖον κρῖμα. Ιʹ. Περὶ ἀρχόντων· ὅτι χρὴ κατὰ τὸν τύπον τοῦ Κυρίου δι' ὑποδειγμάτων ἀγαθῶν ἀνάγειν πρὸς ἀρετὴν τὸν ὑπήκοον, καὶ προσφιλῆ ἑαυτοῖς ποιεῖν τὸν λαόν. ΙΑʹ. Περὶ ἀρχόντων καὶ προεστώτων· ὅτι χρὴ πυκνότερον ταῖς νουθεσίαις καὶ διαμαρτυρίαις χρῆσθαι αὐτοὺς πρὸς τὸν λαὸν, πρὸς τὸ ἑαυτῶν ἀκίνδυνον. ΙΒʹ. Περὶ ἀναρχίας· ὅτι ἐπιβλαβὴς, καὶ ἐπικίνδυνος, καὶ συγχύσεως αἰτία. ΙΓʹ. Περὶ ἀρίστων ἀνδρῶν· ὅτι σωτήριος ἡ τούτων ἐφορεία καὶ ἐπιστασία τοῖς πράγμασιν καὶ τῷ λαῷ. Ι∆ʹ. Περὶ ἀφορίας χρηστῶν ἀνδρῶν· ὅτι ἐπικίνδυνος τῷ βίῳ. 96.444 ΙΕʹ. Περὶ ἀφορίας θείου λόγου, παρ' αἰτίαν τῶν μὴ ὑπακουόντων τῇ τούτου διδασκαλίᾳ. Ι ϛʹ. Περὶ ἀκαταστάτων τῷ λογισμῷ, καὶ τῇ γνώμῃ ἀνιδρύντων. ΙΖʹ. Περὶ ἀδήλων καὶ ἀγνοουμένων ἡμῖν πραγμάτων· καὶ ὅτι ἀλυσιτελὴς ἡ περὶ τούτων ἀδολεσχία, καὶ φαντασιώδης. ΙΗʹ. Περὶ ἀγγέλλοντος καὶ μεσάζοντος ἀπόκρισιν. ΙΘʹ. Περὶ ἀγγελίας ἀγαθῆς. Κʹ. Περὶ ἀγγελίας κακῆς. ΚΑʹ. Περὶ ἁμαρτημάτων· ὅτι τὰ ἡμέτερα ἁμαρτήματα προξενοῦσι, καὶ ἄγουσιν ἐφ' ἡμᾶς τὰ κακά. ΚΒʹ. Περὶ ἀνθρωπαρέσκων, καὶ προσποιητῶς καὶ ὑπούλως διακειμένων. ΚΓʹ. Περὶ αὐταρέσκων, καὶ ἑαυτοὺς συνιστώντων, καὶ ἑαυτοὺς ἀποδεχομένων. Κ∆ʹ. Περὶ ἀποκρίσεως ἀπολογίας· ὅτι χρὴ ἐν συνέσει καὶ ὀνόματι Κυρίου τὰς ἀπολογίας τῶν ἐπερωτήσεων ποιεῖσθαι· μάλιστα δὲ, περὶ σωτηριώδους ἡμῶν πίστεως· ἀνατιθέμενοι γὰρ τῷ Θεῷ τὰς διασαφήσεις τῶν ἐπερωτήσεων, τὸ μέγιστον μετὰ καὶ τῆς ἀληθείας ἑαυτοῖς περιποιούμεθα κλέος. ΚΕʹ. Περὶ τῶν ἀποκρινομένων θρασέως. Κ ϛʹ. Περὶ αἰτουμένων· ὅτι χρὴ τὰς ἐν προσευχαῖς τοῦ Θεοῦ αἰτήσεις κατὰ τὸ αὐτῷ δοκοῦν, καὶ μὴ κατὰ τὸ ἡμέτερον αἰτεῖν θέλημα. Οὐκ ἴσμεν γὰρ τὸ συμφέρον ἡμεῖς. Αὐτὸς δὲ, ἅτε πατὴρ ἀγαθὸς, καὶ πάντων προγνώστης, πρὸς μὲν τὰ λυσιτελοῦντα ἑτοιμότατα ἐπινεύει, πρὸς δὲ τὰ βλάβην φέροντα οὐ συνεργεῖ αἰτούμενος. ΚΖʹ. Περὶ ἀποβεβλημένων καὶ ἀπροσδέκτων πραγμάτων παρὰ Θεῷ. ΚΗʹ. Περὶ ἀδυνάτων καὶ δυσχερῶν πραγμάτων παρ' ἡμῖν. ΚΘʹ. Περὶ ἀγορᾶς, καὶ τῆς περὶ ταύτην τῶν ἐφόρων καταστάσεως. Λʹ. Περὶ ἁρμοδίων καὶ ὡραίων πραγμάτων. ΛΑʹ. Περὶ ἀναρμόστων καὶ ἀπρεπῶν πραγμάτων. ΛΒʹ. Περὶ ἀπειλῆς· ὅτι χρὴ φοβεῖσθαι τοῦ Θεοῦ τὰς ἀπειλὰς, καὶ μὴ καταφρονητικῶς ἐπ' ὀλέθρῳ διακεῖσθαι. ΛΓʹ. Περὶ ἀνωφελῶν καὶ ἀντιθέτων πραγμάτων. Λ∆ʹ. Περὶ τῶν ἑαυτοὺς ἀτιμαζόντων. ΛΕʹ. Περὶ τῶν ἀσεβῶς ἀπρονόητον εἶναι τὸν κόσμον, καὶ τὰ κατὰ τοῦτον πράγματα λεγόντων. Λ ϛʹ. Περὶ ἀρᾶς ἀκαίρου, καὶ ματαίας, καὶ εὐδαίμονος. ΛΖʹ. Περὶ ἀκροάσεως· ὅτι χρὴ σπουδαίους πρὸς τὰς ἐπωφελεῖς εἶναι ἀκροάσεις, ἀποδιδράσκειν δὲ τὰς τῶν ἀνονήτων. ΛΗʹ. Περὶ τῶν παρακροωμένων